τῆς χθὲς νυνκτός, ἔτρεχον παρὰ τὰς ὁδούς. ὁ δ’ οὐρανὸς σκοτεινός. καὶ τὸ σκότος ἄκρατον ἦν.
Σήμερον μέντοι αἱ νεφέλαι εὔκρατοί εἰσιν. Ὁρῶ γὰρ καὶ τὸν οὐρανόν.
ὑπερευχαριστεῖν ὀφείλω Θεῷ τῷ δίδοντι εὐδίαν.
ὑπερευχαριστέω – εὐχαριστῶ παραπολύ (Λ.Σ.Κ.)
βλέπεις οὖν τὸν ποιήσαντι τὸν οὐρανόν.
Ῥωμ. 1:20: τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,
Σήμερον μὲν ὁ οὐρανὸς διὰ παντὸς φαιός ἐστιν. Δεῖ δὲ ἡμᾶς ὅμως εὐχαριστεῖν. Πῶς γὰρ οὔ, ὦ βέλτιστε Μᾶρκε;
Ἔπεσον σήμερον ἀπὸ τοῦ οὐρανοῦ αἱ λεπτόταται σταγόνες τοῦ ὑγροῦ. ῥανόμενα τὰ πεπλυμμένα ἱμάτια ἔξω ἐπέμενον μέχρι τοῦ νῦν, οὐκέτι γὰρ ξερά.
σήμερον μὲν ἐπιμένει ἡ εὐδία. ὁ γὰρ Θεὸς ἐπιμένει τὸν οὐρανόν εὐδιάζων. ἐπαύριον δὲ τὴν εὐδίαν λέγουσι ἀπελεύσεσθαι οἱ τῶν καιρῶν ἔμπειροι. τὴν χιόνα προσδοκῶμεν.
ἐπιμένω = οὐ κινοῦμαι.
ἐπιμένω ποιῶν = ποιῶ νῦν καὶ ποιήσω
(οὐ νομίζω ὅτι ἐπιμένω τι σημαινει προσδοκῶ τι. τοῦτο δ’ οὐκ οἶδα.)
ποιῶ (ἐπὶ) τὸ μέγα διάστημα (χρόνου)¹ / ποιῶ (ἐπὶ) πολὺν χρόνον / ποιῶ καὶ οὐ παύω.
¹cf. Acts 5⁷.
Νῦν διαφανεῖς νεφέλαι καλύπτουσι τὸν οὐρανόν.
χιόνα βλέπομεν ἐν τῷ μὲν ἀέρα πίπτουσαν, ἐπὶ τῆς γῆς δ’ οὔκ. ἔτι γὰρ ἐν τῷ ἀέρα οὖσα τήκεται.
ἐὰν τὸ «ἐπιμένω κρούων» σημαίνῃ «κρούω καὶ οὐ παύω (ἢ οὐ παύομαι) κρούων,» τί σημαίνει τό «κέκρουκα?» λάλησόν μοι καὶ μὴ παῦε λαλῶν, παρακαλῶ. μένων ἐπιμενῶ τὴν ἀπόκρισίν σου.

Νῦν διαφανεῖς νεφέλαι καλύπτουσι τὸν οὐρανόν.
διαφανῶς δὲ γέγραφας.

χιόνα βλέπομεν ἐν τῷ μὲν ἀέρα πίπτουσαν, ἐπὶ τῆς γῆς δ’ οὔκ. ἔτι γὰρ ἐν τῷ ἀέρα οὖσα τήκεται.
Μετὰ τὸ τήκεσθαι τὴν χιόνα τὸ ὑγρὸν πού;

ἐὰν τὸ «ἐπιμένω κρούων» σημαίνῃ «κρούω καὶ οὐ παύω (ἢ οὐ παύομαι) κρούων,» τί σημαίνει τό «κέκρουκα?» λάλησόν μοι καὶ μὴ παῦε λαλῶν, παρακαλῶ. μένων ἐπιμενῶ τὴν ἀπόκρισίν σου.
εἰ μὲν νύκτωρ κέκρουκας ἐπὶ τὴν θύραν τινὸς, ἐγειρομένων ἐξ ὕπνου τῶν παιδίων καὶ κνυζουμένων, λακησούσα βοὴν ἡ γυνὴ αὐτοῦ ῥίψει στελεὸν ἐπὶ τὴν κεφαλήν σου. εἰ δὲ ἅμα τῇ ἡμέρᾳ κέκρουκας ἐπὶ τὴν θύραν φίλου σου ἢ φίλης ἡμεῖς ἀριστήσετε. εἰ δὲ τῆς ἡμέρας ὀψὲ κέκρουκας ἐπὶ τὴν θύραν τῆς μητρός σου παρὰ τοῖς γονεύσιν σου διανυκτερεύσεισ
τί οὖν σημαίνει τό «κέκρουκα»; πόνος τε καὶ τραῦμα τῇ κεφαλῇ ἢ τροφὴ τῇ κοιλίᾳ ἢ ὕπνος καὶ ἀνάπαυσις.
πότε ἐθέλεις, ὦ Μάρκε, κρούειν ἐπὶ τὴν θύραν τινός;
χειμῶνος μὴ ὄντος, τὰ ποδήλατα ἐλάσομεν ἐγώ τε καὶ ὁ παῖς.

Markos:
χιόνα βλέπομεν ἐν τῷ μὲν ἀέρα πίπτουσαν, ἐπὶ τῆς γῆς δ’ οὔκ. ἔτι γὰρ ἐν τῷ ἀέρα οὖσα τήκεται.
Μετὰ τὸ τήκεσθαι τὴν χιόνα τὸ ὑγρὸν πού;
εἰς τὸν ἀέρα τὸ ὑγρὸν ἔρχεται.

εἰ δὲ ἅμα τῇ ἡμέρᾳ κέκρουκας ἐπὶ τὴν θύραν φίλου σου ἢ φίλης ἡμεῖς ἀριστήσετε.

πότε ἐθέλεις, ὦ Μάρκε, κρούειν ἐπὶ τὴν θύραν τινός;
τῆς ἡμέρας θέλω κεκρουκέναι ἐπὶ τὴν θύραν ὥστε ἀνοιγήσεταί μοι καὶ ἀριστήσω.
καὶ παρὰ τινί ἀριστήσεις, ὦ Μάρκε;

καὶ παρὰ τινί ἀριστήσεις, ὦ Μάρκε;
κατὰ μὲν σάρκα, παρὰ τῇ τῶν γειτόνων οἰκίᾳ ἀριστήσομεν ὅ τε παῖς κἀγώ. ἡ γὰρ γυνὴ ταύτης τῆς οἰκίας καλὸν δεῖπνον ποιεῖ. κατὰ δὲ πνεῦμα, μετὰ Χριστοῦ φαγοῦμεν. ἡ γὰρ Θύρα οὗτός ἐστιν. ἐπιμενοῦμεν οὖν τῷ κρούειν καὶ ἡμῖν ἀνοιγήσεται.

ὦ Μάρκε…
καλῶς ἔγραψας. οἱ γὰρ μὲν γράφουσι Μάρκος, οἱ δὲ Μᾶρκος. εἰ δὲ μακρὸν τὸ ἄλφα ἢ οὔ, τοῦτο οὐκ οἶδα. μόνος γὰρ Θεὸς οἶδε.
ὁ πατὴρ τοῦ φίλου μου Ῥαββί ἐστιν. διὸ μηκύνεται τὸ γένειον αὐτοῦ. ὁ δὲ ἀποταξάμενος ἡμῖν ἔμελλεν ἀναβαίνειν τὸ ὀρος.
ἰδοὺ κλίμαξ ἔχουσα τὸ στήριγμα αὐτῆς ἐπὶ τῆς γῆς καὶ τὴν ἄφιξιν εἰς τοὺς οὐρανούς. ὁ δὲ ἀνέβη ἐπ’ αὐτήν.
ἐπεὶ καθίσας καταμόνας ἐπιθεᾶται τὸν καταντίον λόφον τὸν οὐχ ὑψηλόν.
Χρῶμαι εὐδίᾳ ἔγωγε, ὦ φίλοι, εὔχομενος ὑμᾶς ὑγιαίνειν.
τῆς μὲν νυκτὸς ὕδωρ (καὶ βροχή καὶ χιών) ἔπεσεν ἐξ οὐρανοῦ. νῦν δ’ εὐδία ἔχει.

ὁ πατὴρ τοῦ φίλου μου Ῥαββί ἐστιν. διὸ μηκύνεται τὸ γένειον αὐτοῦ.
πῶς γὰρ οὔκ? διὸ τοῦτο ἀναγιγνώσκομεν ἐν τῷ νόμῳ:
Λευ 21:5β: τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται.
πρβλ.
Graecus Venetus Λευ 21:5β: μερος τοῦ πώγωνος σφῶν οὐ ξυριοῦσιν.
γένειον τό --1. τὸ μέρος ὅπερ καλύπτεται ὑπὸ τοῦ πώγωνος 2. ὁ πώγων (Λ.Σ.Κ.)
πώγων, ωνος, ὁ – αἱ ὑπὸ τοῦ στόματος τρίχες, αἱ ἐπὶ τοῦ γενείου (Emiliano Caruso)

Χρῶμαι εὐδίᾳ ἔγωγε, ὦ φίλοι, εὔχομενος ὑμᾶς ὑγιαίνειν.
τῇ εὐδίᾳ δεῖ σε χρᾶσθαι, φίλτατε, μὴ καταχρώμενος. διὸ ἀναγιγνώσομεν:
Κορ. Α. 7:31:καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
χαῖρε οὖν μὴ καταχαίρων.
χειρὸς μὲν ἔργον τὸ ἱερόν, ἄγριον δὲ τὸ φυτόν καὶ ἄκαρπον.
ἐν τῷ ναῷ φέρει τὸ τεῖχος δένδρον μέγα καὶ ὑψηλόν, καθάπερ
καλλιεργίαν ἐποίησεν τεχνήτης ἢ κηπουρός.
Εἰ μὴ σφάλλομαι, τὸ δένδρον ἐστὶ συκῆ. Ἐνταῦθα δὲ συνεχῶς ἔχομεν εὐδίαν.
τοῦ ἀέρος ἔτι θερμοῦ ὄντος, ἔξω δραμοῦμαι.

…καθάπερ καλλιεργίαν ἐποίησεν τεχνήτης ἢ κηπουρός.
πῶς γὰρ οὔ? ὁ γὰρ μέγιστος τεχνήτης Θεός ἐστιν.

Εἰ μὴ σφάλλομαι, τὸ δένδρον ἐστὶ συκῆ.
τοῦτο οὐκ οἶδα ἔγωγε. καρπὸν γὰρ οὐκ ὁρῶ. καὶ γέγραπται:
Λκ. 6:44: ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται.