What's the weather like today (Ἑλληνιστί)

εὐδία ἔχει πλὴν τῶν ἀνέμων σκληρῶν ὄντων καὶ ψυχρῶν καὶ ἐναντίων καὶ μάλιστα Μάρκῳ μισητῶν.

μισητός, ή, όν – ὁ μισούμενος, ὁ μίσους ἄξιος, ἀπεχθής (Λ.Σ.Κ)

ναί. τὴν δὲ χιόνα τὴν ἐπὶ γῆς, τηκτὴν οὖσαν, οὐκ ὁρῶ .

τηκτός, ή όν – ῥημ. ἐπιθ. τοῦ τήκω, τετηκώς (Λ.Σ.Κ.)

χαίρε, φίλε Ῥύστι. μεγάλως κἀν τῇ γῇ μου πνέουσιν οἱ ἄνεμοι. χαίρω δ’ ἰδών σε ἐνταῦθα γράφοντα. ἔρρωσο.

ἐπαινῶ, ὦ Μάρκε.

εὐδία ἐστὶν ἡδίστη. πάλιν ἔχομεν ἥλιον καὶ θάλπος ἐστίν. καλλίστα ἡμέρα.

Ἐνταῦθα κατὰ μέρος συννέφελος οὐρανὸς ἔχει.

τοῦ ἔαρος ἐπιγιγνομένου, εὐδία ἔχει ὥστε εὐφραίνομαι καὶ χάριν τῷ Θεῷ ἔχω.

καὶ σέγε, φίλτατε.

πρωῒ σφόδρα ἐπινεφέλων ὄντων ἔσχομεν σήμερον ἐν Βάγκοκ ὄμβρους.

χαίρω ἰδεῖν τὴν τοῦ ἦρος ἀρχήν. σήμερον δὲ δύο χελιδόνας εἶδον. καὶ τὼ χελιδόνε τὸ ἔαρ ποιοῦσι. :laughing:

νομίζω οὖν σε ἐν Θαιλανδ ὄντα.

Σήμερον ὁ οὐρανός ἐστι διὰ παντὸς συννέφελος. Οὐ γὰρ μόνον ἐψάκαξε ἀλλὰ καὶ ὕσει ταύτῃ τῇ νυκτί.

τῇ νῦν ὥρᾳ ὀνομάζονται οἱ ὀμβροι ὄμβροι, θέρους δὲ ὄντος οἱ μεσημβινοὶ ὄμβροι ἱππαλὸς ὀνομάζονται.

χαίρετε, ὦ φίλοι! πάλιν ἐν Χιούστᾠ ἥλιος λάμπει καὶ εὐδία ἐστίν. εἰς αὖθις!

Οὐχ ἡλιάζομαι ἔγωγε Διδακουπόλει. Διὰ γὰρ τῆς παρεληλυθυίας νυκτὸς ὗσε, νῦν δὲ συννέφελος οὐρανὸς ἔχει. Ἔρρωσθε

τῷ Θεῷ δεῖ με ἡλιασμένον εὐχαριστεῖν.

ἡλιάζω – …Παθ. θερμαίνομαι ἐν τῷ ἡλίῳ. (Λ.Σ.Κ.)

ἀποδημοῦντος δὲ ἐμοῦ ἔβρεξεν ὦδε ὧστε μόλις καλυφθῆναι πάλιν τὰ θεμέλια τὰ τῆς γεφύρης.

ὦ Ῥύστι, σήμερον ἐπινέφαλός ἐστιν καὶ νῦν τῇ τρίτῃ ὥρᾳ οὐκέτι λάμπει ὁ ἡλιος.

Ἐνταῦθα ὁ οὐρανὸς μεταβάλλεται. Τὸ μὲν γὰρ ὁ ἥλιος λάμπει, τὸ δ’ αἱ νεφέλαι καλύπτουσιν αὐτόν.



φίλτατοι, τί ἐννοεῖ τὸ εὐδία ἔχει;

λέγουσιν οἱ τῶν καιρῶν ἔμπειροι εὐδίαν ἕξειν. ἐλπίζω δ’ ὅτι ἀκριβῶς λέγουσι.

καλῶς τοῦτο ἐρωτᾷς.

τὸ «εὐδία ἔχει» σημαίνει τὸ «εὐδία ἐστί, εὐδίαν βλέπομεν, πέφηνα ἡ εὐδία,» τοῦτ’ ἐστιν «εὔδιος ὁ οὐρανός, λαμπρὸς καὶ γαληνὸς ὁ ἀήρ, λάπει ὁ ἥλιος, χειμῶνος μὴ ὄντος,» κ.τ.λ.

εἰ τὸ εὔδια ἔχει ἐγράψατε ὑμεῖς ἢ τὸ εὐδίαν ἔχει, ἐρώτημα οὐκ εἶχον ἄν, ἀλλὰ πολλάκις ἀνέγνων τὸ εὐδία ἔχει ἀπορῶν τοῦ κατανοεῖν τί ἔχει ἡ εὐδία. λέγε, ὦ φίλε καὶ μὴ ἐντρέπου, ποταπὴ ἡ σύταξις τοῦ εὐδία ἔχει;

Τί δὴ ἀμφίβολόν ἐστιν, ὦ Ἐκηβόλε; Τὸ γὰρ ῥῆμα ἔχω καὶ ἀλλοπαθές ἐστιν, παραδείγματος ἕνεκα · ἔχω μῆλον ἐν τῇ χειρί, καὶ ἀμετάβατον · καλῶς ἔχω.
Ἐνταῦθα μὲν κατὰ μέρος συννέφελός ἐστι. Νῦν δὲ ὅρω τὸ τοῦ ἡλίου φῶς.

Τὸ μὲν πρῶτόν σου παράδειγμα τὸ διαβατικὸν τὸ ἔχω μῆλον ἐν τῇ χειρί, δηλόν ἐστιν ὅτι τὸ ἔχειν ἐννοεῖ τὸ κρατεῖν ἢ τὸ κεχρῆσθαι. ὁ ἔχων τὸ μῆλον δύναται ἀποθεῖναι αὐτὸ ἢ φαγεῖν αὐτὸ ἢ μεταδοῦναι ἄλλῳ. τὸ δὲ δεύτερον τὸ καλῶς ἔχω τὸ ἀμετάβατον περιγράφει τὴν κατάστασιν σου, εἶτε ὑγιαίνεις εἶτε πλοῦτος εἶ εἶτε τὶ ἄλλο καλόν.

εἰ μὲν ἐγράψατε ἀντὶ τοῦ ἔχει εὐδία τὸ ἔχει εὐδίαν, ἀμφισβήτησιν οὐχ ὑπέλιπεν ὅτι κατὰ τὸ σὸν παράδειγμα τὸ πρῶτον εἴη. εἰ δὲ ἐγράψατε τὸ εὐδίως ἔχει ἢ τὸ εὔδια ἔχει κατὰ τὸ δεύτερον εἴη. ἀλλὰ τὸ γεγραμμενον τὸ ἔχει εὐδία οὔτε κατὰ τὸ πρῶτον οὔτε κατὰ τὸ δεύτερον.

τὸ δὲ ἀμφίβολόν ἐστιν, ὦ bedwere, διαβατικὸν ἢ ἀμετάβατον τὸ ἔχει εὐδία; εἰ μὲν διαβατικὸν, τί ἔχει ἡ ευδία. εἰ δὲ ἀμετάβατον, πῶς;

Can intransitive ἔχειν be used absolutely without an adverbial complement?