δηλοῖ ὁ μῦθος ὅτι ἀπ’ οὐρανοῦ τὸν Διάβολον λοιδορήσω. οὐκ ἐγὼ ἀλλ’ ὁ τόπος.
τί σημαίνιε τὸ διὰ τοῦ ἀρχοῦ? μένετε. Βέδωερε γὰρ ἐρεῖ ἡμῖν.
οἴμοι!
ὁ μῦθος δηλοῖ ὄτι οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. ἀναισχυντὸς γὰρ εἰσιν.
Μῦθοι Αἰσώπειοι· ρκα’, ρκβ’, ρκγ’
Ζεὺς καὶ Ἀπόλλων
Ἔρις ἐγένετο μεταξὺ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος περὶ τὴν τοξικὴν τέχνην. Ὁ οὖν μὲν Ἀπόλλων ἀφῆκε τὸ βελός. Ὁ δὲ Ζεὺς ἐπορεύθη ὅπου τὸ βέλος ἀφῖκετο.
Ζεὺς καὶ ὄφις
Ὁ ὄφις ῥόδον ἐν τῷ στόματι ἔχων προσῆλθεν πρὸς τὸν Δία γάμους ποιοῦντα. Ὁ δὲ Ζεὺς μὴ πιθόμενος τῷ ὄφει οὐκ ἐδέξατο τὸ δῶρον αὐτοῦ.
Ζεὺς καὶ πίθος ἀγαθῶν
![]()
Πάντα τὰ ἀγαθὰ ὑπὸ τοῦ Διὸς ἐν πίθῳ τινὶ ἐκλείσθη. Ἀνθρώπου δέ τινος τὸν πίθον ἀνοίγοντος, πάντα τὰ ἀγαθὰ ἐπανῆλθεν εἰς τὸν Ὄλυμπον.
πάλιν μὲν οὖν χαίρω καινοὺς μύθους δεχόμενος.
πρὸς τὸν Σατανᾶν ὁ λόγος εὔκαιρος. μόνον γὰρ θάνατον δίδωσι οὖτος.
πίθος - - ἄγγος μέγα πήλινον ἐν ᾧ οἶνος σῴζεται. (Καρύσο) τὸ οἰνηρὸν ἀγγεῖον. (Φαβαρίνο) πρβλ. ἀμφορεύς. (Λ.Σ.Κ.)
ὁ μὲν Ζεὺς τὰ ἀγαθὰ ἐν πίθει ἔθηκε. ὁ δὲ Θεὸς ἐν πίστει.
(ἀλλὰ νομίζω ὅτι δεῖ τὸ ἐν πίθῳ γράφειν, οὐ τὸ ἐν πίθει.)
εὐτυχεῖτε δή, ὦ φίλοι.
Χάριν οἶδά σοι, ὦ Μᾶρκε, ὅτι διώρθωσάς με. Ἔστι γὰρ ὁ πίθος, λόγος ἀρσενικὸς ὤν τῆς δευτέρας κλίσεως.
Μῦθοι Αἰσώπειοι· ρκδ’, ρκε’, ρκϛ’
Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος
Ὁ Μῶμος κριτὴς ἐγένετο περὶ τῶν ἔργων τοῦ Διὸς καὶ τοῦ Προμηθέως καὶ τῆς Ἀθηνᾶς. Κατεφρόνησε δὲ καὶ τὸν ταῦρον τὸν τοῦ Διὸς ὡς μὴ ἔχοντα ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι, καὶ τὸν ἄνθρωπον τὸν τοῦ Προμηθέως ὡς τὸν νοῦν κρυπτὸν ὄντα, καὶ τὸν οἶκον τὸν τῆς Ἀθηνᾶς ὡς μὴ τρόχους ἔχοντα. Ὁ δὲ Ζεὺς ὀργισθεὶς ἐξέβαλεν αὐτὸν ἐκ τοῦ Ὀλυμπίου.
Ζεὺς καὶ χελώνη

Iuppiter et Testudo by laurakgibbs, on Flickr
Διατί ἡ χελώνη περιφέρει τὴν ἑαυτῆς οἰκίαν; Διότι οὐ παρεγένετο τοῖς τοῦ Διὸς γάμοις, ὁ Ζεὺς κατέγνω αὐτήν.
Ζεὺς κριτής
Κελεύσαντος τοῦ Διός, τὰ τῶν ἀνθρώπων ἁμαρτήματα ἐπὶ ὀστράκοις γεγραμμένα ἐστὶν ἵνα ὁ Κρόνιος κρίνῃ αὐτούς. Τοσοῦτοι δέ εἰσιν ὥστε τὴν κρίσιν διὰ πολλοῦ χρόνου ἐπιμενεῖν ἕως τοῦ τέλους.
καινὸν λόγον ἄρτι νῦν μεμάθηκα.
ἐνάρετος, ον – ἔχων ἀρετήν…ἀνδρεῖος, γενναῖος. (Λ.Σ.Κ.)
νομίζω δ’ ὅτι Αἴσωπος θέλει λέγειν τὸ «καλὸς» ἢ τὸ «τέλειος.»
λέγει ἡ μὲν χελώνη « οἶκος φίλος, οἶκος ἄριστος.» ὁ δὲ Τρύμπ «πατρὶς φίλη, πατρὶς ἀρίστη.» ![]()
Τί λέγω; Ἆρα ὁ ἐχθρὸς τοῦ ἐχθροῦ μού ἐστι φίλος μου; Εὐλογείτω γέ τοι Κύριος ὁ Θεὸς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα τὸν πρόεδρον ἵνα οὗτος τὸ θέλημα αὐτοῦ ποιῇ.
Μῦθοι Αἰσώπειοι· ρκζ’, ρκη’, ρκθ’
Ἥλιος καὶ βάτραχοι
![]()
Γαμῶν τοῦ Ἡλίου γιγνομένων, οἱ μὲν πολλοὶ τῶν βατράχων ἔχαιρον. Μόνος δὲ εἷς σοφὸς ὢν ἐλυπεῖτο ὅτι ὁ Ἥλιος μετὰ τῶν παιδίων καὶ μᾶλλον ξηρανεῖ τὴν γῆν.
Ἡμίονος
Ἡμίονός τις ὑπερήφανος οὖσα ἔλεγεν ὁμοία τῷ πατρὶ τῷ ἵππῳ εἶναι. Ἀνάγκῃ δὲ δραμοῦσα καὶ κεκοπιακυῖα ἐμνήσθη τοῦ ἀληθοῦς πατρὸς τοῦ ὄνου.
Ἡρακλῆς καὶ Ἀθηνᾶ
Ὁποτεοῦν ὁ Ἡρακλῆς ἔπαιέν τι καρπῷ ὅμοιον κείμενον ἐπὶ τῆς ὁδοῦ, τὸ μέγεθος αὐτοῦ ηὐξάνετο. Τελὸς δὲ ἡ Ἀθηνᾶ φανοῦσα εἶπε τοῦτο φιλονεικίαν καὶ ἔριν εἶναι. Δεῖ γὰρ καταλιπεῖν αὐτὰς μὴ αὐξάνωνται.
1 Κορ 7:9: κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.
δηλοῖ ὁ μῦθος ὅτι κρεῖσσόν ἐστιν τὸν ἥλιον μὴ γαμῆσαι ἢ τοὺς βατράχους πυροῦσθαι. ![]()
Πῶς γὰρ οὔ; ![]()
Μῦθοι Αἰσώπειοι· ρλ’, ρλα’, ρλβ’
Ἡρακλῆς καὶ Πλοῦτος

Ὁ Ἡρακλῆς εἰς τὸν οὐρανὸν εἰσελθὼν πάντας μὲν τοὺς θεοὺς ἠσπάζετο, τοῦ δὲ Πλούτου κατεφρόνει. Τῷ δὲ Διὶ τὴν αἰτίαν ἐρομένῳ ἀποκρινάμενος εἶπε τὸν Πλοῦτον παρὰ τοῖς πονηροῖς διατρίβειν.
Ἥρως
Ἀνήρ τις τῷ εἰδώλῳ ἥρωός τινος ὡς πλεονάκις ἔθυεν. Ὁ οὖν ἥρως κατ’ ὄναρ ὀφθεὶς παρεκάλεσεν αὐτὸν μὴ πάντα διαφθείρων μέμψεσθαι αὐτόν.
Θύννος καὶ δελφίς

Θύννος τις ὑπὸ δελφίνου πολὺ χρόνον διωκόμενος τέλος εἰς αἰγιαλὸν ἀφίκετο. Ἐνταῦθα μὲν ἀποθνῄσκων ἑωρακὼς δὲ καὶ τὸν θύννον οὐ δυνάμενον ἀπελθεῖν, ὁ θανατος, ἔφη, ἡδύς ἐστί μοι ὅτι ὁ ἔχθρός μου συναναλίσκεται.
Μῦθοι Αἰσώπειοι· ρλγ’, ρλδ’, ρλε’
Ἰατρὸς <ἄτεχνος>
Πάντες οἱ ἰατροὶ ἔλεγον νοσοῦντί τινι ὅτι ὑγιανεῖ. Μονὸν δὲ ἰατρός τις τὴν τεχνὴν οὐκ εἰδὼς ἔφη τὸν ἄρρωστον διὰ τῆς νόσου ἀποθανεῖσθαι. Μετὰ δὲ πολλὰς ἡμέρας ὁ ἀνὴρ σεσῳσμένος μὲν νεκρῷ εἰκὼς δέ, ἀπήντησε τῷ ἰατρῷ. Ὁ δέ, τοῦ ἰατροῦ περὶ τῶν ἀποθανόντων ἐρομένου, Πλούτων καὶ Περσεφόνη, ἔφη, μισοῦντες τοὺς ἰατροὺς ὅτι τοὺς ἀρρώστους ἰῶνται καταγράφουσι τὰ ὀνόματα αὐτῶν ἵνα παίωσιν αὐτούς. Ἐγὼ δὴ ἐμαρτύρησά σε ψευδῆ ἰατρὸν εἶναι.
Ἰατρὸς καὶ νοσῶν

Ἄνρθωπός τις ὑπὸ ἰατροῦ τινος θεραπευόμενος ἀπέθνῃσκεν. Ὁ δὲ ἰατρὸς ἔλεγε τοῖς φίλοις τοῦ ἀποθνῄσκοντος ὅτι εἰ μόνον ἐνέματος ἀπέλαυεν καὶ οἶνον μὴ ἔπινεν, ἔσῳζεν ἄν. Ἀλλ’ ἔδει ταῦτα πρότερον λέγειν, ἀντεῖπέ τις, οὐ νῦν.
Ἰκτῖνος καὶ ὄφις
Ἰκτῖνος ἤρπασεν ὄφιν. Τοῦ δὲ ἰκτίνου ἀποπετομένου, ὁ ὄφις ἔδακεν αὐτόν. Ἔπειτα, ἀμφοτέρων καταπιπτόντων, ὁ ὄφις εἶπέ σε τὴν δίκην δοῦναι ἀντὶ τῆς τοῦ ἰκτίνου ἀδικίας.
Μῦθοι Αἰσώπειοι· ρλϛ’, ρλζ’, ρλη’
Ἰκτῖνος χρεμετίζων
![]()
Οἱ πάλαι ἰκτῖνοι φωνὴν καλὴν εἶχον. Ἀκούσαντες δὲ τὴν τῶν ἵππων ἐπεχείρουν μιμεῖσθαι ὥστε μὴ δυνάμενοι χρεμετίζειν ἀπώλεσαν καὶ τὴν ἑαυτῶν φωνήν.
Οἱ πάλαι ἐχρῶντο τῷ τοῦ ἰξοῦ καρπῷ τοῦ τοὺς ὄρνιθας θηρεύειν. Ἰξευτὴς δέ τις ἐπιχειρῶν κίχλαν λαβεῖν οὐκ ἐθεάσατο ἀσπίδα ἐν τῇ πόᾳ κειμένην. Ἡ δὲ δακοῦσα ἀπέκτεινεν αὐτόν.
Ἵππος γέρων
Ταλαίπωρος ὁ ἵππος. Ἐν μὲν γὰρ τῇ ἡλικίᾳ αὐτοῦ ἐν τοῖς ἱπποδρόμοις ἔτρεχεν. Νῦν δὲ γέρων γενόμενος ἐν τῷ μυλῶνι ἕλκει.
Μῦθοι Αἰσώπειοι· ρλθ’, ρμ’, ρμα’
Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος
Ὁ ἄνθρωπος Διὶ πεποιημένος ὀλίγους ἐνιαυτοὺς ἔζη. Χειμῶνος δὲ γενομένου, ἵππος καὶ βοῦς καὶ κύων ἦλθον καθ’ ἕνα πρὸς τὴν οἰκίαν αὐτοῦ. Ὁ μὲν ἄνθρωπος ἀπεδέξατο αὐτοῦς, ᾔτησε δ’ ἔτη ἐκ τῶν βίων ἀντὶ τοῦ ξενίσαι αὐτούς. Διὰ τοῦτό εἰσιν τέτταρες χρόνοι ἐν τῇ τῶν ἀνθρώπων ζωῇ. Ἐν γὰρ τῷ πρώτῳ ὁ ἄνθρωπος καθαρός ἐστιν. Ἐν δὲ τοῖς ἄλλοις διὰ τὰ πάθη ἔοικεν ἵππῳ καὶ βοῒ καὶ κυνί.
Ἵππος καὶ ἱπποκόμος
Ὁ ἱπποκόμος τὴν τοῦ ἵππου κριθὴν κλέπτων πολὺ ἐκτένιζεν αὐτόν βουλόμενος πωλῆσαι. Ἀλλ’ ἄμεινον ἦν τρέφειν τὸ ζῴον ἵνα καλὸν γένοιτο.
Ἵππος καὶ ὄνος


Ὁ ὑπερήφανος ἵππος οὐκ ἠθέλησε βοηθεῖν τῷ ὄνῳ καὶ βαστάζειν μέρος τοῦ φόρτου. Τοῦ δὲ ὄνου δὶα τὸν πόνον τελευτήσαντος, ἔδει τὸν ἵππον βαστάσαι τὸν ὅλον φόρτον.
Μῦθοι Αἰσώπειοι· ρμβ’, ρμγ’, ρμδ’
Ἵππος καὶ στρατιώτης

Ὅτε μὲν πόλεμος ἦν, ὁ στρατιώτης κριθῇ ἔτρεφε τὸν ἵππον. Ὁτε δ’ εἰρήνη ὑπῆρχεν, ἄχυρον διδούς, ἐχρᾶτο αὐτῷ ὡς φορτία βαστάζοντι. Τοιγαροῦν ὁ ἵππος οὐκέτι ἐδυνήσατο τὸν στρατιώτην εἰς πόλεμον φέρειν.
Κάλαμος καὶ ἐλαία
Ὅταν μέγας ἄνεμος πνέῃ, οὐχ ἡ ἰσχυρὰ ἐλαία σωθήσεται ἀλλὰ ὁ καμπτὸς κάλαμος.
Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>

Ἡ κάμηλος ποταμὸν τὸν ῥέοντα διαβαίνουσα ἐθαύμασεν ἰδοῦσα τὸν κόπρον αὐτῆς ἔμπροσθεν αὐτῆς ἀφικόμενον.
Μῦθοι Αἰσώπειοι· ρμε’, ρμϛ’, ρμζ’
Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος
Κατὰ τὸν πίθηκον οὔτε ἡ κάμηλος οὔτε ὁ ἐλέφας ἄξιός ἐστι τοῦ βασιλὲα τῶν ἀλόγων ζῴων γένεσθαι. Ὁ μὲν γὰρ ἐλέφας φοβεῖται τὰ χοιρίδια, ἡ δὲ κάμηλος τοὺς ἀδίκους οὐ μισεῖ.
Κάμηλος καὶ Ζεύς
Ἡ κάμηλος ἐπιθυμοῦσα τὰ τῶν βοῶν κέρατα ἔχειν προσελθοῦσα ᾔτησε τὸν Δία. Ὁ δὲ ὀργισθεὶς καὶ μέρος τι τῶν ὤτων αὐτῆς ἀφεῖλεν.
Κάμηλος ὀρχουμένη
Ὁ μὲν μῶρος δεσπότης βούλεται τὴν κάμηλον ὀρχεῖσθαι. Ἡ δὲ οὕτως αἰσχρά ἐστιν ὥστε καὶ ἀκόσμως περιπατεῖν.
Μῦθοι Αἰσώπειοι· ρμη’, ρμθ’, ρν’
Κάμηλος τὸ πρῶτον ὀφθείς

Οἱ ἄνθρωποι τὸ πρῶτον ἰδόντες τὴν κάμηλον ἐφοβοῦντο διὰ τὸ αὐτὴν μεγάλην εἶναι. Ἔπειτα δὲ αἰσθόμενοι τῆς πραότητος αὐτῆς προσῆλθον πρὸς αὐτήν. Τέλος δὲ συνιέντες αὐτὴν μήποτε ὀργίζεσθαι ἐχρῶντο αὐτῇ πρὸς τὸ τοὺς παίδας ἐλαύνειν.
Κάνθαροι δύο
Ἑνὸς βοὸς ἐν μικρᾷ νήσῳ ὄντος, ὀλίγη κόπρος ἦν τοῦ τὼ κανθάρω τρέφεσθαι διὰ τοῦ χειμῶνος. Διὸ ὁ μὲν ἔμενεν, ὁ δ’ ἐπαγγείλας τροφὴν ἂν οἴσειν, εἰ εὕροι, εἰς τὸν χέρσον ἀπῆλθεν. Οὗτος καίπερ πολλὴν κόπρον εὑρὼν καὶ λιπαρὸς γενόμενος, ἐπανελθὼν οὐδὲν ἔκομισε τῷ φίλῳ ὅτι κατ’ αὐτὸν ἀδύνατον εἴη.
Καρκῖνος καὶ ἀλώπηξ
Καρκῖνός τις ἐκ τῆς θαλάσσης εἰς τὸν αἰγιαλὸν προσελθὼν ὑπ’ ἀλώπεκος ἀνηλώθην. Ἄμεινον δ’ ἂν ἦν εἰ ἐν τῇ θαλάσσῃ ἔμεινεν.
Μῦθοι Αἰσώπειοι· ρνα’, ρνβ’, ρνγ’
Καρκῖνος καὶ μήτηρ

Ἡ μὲν τοῦ καρκίνου μήτηρ παρεκάλει αὐτὸν ὀρθῶς βαδιζεῖν. Ὁ δὲ εἶπεν ὅτι πρῶτον χρὴ αὐτὴν μὴ λοξῶς περιπατεῖν.
Καρύα τις ἐλυπεῖτο ὅτι παρὰ τὴν ὅδον οὖσα ὑπὸ πάντων τὼν παρατυγχανόντων καὶ τοὺς καρποὺς αὐτῆς ἐπιθυμούντων λίθοις βάλλοιτο.
Κάστωρ

Οἱ πάλαι ἐνόμιζον τὴν τοῦ κάστορος πόσθην χρησίμην εἰς φαρμακοποιίαν εἶναι. Καὶ δὴ καὶ ὁ κάστωρ ἐλέγετο, ὅτε μὴ δυνηθείη ἐκφεύγειν ἀπὸ τῶν διωκόντων, ἀποκόψας τὸ γεννητικὸν μέλος σῴζειν ἑαυτόν.
Μῦθοι Αἰσώπειοι· ρνδ’, ρνε’, ρνϛ’
Κηπουρὸς <ἀρδεύων λάχανα>
Ὦ κηπουρέ, εἱπέ μοι διὰ τί τὰ ἐν τῇ ὕλῃ λάχανα ἰσχυρότερά ἐστι τῶν ἐν τῷ ἀγρῷ. Ὅτι ἡ γῆ οὑτως φιλεῖ τὰ μὲν ἐν τῇ ὕλῃ ὡς γεγεννημένη αὐτά, τὰ δὲ ἐν τῷ ἀγρῷ οὔ.
Κηπωρὸς καὶ κύων
Ὁ κηπουρὸς ἐβούλετο σῶσαι τὸν ἑαυτοῦ κύνα τὸν εἰς φρέαρ πεπτωκότα. Ὁ δὲ κύων φοβούμενος μὴ ἐκεῖνος ἀποκτείνῃ αὐτόν, ἔδακε τὴν χεῖρα τοῦ δεσπότου.
Κιθαρῳδός

Κιθαρῳδός τις οἴκοι μόνος ᾄδων καὶ τὴν ἦχον ἀκούων ᾤετο καλῶς ποιεῖν. Ἀφικομένου δὲ εἰς θέατρον, οἱ θεασόμενοι λίθους ἔβαλον εἰς αὐτὸν διὰ τὴν κακοφωνίαν.









