Μῦθοι Αἰσώπειοι

Μῦθοι Αἰσώπειοι· πβ’, πγ’, πδ’

Γεωργὸς καὶ ὄφις <ὑπὸ κρύους πεπηγώς>

Γεωργός τις εὗρεν ὄφιν διὰ τὸ ψύχρος πεπηγμένον. Ὁ μὲν γεωργὸς λαβὼν καὶ θερμήνας ἔσωσε αὐτόν. Ὁ δὲ ὄφις πονηρὸς τὴν φύσιν ὢν δακὼν ἀπέκτεινε τὸν γεωργόν.

Ἀνάγνωσις τοῦ πβ’ μύθου


Γεωργὸς καὶ παῖδες αὐτοῦ

Οὗτος ὁ γεωργὸς ἀποθνῄσκων παρεκάλεσε τοὺς παῖδας σκάπτειν τὸν ἀμπελῶνα ἵνα θησαυρόν τι εὕροιεν. Κατὰ γὰρ τὸν γεωργὸν αὐτὴ ἡ γεωργία ἦν ἀληθὴς πλοῦτος. Οἱ δὲ παῖδες ἐν τῷ ἀμπελῶνι πονήσαντες συνῆκαν ὅτι πολὺν καρπὸν φέροι.

Ἀνάγνωσις τοῦ πγ’ μύθου

Γεωργὸς καὶ τύχη

Γεωργός τις ἔσκαπτε τὸν ἀγρόν. Εὑρὼν μὲν χρυσὸν χάριν ἐδίδου τῇ Γῇ ἥνεκα τοῦ δώρου. Ἡ δὲ Τύχη ἐμέμφθη αὐτὸν ὅτι αὐτὴ παρέσχε τὸ θησαυρόν, οὐδὲ ἡ Γῆ.

Ἀνάγνωσις τοῦ πδ’ μύθου

Ἡ βίβλος

χαίροις, φίλτατε.

ἡ δὲ Γῆ οὐκ ἔδωκε τὸν χρυσὸν, οὐδε ἡ Τύχη, ἀλλὰ Θεὸς μόνος.

καλῶς εἶπε οὗτος. πάντων δ’ ὁ εὐεργέτης ἡμῶν Θεός ἐστι. τοῦτο γὰρ γέγραπται.

Ἰακ 1:17α: πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων…

τῷ οὖν Θεῷ δεῖ πάσας χάριτας ἀπονέμειν.

σκάπτω – ὀρύσσω, τὴν γῆν ἐργάζομαι.
σκώπτω – γελωτοποιῶ, ποῖω σε γελᾶν.

ἐρρῶσαι δὲ λίαν σε βούλομαι ἔγωγε.

Χάριν ἔχω σοι, ἐν ὁδῷ ὤν. Τὸ δὲ λογιστήριόν μου οὐκέτι ἐργάζεται. :frowning: Ἔρρωσο

Μῦθοι Αἰσώπειοι· πε’, πϛ’, πζ’

Γεωργὸς καὶ φυτόν

Δένδρον τι πολλοὺς μὲν τέττιγάς τε καὶ στρουθοὺς ἐπὶ τοῖς κλάδοις εῖχεν, οὐδένα δὲ καρπόν. Διὸ ὁ μὲν αὐτουργὸς ἔκοπτε τὸ δένδρον, οἱ δ’ ἐνταῦθα οἰκοῦντες ἐδέοντο αὐτοῦ φείσασθαι. Εὑρὼν δὲ σμῆνος μελισσῶν ὁ ἀνὴρ ἐπαύσατο κόπτειν ὡς φιλῶν τὸ μέλι.

Ἀνάγνωσις τοῦ πε’ μύθου

Γεωργοῦ παῖδες <στασιάζοντες>

Ἀεὶ ἦν στάσις μεταξὺ τῶν τοῦ γεωργοῦ υἱῶν. Ὁ οὖν πατὴρ παράδειγμα ἐδῶκε αὐτοῖς ὅτι δεῖ φιλίαν τε καὶ ἔνωσιν εἰς ἀλλήλους εἶναι. Οὐ μὲν γὰρ ἔξεστι κατακλάσαι πολλὰς ῥαβδοὺς ἠθροισμένας. Ῥαδίως δὲ κατὰ μίαν κατακλᾶται.

Ἀνάγνωσις τοῦ πϛ’ μύθου

Γραῦς καὶ ἰατρός

Γραῦς τις ἔδωκεν ἂν τὸν μισθὸν τῷ ἰατρῷ, εἰ οὗτος ἔσωσε τὰ ὄμματα αὐτῆς. Ἡ δὲ σεσῳσμένη μηδὲ θέλουσα ἀποδοῦναι τὰ χρήματα, ἔμπροσθεν τῶν κριτῶν οὐ γὰρ βλέπω, ἔφη, τὰ σκεύη μου. Ὁ γὰρ ἰατρὸς κλέπτης ἦν,

Ἀνάγνωσις τοῦ πζ’ μύθου

Ἡ βίβλος

ἀσπάσομαί σε, φίλε Ῥοβέρτῳ, ἐγὼ Μᾶρκος, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. χάριν δέ σοι οἶδα ὑπὲρ τῶν τῆς ἀναγνώσεως βοηθειῶν.

καλῶς ἐρρέθη τοῦτο. γέγραπται δὲ τοῦτο:

Εκκλη. 4:12: καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.

ὁ δὲ λόγος δηλοῖ ἀνίκητός ἐστιν ἡ ἁγία Τριάς.

τί δὲ βλέπομεν ἐν τῇ σου εἰκόνι? τὸν φάκελον βλέπομεν.

φάκελος – φορτίον ξύλων. (Favorino Varino)

https://ia601206.us.archive.org/35/items/lexiconvarinou/downloaded(12).pdf

ὁ φάκελος σημαίνει πολλὰ ξύλα, τούτ ἐστι ξύλων δέσμη. Ῥωμαιιστὶ δὲ τὸ φάκελος λέγεται τὸ fascis. ἐκ τούτου τὸ Φασισμός. τὸν δὲ Φασισμὸν οὐ φιλῶ, ἀλλὰ τὴν Δημοκρατίαν.

ὁ λόγος δηλοῖ ὅτι ὁ ἀληθὴς ἰατρὸς Ἰησοῦς ἐστιν καὶ μόνος κλεπτής ἐστιν ὁ Διάβολος.

πορεύου πολλὰ χαίρων, φίλτατε!

Χαῖρε, ὦ βέλτιστε Μᾶρκε. Τὰ δὲ ὑπομνήματά σου ἀεὶ βελτίω γίγνεται. Χάριν οὖν δίδωμί σοι ἐπὶ τῷ πινακιδίῳ γράφων. Εὐψύχει.

Μῦθοι Αἰσώπειοι· πη’, πθ’, ϙ’

Γυνὴ καὶ ἀνὴρ <μέθυσος>

Ἀνήρ τις πολλάκις ἐμεθύσκετο. Ἡ οὖν γυνὴ αὐτοῦ, θέλουσα διορθῶσαι αὐτόν, βαστάσασα τὸν διὰ τὸν οἶνον καθεύδοντα ἄνδρα, παρὰ τοῖς τάφοις κατέλιπεν αὐτόν. Ἐπεῖτα δὲ ἡ μὲν γύνη ἐπανελθοῦσα, κομίζω, ἔφη, τὴν τῶν νεκρῶν σῖτον. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι αἱροῦμαι πιεῖν ἢ φαγεῖν. Ὦ, τῆς ταλαιπώρου γυναικός.

Ἀνάγνωσις τοῦ πη’ μύθου

Γυνὴ καὶ θεράπαιναι

Ὑπηρέτιδές τινες τὸν ἀλέκτορα μισοῦσαι ὅτι ἐδεῖν αὐτὰς τῆς ἀλεκτοροφωνίας ἐγερθῆναι, ἀπέκτειναν αὐτόν. Οὐκοῦν ἡ δέσποινα ἤρξατο καὶ πρότερον ἐπικαλεῖν αὐτάς.

Ἀνάγνωσις τοῦ πθ’ μύθου


Γυνὴ καὶ ὄρνις

Ὄρνις ἦν χήρᾳ τινὶ ἅπαξ τῆς ἡμέρας ἓν ᾦον τίκτουσα. Ἡ μὲν γύνη τὴν τῆς ὄρνιθος τροφὴν ηὔξησεν ἵνα πλεῖονα ᾦα διὰ τῆς ἡμέρας τίκτοι. Ἡ δὲ ὄρνις λιπαρὰ γενομένη οὐδὲ ἓν ᾦον καθ’ ἡμέραν ἔτικτεν.

Ἀνάγνωσις τοῦ ϙ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ϙα’, ϙβ’, ϙγ’

Γυνὴ μάγος

Γυνή τις διὰ τῆς μαγικῆς τέχνης τὸν μισθὸν ἐλάμβανεν. Εἰς δὲ τὸ δικαστήριον κληθεῖσα καὶ καταγνωσθεῖσα καινότητος περὶ τὰ τῶν θεῶν, κατεδικάσθη ἐπὶ θανάτῳ. Βλέψας δέ τις πρὸς αὐτήν, ὦ αὕτη, ἔφη, οὐκέτι ὠφελεῖ σοι ἡ τέχνη σου;

Ἀνάγνωσις τοῦ ϙα’ μύθου

Δάμαλις καὶ βοῦς

Πρῶτον μὲν ἡ δάμαλις ἀργὸς οὖσα καταφρονεῖ τοῦ βοὸς ἐν τῷ ἀγρῷ πονοῦντος. Ἔπειτα δέ, τῆς ἑορτῆς ἀρξαμένης καὶ τῆς δαμάλεως μελλούσης θύεσθαι, ὁ βοῦς καταγελᾷ αὐτῆς.

Ἀνάγνωσις τοῦ ϙβ’ μύθου


Δειλὸς κυνηγὸς καὶ δρυτόμος

θηρευτής τις δειλὸς ὢν καὶ ἴχνη λεόντος ἑπόμενος ἔρετο δρυτόμον εἰ ἴδοι αὐτά. Ὁ δὲ ἀποκρινάμενος εἶπε δείξειν οὐ μόνον τὰ ἴχνη ἀλλὰ καὶ τὸν λεόντα. Ὁ δὲ θηρατὴς φοβηθείς· τὰ μὲν ἴχνη, ἔφη, ζητῶ, τὸν δὲ αὐτὰ ποιήσαντα οὔ.

Ἀνάγνωσις τοῦ ϙγ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ϙδ’, ϙε’, ϙϛ’

Δέλφαξ καὶ πρόβατα


Ὗς τις ὐπὸ τοῦ ποιμένος ἀρθεὶς πολὺ ἔκραζεν. Ὁ δέ, τῶν προβάτων τὴν αἰτίαν ἐρομένων, ἀποκρινάμενος, ὁ ἄνθρωπος, ἔφη, λαμβάνει τὸ μὲν γάλα ἢ τὸ ἔριον ἀπὸ τῶν προβάτων , τὸ δὲ κρέας ἀπὸ τῶν ὑῶν.

Ἀνάγνωσις τοῦ ϙδ’ μύθου

Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός


Πολεμὸς ἦν μετὰ τῶν φαλλαινῶν καὶ τῶν δελφίνων. Κωβιὸς μέν τις, μικρὸς ἰχθὺς ὤν, ἤθελε τὰς σπονδὰς ποιεῖσθαι. Οἱ δὲ μεγάλοι ἰχθῦς κατεφρόνησαν αὐτοῦ.

Ἀνάγνωσις τοῦ ϙε’ μύθου

Δημάδης ὁ ῥήτωρ

Δημάδης ὁ ἀθηναῖος οὐχ οἷος τ’ ἦν τοὺς πολίτας ἐπὶ τὰ πολιτικὰ ἐπιστρέφειν. Διὰ τοῦτο ἔλεγεν μῦθον περὶ χελιδόνα καὶ ἔγχελυν καὶ Δημήτρα θελούσας ποταμὸν διαβῆναι. Ἡ μὲν χελιδὼν πέτεται, ἡ δὲ ἔγχυλυς νεῖ. Οἱ οὖν πολῖται ἤροντο τὸν ῥήτορα ὅτι ἡ Δημήτηρ πράττοι. Μέμφεται, ἔφη ὁ Δημάδης, ὑμᾶς τὰ δημόσια ἀμελούντας.

Ἀνάγνωσις τοῦ ϙϛ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ϙζ’, ϙη’, ϙθ’

Διογένης καὶ φαλακρός

Ἄνθρωπός τις ψιλὸς τὴν κεφαλὴν ὢν ἐλοιδόρει τὸν Διογήνην. Ὁ δὲ ἐπήνασε τὰς τρίχας αὐτοῦ τὰς καταλελοιπυίας τὸ τοῦ πονηροῦ κρανίον.

Ἀνάγνωσις τοῦ ϙζ’ μύθου

Διογένης ὁδοιπορῶν

Ὁ Διογήνης διαβὰς μὲν διὰ τοῦ πορθμέως τὸν ποταμὸν ἰδὼν δὲ καὶ ἄλλον ἄνθρωπον ὑπ’ αὐτοῦ διενεχθέντα οὐκ ἔδωκε χάριν αὐτῷ ὅτι οὐκ ἐκ φιλανθρωπίας ἀλλ’ ἐκ κενοδοξίας τοῦτο ποιοίη.

Ἀνάγνωσις τοῦ ϙη’ μύθου

Δρύες καὶ Ζεύς

Αἱ μὲν δρύες χαλεπῶς ἔφερον ὅτι οἱ ἄνθρωποι ταῖς πέλυξιν κατατέμνουσιν αὐτάς. Ὁ δὲ Ζεύς· ἔνοχοί ἐστε, ἐφή, αὐταί, αἱ χρησιμώταται οὖσαι πρὸς τὸ τὰς πέλυκας ποιεῖν.

Ἀνάγνωσις τοῦ ϙθ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ρ’, ρα’, ρβ’

Δρυτόμοι καὶ πεύκη

Λυπεῖται ἡ πεύκη ὅτι οἱ ἐργᾶται ἐκ τοῦ ξύλου αὐτῆς σφῆνας ἐποίησαν τοῦ εὐκόπως αὐτὴν κόπτεσθαι.

Ἀνάγνωσις τοῦ ρ’ μύθου

Ἐλάτη καὶ βάτος


Ἡ μὲν ἐλάτη καλὸν δένδρον οὖσα ἐπῄνει ἑαυτήν. Ἡ δὲ βάτος ἀποκρινομένη εἶπεν αὐτὴν μᾶλλον βάτον εἶναι βούλεσθαι ἄν, ὅτε ὁ δρυτόμος ἔλθοι.

Ἀνάγνωσις τοῦ ρα’ μύθου

Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων

Ἔλαφός τις κατανοῶν ἑαυτὸν ἐν τῷ ὕδατι τὰ μὲν κέρατα ἐπῄνει τὰ δὲ σκέλη οὔ. Λεόντος δὲ τυχόντος καὶ διώκοντος αὐτόν, τὰ σκέλη εἰς σωτηρίαν ἤνεγκεν ἂν τὸν ἔλαφον, εἰ μὴ τὰ κέρατα ἐνεπλάκη τοῖς ἐν τῇ ὕλῃ κλάδοις.

Ἀνάγνωσις τοῦ ρβ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ργ’, ρδ’, ρε’

Ἔλαφος καὶ ἄμπελος

Ἔλαφός τις τοὺς θηρευτῶν κύνας φυγοῦσα ἐν ἀμπελῶνι ἐκρύφθη. Τὰ δὲ φύλλα καταφαγοῦσα ἐφάνη τοῖς κυσίν. Οἱ οὖν κυνηγέται ἀπέκτειναν αὐτὴν πολὺ λυπουμένην διὰ τὴν ἄνοιαν αὐτῆς.

Ἀνάγνωσις τοῦ ργ’ μύθου

Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ>

Ἄλλη δ’ ἔλαφος ὑπὸ τῶν θηρατῶν διωκομένη εἰς σπήλαιον λέοντος εἰσῆλθεν. Ὁ δὲ κατέφαγεν αὐτήν. Ταλαίπωρος ἄρα ἡ ἔλαφος.

Ἀνάγνωσις τοῦ ρδ’ μύθου

Ἔλαφος πηρωθεῖσα

Καὶ ἄλλη ἔλαφος μόνον ἓν ὀφθολμὸν ἔχουσα ἐν νέμῳ παρὰ τὴν θάλασσαν ἔμενεν. Βλέπουσα μὲν μόνον πρὸς τὴν γῆν οὐκ εἶδε κυνηγέτας ἐν πλοίῳ πλέοντας. Οἱ δὲ βέλεσιν ἀπέκτειναν αὐτήν.

Ἀνάγνωσις τοῦ ρε’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ρϛ’, ρζ’, ρη’

Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος

Εἶπεν ὁ λύκος τῷ ἐρίφῳ ἐκ τῆς ὀροφῆς αὐτὸν λοιδοροῦντι· μᾶλλον ὁ ἀσφαλὴς τόπος λοιδορεῖ με ἢ σύ.

Ἀνάγνωσις τοῦ ρϛ’ μύθου

Ἔριφος καὶ λύκος <αὐλῶν>

Ἔριφός τις ὑπὸ λύκου διωκόμενος ᾔτησε τὸν ἐχθρὸν αὐλεῖν ἵνα αὐτὸς ὀρχοῖτο πρὶν ἀποθανεῖν. Ὁ μὲν λύκος ηὔλει, οἱ δὲ κύνες ἀκούσαντες καὶ ἐλθόντες ἔσωσαν τὸν ἔριφον.

Ἀνάγνωσις τοῦ ρζ’ μύθου

Ἑρμῆς καὶ ἀγαλματοποιός

Ὁ Ἑρμὴς ἐν μορφῇ ἀνθρώπου μεταβαλλόμενος ἤρετο ἀγαλματογλύφον τινὰ ὁπόσου τὰ τῶν θεῶν ἀγάλματα εἴη. Τὸ μὲν τοῦ Διός, δραχμῆς, ἔφη ὁ ἀνήρ, τὸ δὲ τῆς Ἥρας, μείζονος, τὸ δὲ τοῦ Ἑρμοῦ, ἐὰν πάντα ἀγοράσῃς, οὐδενός.

Ἀνάγνωσις τοῦ ρη’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ρθ’, ρι’, ρια’

Ἑρμῆς καὶ Γῆ

Ἄγαγε τὼ ἀνθρώπω νῦν πεπλασμένω ἐπὶ τὴν Γήν, ἔφη ὁ Ζεῦς τῷ Ἑρμῷ, ἵνα ποιήσωνται σπήλαιον. Ἡ μὲν Γὴ ἐκώλυεν αὐτούς, ὁ δ’ Ἑρμῆς εἶπεν ὅτι θέλημα τοῦ Διὸς εἴη. Ἔστω οὖν, ἔφη ἡ Γῆ, ἀλλὰ πολὺ κάμνοντες ὀρύξουσί με.

Ἀνάγνωσις τοῦ ρθ’ μύθου

Ἑρμῆς καὶ Τειρεσίας

Ὁ Ἑρμῆς, κλέψας τοὺς τοῦ Τειρεσίου τοὺ μάντεως βοῦς ὡς πειρασόμενος τὴν τέχνην τούτου, παρεγένετο ἐν ἀνθρωπίνῃ μορφῇ παρὰ αὐτῷ. Ὁ δὲ Τειρεσίας, ἀκούσας τῆς κλοπῆς, παρεκάλεσε τὸν Ἑρμὴν εἰπεῖν ὅποιον ὄρνιν ὁρῴη. Ὁ μὲν πρῶτον λέγει αἐτὸν ἐξ εὐωνύμων εἰς δεξιὰ πέτεσθαι. Ἀλλὰ τοῦτο οὐδέν ἐστι κατὰ τὸν Τειρεσίαν. Ἐπεῖτα δὲ ὁ Ἑρμῆς ὁρᾷ κορώνην βλέπουσαν ἄνω καὶ κάτω. Ὁ οὖν Τειρεσίας ἔγνω τὸν ὄρνιν ὀμνύντα τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ὁ Ἑρμῆς τὴν ἀλήθειαν οἶδεν.

Ἀνάγνωσις τοῦ ρι’ μύθου

Ἑρμῆς καὶ τεχνῖται

Διατί πάντες μὲν οἱ τεχνῖται ψευδεῖς εἰσι, μάλιστα δ’ ὁ σκυτεύς; Ὅτι, τοῦ Διὸς ἐπιτάξαντος, ὁ Ἑρμῆς, φάρμακον ψεύδους ποιήσας, ἐκείνοις μὲν τὸ ἴσον μέρος ἔδωκεν. Τέλος δὲ οὗτος ἐδέξατο τὸ λοιπὸν τοῦ φαρμάκου.

Ἀνάγνωσις τοῦ ρια’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ριβ’, ριγ’, ριδ’


Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες

Κατὰ τοὺς Ἕλληνας οἱ Ἄραβες ψευδεῖς εἰσιν ὅτι ἡ τοῦ Ἑρμοῦ ἅμαξα πλήρης κακουργίας οὖσα ἐν τῇ χώρᾳ αὐτῶν συνετρίβη. Οἱ οὖν Ἄραβες πᾶν τὸ φορτίον ἐλάβοντο.

Ἀνάγνωσις τοῦ ριβ’ μύθου

Εὐνοῦχος καὶ ἱερεύς

Ἰερεύς τις, θυσὶαν πεποιηκὼς ὑπὲρ εὐνούχου θέλοντος πατέρα γένεσθαι, τὴν ὄψιν αὐτοῦ κατανοῶν, λέγει τοῦτο ἀδύνατον τοῖς μὴ ἀνδράσι οὖσιν.

Ἀνάγνωσις τοῦ ριγ’ μύθου

Ἐχθροὶ δύο

Ἐχθρὼ ἐπὶ τοῦ αὐτοῦ πλοίου ἤστην, ὁ μὲν ὀπίσω ἐπὶ τῆς πρύμνης μένων, ὁ δὲ ἔμπροσθεν ἐπὶ τῆς πρῴρας. Ἐπειδὴ δὲ χειμὼν ἐγένετο, ὁ ὀπίσω, ἀκούσας τοῦ κυβερνήτου λέγοντος ὅτι τὸ τῆς νέως μέρος ὅπου ὁ ἐχρὸς αὐτοῦ κάθηται μέλλει πρότερον καταβαπτίζεσθαι, ἐχάρη.

Ἀνάγνωσις τοῦ ριδ’ μύθου

Ἡ βίβλος

“Ἔστω οὖν, ἔφη ἡ Γῆ, ἀλλὰ πολὺ κάμνοντες ὀρύξουσί με.”

–Ἀλλ’ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι.

στένοντες καὶ κλαίοντες ἀποδώσομεν τὴν σποδὸν ἡμῶν αὐτῶν οὓς δανειζόμενοι τῆς Γῆς. ὅτι γῆ ἐσμεν καὶ εἰς γῆν ἀπελευσόμεθα.

Μῦθοι Αἰσώπειοι· ριε’, ριϛ’, ριζ’

Ἔχις καὶ ἀλώπηξ

Ἀλώπηξ τις ἰδοῦσα ἔχιν ἐπὶ κλάδοις ἀκανθῶν ὑπὲρ ποταμὸν φερἈνάγνωσις τοῦ ριε’ μύθου
όμενον, οὕτω κακός, ἔφη, ὁ τῆς νεὼς δεσπότης ὥσπερ ἡ ναῦς.

Ἀνάγνωσις τοῦ ριε’ μύθου


Ἔχις καὶ ῥίνη

Ἔχις τις εἰς ἐργαστήριον χαλκουργοῦ εἰσελθὼν παρὰ μὲν τῶν σκευῶν σῖτον ἔλαβεν, παρὰ δὲ τῆς ῥίνης τῆς οὐδενὶ διδομένης οὔ.

Ἀνάγνωσις τοῦ ριϛ’ μύθου


Ἔχις καὶ ὕδρος

Ἔχις τις βουλόμενος ἐκ λιμνῆς πιεῖν ὑπο τοῦ ἐκεῖ ὕδρου ἐκωλύετο. Οἱ οὖν βάτραχοι παρεκάλεσαν αὐτὸν σύμμαχον γενέσθαι ἐπὶ τὸν ὕδρον. Ἔπειτα ὁ μὲν ἔχις καὶ ὁ ὕδρος πρὸς ἀλλήλους ἔμαχοντο, οἱ δὲ βάτραχοι μόνον ᾖδον. Τέλος δ’ ὁ ἔχις νενικηκὼς ἤρετο τοὺς βατράχους διατί οὐ βοηθήσαιεν. Οἱ δὲ ἀποκρινάμενοι εἶπεν αὐτοὺς φωνῇ εἰωθέναι μάχεσθαι.

Ἀνάγνωσις τοῦ ριζ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ριη’, ριθ’, ρκ’

Ζεὺς καὶ αἰσχύνη

Ὁ Ζεὺς ἐπιλαθόμενος ἐνθεῖναι τὴν Αἰσχύνην ἐν τοὺς ἀνθρώπους, ἐκέλευσεν αὐτὴν διὰ τοῦ πρωκτοῦ εἰσελθεῖν. Ἡ μὲν καίπερ λυπουμένη ὑπήκουσεν, νῦν δὲ φεύγει ὅταν μὴ κατὰ νόμον Ἔρως μεταξὺ ἀνθρώπων παραγένηται. Φεῦ τῶν Σοδομιτῶν.

Ἀνάγνωσις τοῦ ριη’ μύθου

Ζεὺς καὶ ἀλώπηξ

Οὗτος ὁ μῦθος ὅμοιός ἐστι τῷ τῆς Γαλῆς καὶ Ἀφροδίτης. Νῦν δὲ ὁ Ζεὺς τὴν ἀλώπεκα βασιλίσσαν τῶν ζῴων ἐποιήσεν. Καὶ κάνθαρον ἔμπροσθεν αὐτῆς ἐπιθεὶς εἶδε τὴν ἄλωπεκα διώκουσαν τὸν κάνθαρον. Ἡ γὰρ φύσις οὐ μετηλλάγη. Ὁ οὐν Ζεὺς ὀργισθεὶς ἐστέρησε αὐτῆν τῆς βασιλείας.

Ἀνάγνωσις τοῦ ριθ’ μύθου

Ζεὺς καὶ ἄνθρωποι

Ὁ Ζεὺς ἐκέλευσε τὸν Ἑρμῆν τὸν ἴσον νοῦν τοὶς ἀνθρώποις δοῦναι. Οἱ οὖν μικροὶ μᾶλλον πεπληρωμένοι τῶν μακρῶν καὶ διὰ τοῦτο φρονιμώτεροί εἰσιν. Ὁ μῦθος δηλοῖ ὅτι ὁ Αἴσωπος μικρὸς ἦν.

Ἀνάγνωσις τοῦ ρκ’ μύθου

Ἡ βίβλος

χαίρετε. τί σημαίνει τὸ« ἐχθρώ?» μένετε. ὑμῖν γὰρ ἐρῶ. τὸ «ἐχθρὼ» σημαίνει τὸ «δύο ἐχθροί.» ἔρρωσθε!

Ναί, ὦ φίλτατε. Ἥδομαι γὰρ ἀσκῶν τὸν δυϊκόν. :smiley: