Μῦθοι Αἰσώπειοι

ὑποβλέπω – βλέπω ὑποκάτωθεν τῶν ὀφρύων, βλέπω πρός τινα πλαγίως, μετὰ λόξου βλέμματος, βλέπω ὑπόπτως ἢ ὁργίλως…(Λ.Σ.Κ.)

http://myria.math.aegean.gr/lds/data/volD/pdf/pg_0459.pdf

νομίζω δ’ ὅτι οὖτοι οἱ λόγοι σημαίνουσι τὸ «οἱ βουκόλοι καὶ οἱ ποιμένες μου κατεφρονοῦσι., »

εἰς δὲ τὴν χεῖρα ἡμᾶς λαμβάνει Θεός. στρουθίων δὲ διαφέρετε ἡμεῖς.





καλῶς τοῦτο λέγεται. ἀλλὰ πάντα ἐν χερσὶν Θεοῦ.

http://letsreadgreek.com/songs/hesgotthewholeworld/hesgotthewholeworld.mp3

μόνον δὲ τοῦτο ἐν χερσὶν ἡμῶν. τὸ πιστεῦσαι ἐν Χριστῷ.


νῦν δέ περὶ τῶν λεξικῶν δεῖ λέγειν τι.



δύο λεξικὰ μονογλωσσὰ μάλιστα φιλῶ ἔγωγε.

  1. Λ.Σ.Κ. = Liddel, Scott & ΚΩΝΣΤΑΝΤΙΝΙΔΟΥ

http://myria.math.aegean.gr/lds/web/view.php

  1. Μ.Ε.Λ. = vocabolario monolingue di greco antico ὑπὸ τοῦ Emiliano Caruso

http://www.monogreek.com/monolingual.htm

τοῦτο οὖν ἐρώτημα ἐθέλησα ἐρωτᾶν σε. ἆρα ἔχεις νῦν σύγε τὸ τοῦ Καρύσο?

Πάνυ γε, ὦ λῷστε Μᾶρκε. Πέρυσι γὰρ ἐπριάμην τοῦτο τὸ λεξικόν. Πάλιν δὲ πολλὴν χάριν σοι.

Μῦθοι Αἰσώπειοι· νβ’, νγ’, νδ’

Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι

Ἡ μὲν πρεσβυτέρα ἐρωμένη ἀποσπᾷ τὰς μελαίνας τοῦ ἀνδρὸς τρίχας, ἡ δὲ νεωτέρα τὰς λευκάς. Τοιγαροῦν ἡ τοῦ ἀνδρὸς κεφαλὴ ψιλὴ γίγνεται.

Ἀνάγνωσις τοῦ νβ’ μύθου

Ἀνὴρ ναυαγός

Τῆς νέως ναυαγησάσης, ἀθηναῖος πλούσιός τις μόνον τὴν Ἀθηνᾶν παρακαλῶν οὐκ ἐκολύμβα.
Ναύτης οὖν τις εἶπε δεῖν καὶ αὐτὸν, τῆς θεοῦ βοηθούσης, νεῖν.

Ἀνάγνωσις τοῦ νγ’ μύθου

Ἀνὴρ πηρός

Τυφλός τις τοῖν χειροῖν αἰσθάνεται τῆς τοῦ λυκιδίου φυσέως. Χρὴ γὰρ τοῦτο τὸ ζῷον ἀπὸ προβάτων πολὺ ἀπέχειν.

Ἀνάγνωσις τοῦ νδ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· νε’, νϛ’, νζ’

Ἀνὴρ φέναξ

Πένης τις νοσῶν ὑπεσχετο ἑκατομβὴν τοῖς θεοῖς ἵνα σώσαιεν αὐτόν. Σωθεὶς δ’ ὑπὸ τῶν θεῶν καὶ ποιησάμενος ἑκατὸν ἐκ σταιτὸς βόας ἐθύσατο. Ἔπειτα οἱ δαίμονες καθ’ ὅναρ εἶπον αὐτῷ ὅτι δράχμαι χίλιαι εἴησαν ἐν αἰγιαλῷ τινι. Ὁ δὲ προσελθὼν εἰς λῃστὰς ἑάλω. Οἱ δὲ λῃσταὶ ἐπώλησαν αὐτὸν χιλίων ἀττικῶν.

Ἀνάγνωσις τοῦ νε’ μύθου

Ἀνθρακεὺς καὶ γναφεύς

Ὁ μὲν ἀνθρακεὺς μέλαν ἄνθρακα πωλεῖ. Ὁ δὲ γναφεὺς τὰ ἱμάτια καθαρεύει. Ἀδύνατον οὖν ἐστι αὐτοῖς συμβιοῦν.

Ἀνάγνωσις τοῦ νϛ’ μύθου

Ἄνθρωποι καὶ Ζεύς

Μεταξὺ τῶν ζῴων τὸ μὲν πέτεται, τὸ δὲ ἰσχύει, τὸ δὲ ταχέως τρέχει. Ὅμως δ’ὁ ἄνθρωπος τὸν λόγον ἔχων κράτιστός ἐστιν.

Ἀνάγνωσις τοῦ νζ’ μύθου

Ἡ βίβλος

Μᾶρκος τῷ Ῥοβέρτῳ χαίρειν πλεῖστα.

ταύτῃ τῇ ἡμέρᾳ ἐν 1963 με ἐποίησε Θεός. ταύτῃ δὲ τῇ ἡμέρᾳ ἐν 2016 δέχομαι παρά σου ἄλλους μύθους Αἰσωπείους . ὑπὲρ οὖν ταῦτα τὰ δῶρα εὐχαριστῷ σοι καὶ Θεῷ.

ἔρρωσο.

Πολλὰ ἔτη, ὦ φίλε Μᾶρκε. Ἀσπάζομαι δέ σε ἐν τοῖς Σελιανιτίκοις τῆς Ἑλλάδος ὤν.

Ἔρρωσο

Μῦθοι Αἰσώπειοι· νη’, νθ’, ξ’

Ἄνθρωπος καὶ ἀλώπηξ

Γεωργός τις οὕτω μισεῖ ἀλώπεκά τινα ὥστε πῦρ τῇ οὔρᾳ ἅψαι. Τὸ δὲ ζῷον τρέχον τὸν τοῦ ἀνθρώπου ἀγρὸν ἐν πυρὶ ἅπτει.

Ἀνάγνωσις τοῦ νη’ μύθου

Ἄνθρωπος καὶ λέων <συνοδεύοντες>

Ἀνὴρ καὶ λέων συνεπορεύοντο. Ἦν δὲ παρὰ τὴν ὅδον ἄγαλμά τι ἀνρθώπου λέοντα πνίγοντος. Ὁ οὖν μὲν ἀνὴρ τὸ γένος ἡμῶν ἐπῄνεσεν. Ὁ δὲ λέων ἀποκρινάμενος ἔφη πολλὰ ἀγάλματα λεόντων ἀνθρώπους νικώντων ὑπάρχειν ἄν, εἰ οἱ λέοντες ἔμπειροι τῆς τέχνης ἦσαν.

Ἀνάγνωσις τοῦ νθ’ μύθου

Ἄνθρωπος καὶ σάτυρος

Ἦσάν ποτε ἄνθρωπος καὶ σάτυρος φίλοι γενόμενοι. Ψυχροῦ δὲ τοῦ ἀέρος ὄντος, ὁ ἄνθρωπος ἔπνευσε ἐπὶ τὰς χεῖρας ἵνα θερμῆναι αὐτάς. Ἔπειτα δὲ ὁ αὐτὸς ἔπνευσε ἐπὶ θερμὸν ἔδεσμα ἵνα καταψύξαι. Ὁ οὖν σάτυρος διὰ τὴν ἀντιλογίαν ἀπορῶν κατέλιπεν ἀυτόν.

Ἀνάγνωσις τοῦ ξ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ξα’, ξβ’, ξγ’

Ἄνθρωπος καταθραύσας ἄγαλμα

Πένης τις ἄγαλμα δαίμονος ἔχων οὐδὲν ἐλάμβανε ὑπὲρ τῆς τιμῆς. Διὰ τοῦτο τὸ εἴδωλον κλάσας εὗρε χρυσὸν ἐν τῇ κεφαλῇ. Ἆρα οὐ θαυμαστόν;

Ἀνάγνωσις τοῦ ξα’ μύθου

Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών

Ἄνθρωπός τις εὑρὼν χρυσοῦν λέοντα ἐπεθύμει μὲν αὐτὸν ἐχειν διὰ τὴν πλεονεξίαν. Διὰ δὲ τὴν δειλίαν πολὺ ἐφοβεῖτο. Τέλος δὲ ἐκέλευσε τοὺς δούλους λαβεῖν τὸν λέοντα.

Ἀνάγνωσις τοῦ ξβ’ μύθου

Ἄρκτος καὶ ἀλώπηξ

Ὁ μὲν ἄρκος ἑαυτὸν δοξάζει ἐπὶ τὸ μὴ νεκροὺς ἀνθρώπους ἐσθίειν. Ἡ δὲ ἄλώπηξ ἀποκρινομένη λέγει ὅτι ἄμεινον ἦν μηδὲ τοὺς ζῶντας ἐσθίειν.

Ἀνάγνωσις τοῦ ξγ’ μύθου

Ἡ βίβλος

ὦ χαῖρε, φίλε Ῥοβέρτο. ἥδεως δὲ δέχομαι τοὺς καινοὺς παρά σου μύθους.

τὰς παραφράσεις νῦν δίδωμι…





καὶ τὰ συνώνυμα:

στρεβλός – φαῦλος, διεστραμμένος, πανοῦργος… (Varino)

θαυμαστόν δή. ὁ δὲ μῦθος δηλοῖ ὄτι δεῖ ἡμᾶς, κλάσαντας πάντας ψευδεῖς θεούς, εὑρίσκειν τὸν τοῦ Ἰησοῦ χρυσόν.

ἐν Χριστῷ πολλὰ ἴθι χαίρων!

Εὖγε, ὦ Μᾶρκε. Καὶ γὰρ καὶ σὺ χρυσὸν ἐν τοῖς τοῦ Αἰσώπου μύθοις ἀεὶ εὑρίσκεις.

Μῦθοι Αἰσώπειοι· ξδ’,ξε’, ξϛ’

Ἀρότης καὶ λύκος

Ἀπελθόντος τοῦ ἀρότου, λύκος τις πρὸς τὸ ἀρατρον ἥκων καὶ ταῖς ζεύγλαις κατειλημμένος, εἷλκε τὸ ἄρατρον. Ὁ δ’ ἀρότης ἐπιστραφεὶς ὦ οὗτος, ἔφη, εἴθε ἀληθῶς τὴν φύσιν ἤλλαττεν.

Ἀνάγνωσις τοῦ ξδ’ μύθου

Ἀστρολόγος

Ἀστρολόγος τις τῆς νυκτὸς τὸν οὐρανὸν βλέπων κατἐπεσε εἰς φρέαρ. Ἄνθρωπος δέ τις ἐκεῖ παρὼν κατεγέλασε τὸν τὰ μὲν τῶν ἀστέρων σκοποῦντα τὰ δὲ τῆς γῆς μὴ δυνάμενον ὁρᾶν.

Ἀνάγνωσις τοῦ ξε’ μύθου

Βάτραχοι <αἰτοῦντες βασιλέα>

Οἱ βάτραχοι ᾔτησαν βασιλὲα παρὰ τοῦ Διός. Ὁ μὲν θέλων ἐκείνους ὑπὸ πρᾴου βασιλέως ἄρχεσθαι ἔδωκεν αὐτοῖς ξύλον. Οἱ δὲ καταφρονήσαντες τὸ ξύλον παρεκάλεσαν τὸν Δία ἰσχυρὸν βασιλέα δοῦναι αὐτοῖς. Ὁ οὖν ὀργισθεὶς ὕδρον ἔπεμψε πρὸς αὐτοὺς ἵνα καθεσθίοιεν πάντας.

Ἀνάγνωσις τοῦ ξϛ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ξζ’, ξη’, ξθ’

Βάτραχοι <γείτονες>

Βάτραχός τις ἐν λίμνῃ οἰκῶν παρεκάλεσεν ἕτερον βάτραχον ἐκ τῆς ὁδοῦ μετοικῆσαι ὅτι ἀσφαλεστέρα ἡ λίμνη. Ὁ δὲ οὐ θέλων ὑπὸ ἁμάξης ἀπέθανεν.

Ἀνάγνωσις τοῦ ξζ’ μύθου

Βάτραχοι <ἐν λίμνῃ>

Ὁ μὲν ἕτερος βάτραχος ἕτοιμος ἦν καταβῆναι εἰς τὸ φρέαρ. Ὁ δ’ ἕτερος ἀποκρινάμενος πῶς ἀναβησόμεθα, ἔφη, ἐὰν τὸ ὕδωρ ἀπέλθῃ;

Ἀνάγνωσις τοῦ ξη’ μύθου

Βάτραχος <ἰατρὸς> καὶ ἀλώπηξ

Βάτραχός τις ἠπάτων τὰ ζῷα λέγων ἰατρὸς εἶναι. Ἡ δ’ ἀλώπηξ εἶπε οὖτον ψευδῆ εἶναι ὅτι χωλὸς ὢν οὐ θεραπεύοι ἑαυτόν.

Ἀνάγνωσις τοῦ ξθ’ μύθου

Ἡ βίβλος

Μᾶρκος τῷ Βεδωερε χαίρειν πλεῖστα.

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ᾿ τοῦ Διαβόλου, ὃς τὰ τοῦ οὐρανοῦ ζητῶν, εἰς φρέαρ ἐβλήθη.

Ἀποκ. 20:3α: καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον…

βλέπωμεν οὖν μόνον εἰς τὸν Ἰησοῦν, ἵνα μὴ εἰς τὴν ἄβυσσον πέσωμεν καὶ ἡμεῖς.





πάνυ γε. ἡμῖν γὰρ ξύλον δέδωκε Θεός. λέγω τὸν σταυρόν. λέγω δὲ τὸν Χριστόν. ἡμῶν γὰρ ὁ βασιλεὺς οὗτός ἐστι.

καλῶς ταῦτα λέγεις σύγε. ἐὰν δ’ ἡμεῖς καταφρονήσωμεν Ἰησοῦ τοῦ βασιλέως ἡμῶν, τὸν Διάβολον ἀφήσει Θεὸς τούτου τοῦ κόσμου ἄρχειν.

ἔρρωσο, φίλε Ῥοβέρτε!

Ναί, ὦ φίλτατε. Κατὰ γὰρ τὸν ἅγιον Ἰουστίνον (ογ’) ἐγράφη·

Εἴπατε τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου

Χάριν δ’ ἀποδίδωμί σοι.

Μῦθοι Αἰσώπειοι· ο’, οα’, οβ’

Βόες καὶ ἄξων

Ὁ μὲν τῆς ἁμάξης ἄξων οὐδὲν ποιῶν πολὺ κλάιε. Οἱ δὲ βόες σιγῶντες κάμνουσιν. Τὸ δὲ αὐτὸ ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ ο’ μύθου

Βόες <τρεῖς> καὶ λέων

Οὐκ ἐδύνατο ὁ λέων τρεῖς βόας συνηγμένους φαγεῖν. Ὁ οὖν ἀπατήσας ἕνα ἀναχωρεῖν, ἀπέκτεινεν αὐτὸν. Καὶ τὸ αὐτὸ ἐποίησε τοῖς ἄλλοις βουσίν.

Ἀνάγνωσις τοῦ οα’ μύθου

Βοηλάτης καὶ Ἡρακλῆς

Βοηλάτης τις, τῆς ἁμάξης μὴ κινούσης, προσηύχετο τὸν Ἡρακλέα ἵνα βοηθοίη. Ὁ δὲ Ἡρακλῆς, ὦ οὗτος, ἔφη, πρῶτον κάμνων βοήθησον σαυτόν.

Ἀνάγνωσις τοῦ οβ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ογ’, οδ’, οε’

Βορέας καὶ Ἥλιος

Ὁ μὲν Βορέας βίᾳ πειραζόμενος ὁδοιποροῦντά τινα τὸ ἱμάτιον ἀποδύσαι οὐκ οἷος τ’ ἦν.
Ὁ δ’ Ἥλιος τῷ φλογὶ ἐδύνατο.

Ἀνάγνωσις τοῦ ογ’ μύθου

Βουκόλος καὶ λέων

Βουκόλος τις μόσχον ἀπολέσας ὑπέσχετο θύσειν τῷ Διὶ ἔριφον ὅταν τὸν κλέπτην εὕρῃ. Ἑορακὼς δὲ λέοντα κατεσθίοντα τὸν μόσχον, ὑπέσχετο ταῦρον ἵνα τὸν λέοντα ἐκφύγοι.

Ἀνάγνωσις τοῦ οδ’ μύθου

Βωταλὶς καὶ νυκτερίς

Ἄνρθωπός τις καταλαβὼν ἀηδόνα, τοῦτο γὰρ τὸ Βροταλὶς σημαίνει, ἡμέρας ᾄδουσαν ἐδεδήκει αὐτὴν θυρίδι. Ἡ δὲ μόνον νυκτὸς ᾖδεν. Ἀλλ’ ὦ αὕτη, ἔφη ἡ νυκτερίς, ἔδει σε τοῦτο ποιεῖν πρὶν ἢ τὸν ἄνθροπον καταλαβεῖν σε.

Ἀνάγνωσις τοῦ οε’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· οϛ’, οζ’, οη’

Γαλῆ καὶ Ἀφροδίτη

Γαλῆ τις ἠράσθη νεανίου. Διὰ τοῦτο προσευξαμένη τῇ Ἀφροδίτῃ εἰς καλὴν γυναῖκα ὑπὸ τῆς θεοῦ ἠλλάχθη. Ἔπειτα δὲ ἐν τῷ θαλάμῳ μετὰ τοῦ ἀνδρὸς οὖσα, μῦν ἰδοῦσα, ἐδίωκε αὐτόν. Ἡ οὖν Ἀφροδίτη ὀργισθεῖσα πάλιν εἰς γαλῆν μετεμόρφωσεν αὐτήν.

Ἀνάγνωσις τοῦ οϛ’ μύθου

Γαλῆ καὶ ῥίνη




Αὑτὴ ἡ μωρὰ γαλῆ ἀπώλεσε τὴν γλῶσσαν διὰ τὸ ῥίνην λείχειν.

Ἀνάγνωσις τοῦ οζ’ μύθου

Γέρων καὶ θάνατος

Γέρων τις φορτίον φέρων καὶ κεκοπιακὼς παρεκάλεσε τὸν θάνατον. Τῷ δὲ θανάτῷ ἐληλυθότι καὶ ἐρωτῶντι τί θέλεις, ὁ ἀνὴρ ἔφη· ἐπᾶρον τὸ φορτίον.

Ἀνάγνωσις τοῦ οη’ μύθου

Ἡ βίβλος

ὁ μῦθος δηλοῖ ὅτι ὁ Διάβολος οὐδέποτε δυνήσεται τὸν Θεὸν νικᾶν. λέων γὰρ ὁ Πονηρός.

Πετ Α. 5:8: ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ·

ὁ δὲ Θεὸς ἀμνός.

Ἰωαν 1:29β: Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

ὁ δὲ Πάτηρ καὶ Ἰησοῦς καὶ τὸ Ἅγιος Πνεῦμα οὐδέποτε χωρίς εἰσιν. μάτην οὖν ὠρύεται ὁ Σατᾶν.

Χάριν σοι, ὦ Μᾶρκε. Καλὸς γὰρ ὁ λόγος σου. Ἐνταῦθα δὲ οὐ μόνον γράφεις ναὶ ναί, οὒ οὔ. :wink:

Μῦθοι Αἰσώπειοι· οθ’, π’, πα

Γεωργὸς καὶ ἀετός

Ὁ γεοργὸς αἐτόν τινα καταλαβὼν ἔλυσεν αὐτόν. Ἔπειτα ὁ αἐτὸς τὸν γεοργὸν ἐν κινδύνῳ καθεύδοντα βλέψας, τὸν τοῦ γεοργοῦ πέτασον ἥρπασεν. Ἐγείρας οὖν τὸν ἄνθρωπον, ἔσωσεν αὐτόν. Ἀλλ’ ὁ Αἴσωπος εἶπε φακιόλιον, οὐ πέτασον. Ἐγὼ δ’ οὐχ εὕρηκα ἐπιτηδείαν εἰκόνα.

Ἀνάγνωσις τοῦ οθ’ μύθου’

Γεωργὸς καὶ κύνες

Χειμῶνος ὄντος, ὁ γεωργὸς μὴ εὑρίσκων τροφὴν τὰ οἰκεῖα ζῷα ἔσφαζε. Οἱ οὖν κύνες αὐτοῦ ἤρξαντο μεριμνᾶν μὴ ὁ χειμὼν πλείονα χρόνον διαμένῃ.

Ἀνάγνωσις τοῦ π’ μύθου

Γεωργὸς καὶ ὄφις <τὸν παῖδα αὐτοῦ ἀποκτείνας>

Ὄφις τις δακὼν ἀπέκτεινε τὸν τοῦ γεωργοῦ υἱόν. Ὁ μὲν τὴν πέλεκυν λαβὼν ἐπειράσατο τὸν ὄφιν τύψαι. Διαμαρτὼν δὲ καὶ τὴν ἐγγὺς τοῦ ὄφεως πέτραν διακόψας, φοβούμενος ἐβούλετο φίλον τοῦ ὄφεως γένεσθαι. Ἀλλὰ τοῦτο ἀδύνατόν ἐστι.

Ἀνάγνωσις τοῦ πα’ μύθου

Ἡ βίβλος