Οὐ μὲν πιστεύω, ὦ βέλτιστε, τὸ δίκτυον ἱκανὸν εἶναι ὥστε ἐκείνην τὴν πονηράν τε καὶ αἰσχρὰν ἰχθὺν ἅμα τῷ ἀνδρὶ ἐν τῷ δεσμωτηρίῳ καταθήσεσθαι. Εὔχομαι δέ. Χάριν δέ σοι, ὦ Μᾶρκε, ἔχω ὡς μάλιστα.
Ἁλκύων
Ἀλκύων τις, τὴν γῆν φοβουμένη, παρὰ τὴν θάλασσαν ἔτεκεν. Ποτὲ δὲ τῆς ὄρνιθος ἀπελθοῦσης, ἡ θάλασσα διὰ τοῦ ἀνέμου ἠρμένη διέφθειρε τοὺς νεοττούς.
Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ>
Τῶν ἀλωπέκων ἀπορουσῶν ὅπως ἐκ τοῦ Μαιάνδρου ποταμοῦ ἀσφαλῶς πιῶσιν, μία ὑπερήφανος οὖσα εἰς τὸ ὕδωρ πηδήσασα ἀφείλκετο. Ταῖς οὖν αὐτὴν ἐρωτώσαις ἀποκρινομένη ἔφη πρὸς Μίλητον ἔρχεσθαι.
Ἀνάγνωσις τοῦ κθ’ μύθου
Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα
Ἀλώπηξ τις εὗρε σῖτον ἔνδον δένδρου ὑπὸ ποιμένων κεκρυμμένον. Πάντα οὖν φαγοῦσα οὐχ οἵα τ’ ἦν ἐξελθεῖν. Ἑτέρα δ’ ἀλώπηξ αὐτὴν παρακαλοῦσα παραινεῖ ἐκεῖ μένειν ἕως ἂν ἡ γαστὴρ οὕτως μικρὰ γένηται ὡς ἔμπροσθεν ἦν.
Ἄλλα δ’ ἀλώπηξ: ἄλλη?, or better ἑτέρα
Χάριν ἔχω σοι, καθηγητά. ![]()
καινοὺς μύθους, φίλτατε, ἀκούων τε ἀναγιγνώσκων πάλιν χαίρω.
πρὸς τοὺς Φαρισαίους ὁ μῦθος εὔκαιρος. οὗτοι γάρ, φυλαττόμενοι ἁμαρτίαν, καταφεύγουσιν ἐπὶ τὴν ἐξ ἔργων δικαιοσύνην.
οὕτως οἱ πλούσιοι, ἐξογκωθέντοι ἐν ταῖς τοῦ πλούτου ἐπιθυμίαις, οὐ δύνανται, ἐξελθόντες ἐκ τούτου τοῦ κόσμου, εἰσελθεῖν εἰς τὴν τοῦ θεοῦ βασιλείαν ἕως γένηνται ὡς οἱ πτωχοί. λέγει γὰρ ὁ ἀπόστολος:
Τιμ Α. 6:7: οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα
χαρήσομαι δὲ δεξόμενος παρά σου, φίλε Ῥοβέρτο, τοὺς μέλλοντας μύθους.
Ἔγωγε καὶ αὐτὸς χαίρω ἀναγιγνώσκων τὰ ὑπομνήματά σου, ὦ βέλτιστε Μᾶρκε.
Μῦθοι Αἰσώπειοι· λα’, λβ’, λγ’
Ἀλώπηξ καὶ βάτος

Ἡ ἀλώπηξ βοηθείαν ἀπὸ τῆς βάτου ζητεῖ. Αὕτη δὲ ὀξεῖα τὴν φύσιν οὖσα τιτρώσκει αὐτήν.
Ἀλώπηξ καὶ βότρυς
Πάντες ἴσμεν τοῦτον τὸν μῦθον. Ἡ γὰρ ἀλώπηξ μὴ δυναμένη τὸν βότρυν λαβεῖν καταφρονεῖ αὐτοῦ.
Ἀλώπηξ καὶ δράκων
Αὕτη ἡ ἀλώπηξ δράκοντά τινα ἰδοῦσα ἐβούλετο ἐκτείνεσθαι. Διὰ δὴ τὸ τοῦτο ποιεῖν ἡ ἀλώπηξ ἀπέθανεν.
Μῦθοι Αἰσώπειοι· λδ’, λε’, λϛ’
Ἀλώπηξ καὶ δρυτόμος

Ἀλώπηξ τις ὑπὸ τῶν κυνηγετῶν διωκομένη ἦλθε πρὸς δρυτόμον τινὰ ὡς βοήθειαν ζητήσουσα. Ὁ δὲ δεξάμενος αὐτὴν τοῖς κυνηγέταις ἐδείκνυε οὐ λόγῳ ἀλλὰ ἔργῳ τὴν ἀλώπεκα παροῦσαν. Οἱ μὲν κυνηγέται οὐ συνέντες ἀπῆλθον, ἡ δ’ ἀλώπηξ ἔφυγεν. Καὶ οὐδεμίαν χάριν τῷ ψευδεῖ δρυτόμῳ ᾔδει.
Ἀλώπηξ καὶ κροκόδειλος

Κροκοδείλου καὶ ἀλώπεκος περὶ τῆς εὐγενείας ἐριζόντων, ὁ μὲν εἶπε τοὺς προγόνους παρέχειν πάντα τὰ γυμνάσια. Τοῦτο γὰρ πολλῆς τίμης ἦν. Ἡ δὲ ἀποκρινομένη εἶπε φανερὸν εἶναι ἀπὸ τοῦ δέρματος αὐτοῦ πολλὰ ἔτη αὐτὸν γεγυμνάσθαι.
Ἀλώπηξ καὶ κύων
Ὁ κύων φυλάσσων τὰ πρόβατα εἶδε τὴν ἀλώπεκα ἀρνίον εἰληφυῖαν. Ἡ μὲν κατεφίλει τὸ ἄρνιον ἵνα ἀπατήσῃ τὸν κύνα. Ὁ δὲ οὐκ ἐπείσθη αὐτῇ.
Μῦθοι Αἰσώπειοι· λζ’, λη’, λθ’
Ἀλώπηξ καὶ πάρδαλις

Ἐπὶ μὲν τοῦ δέρματος τὸ κάλλος τῆς παρδάλεως, ἐν δὲ τῷ νῷ τὸ τῆς ἀλώπεκος.
Ἀλώπηξ καὶ πίθηκος <βασιλεὺς αἱρεθείς>

Ἡ ἀλώπηξ καταφρονοῦσα τὸν πίθηκον, τὸν βασιλέα τῶν ζῴων γενόμενον, ἤγαγεν αὐτὸν πρὸς πάγην τινά. Ὁ μὲν πίθηκος ἐσέπεσεν ἐς τὴν πάγην, ἡ δ’ ἀλώπηξ κατεγέλασεν αὐτοῦ.
Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες>

Ὁ πίθηκος, ψευδὴς ὤν, κλαίω, τῇ ἀλώπεκι ἔφη, ὁρῶν τὰ μνημεῖα τῶν τε δούλων καὶ τῶν ἐλευθέρων, οὓς οἱ πατέρες μου εἶχον. Ἡ δὲ ἀλώπηξ ἀποκρινομένη εἶπε τοὺς νεκροὺς μὴ δύνασθαι ἀρνεῖσθαι τὸ ψεῦδος.
Ἀλώπηξ καὶ τράγος

Ἀλώπηξ τις ἐισέπεσεν εἰς φρέαρ. Ἐπεὶ οὐκ ἐδύνατο ἐξελθεῖν, ἠπάτησε τράγον τινα ἵνα εἰς τὸ αὐτὸ φρέαρ καταβαίη. Ἡ δὲ ἀναβᾶσα διὰ τοῦ τράγου κατέλειψεν αὐτὸν ἐν τῷ φρέατι διαμένοντα. Καὶ δὴ καὶ, τοῦ τράγου ἀυτὴν μεμφομένου, κατεγέλασε αὐτόν.
Ἀνάγνωσις τοῦ μ’ μύθου
Ἀλώπηξ κόλουρος

Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ’ ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.
Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>
Τὸ πρῶτον ἡ ἀλώπηξ ἰδοῦσα τὸν λέοντα ἐφοβήθη. Τὸ δὲ δευτέρον ἀπαντήσασα αὐτῷ μεῖον ἐφοβήθη. Τὸ δὲ τρίτον συνελάλησε τῷ λέοντι.
ἀσπάζομαί σε, φίλε Ῥοβέρτο.
ὁ μῦθος τὸν Διάβολον ἐλέγχει. ἄθεος γὰρ ὢν, θέλει πάντας χωρὶς Χριστοῦ εἶναι.
κακῶς ἡγεῖτο ἡ ἀλώπηξ. μόνον γὰρ ὁ ἀντίχριστος βίος οὐ βιωτός.
ἔρρωσο φίλτατε!
Εὖ ἔγραψσς, ὦ φίλε Μᾶρκε, καλοὺς λόγους σοφίας.
Μῦθοι Αἰσώπειοι· μγ’, μδ’, με’
Ἀλώπηξ πρὸς μορμολύκειον

Εἰ καὶ τὸ κωμῳδικόν μορμολυκεῖον καλόν ἐστιν, οὐκ ἔχει νοῦν. Τοῦτο γὰρ λέγει ἡ ἀλώπηξ εὑροῦσα αὐτό.
Ἄνδρες <δύο περὶ θεῶν ἐρίζοντες>
Ἀνδροῖν μαχομένοιν πότερον Θησεὺς ἢ Ἡρακλῆς μείζων ἐστί, ἑκάτερος τῶν θεῶν τῇ τοῦ ἑτέρου τῶν ἀνδρῶν πόλει ἐτιμωρήσατο.
Ἀνδροφόνος
Οὐκ ἔστιν εἰρήνη τῷ φονεῖ. Λύκος μὲν γὰρ διώκει αὐτόν. Ὄφις δὲ φοβεῖ. Τέλος δὲ κροκόδειλος κατεσθίει.
μδ
ω φιλτατε, ουκ εχαριζε τῃ πολει, ουδ’ εχαριζετο, ουδ’ εχαρισατο, αλλ’ αυτην ετιμωρησατο.
και ουκ εδει ετερου γραφειν, ει και ουτως εν τῃ εκδεδομενῃ βυβλῳ γραφεται, αλλα του ετερου συν τῃ του. επλανηθη δ’ ως οιμαι ἢ ὁ το αντιγραφον ποιησας ἤτοι ὁ εφ’ημων εκδούς.
χάριν σοι οἶδα ὑπὲρ τῶν καινῶν μύθων.
πῶς γὰρ οὔ? ὁ γὰρ αὐτὸς ποιήσας τὴν δικὴν τόν τε ἀέρα τήν τε γῆν τό τε ὕδωρ ἐποίησε.
Ψαλμ 138:7-8: ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
ἐὰν δ’ εἰς θάλασσαν φύγω ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου, ἰχθὺν μέγαν τινὰ πέμψει ἐμοί . ![]()
Χάριν οἶδά σοι, ὦ αἰδέσιμε καθηγητά. Πρέπει γάρ μοι κάλλιον γράφειν.
Ἀνδροῖν μαχομένοιν πότερον Θησεὺς ἢ Ἡρακλῆς μείζων ἐστί, ἑκάτερος τῶν θεῶν τῇ τοῦ ἑτέρου τῶν ἀνδρῶν πόλει ἐτιμωρήσατο.
Καὶ χάριν καὶ σοί, ὦ φίλε Μᾶρκε, ὅς σοφὸς ὢν ὑπομνήματα δίδως ἡμῖν.
Μῦθοι Αἰσώπειοι· μϛ’, μζ’, μη’
Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ’ ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.
Ἀνὴρ δειλὸς καὶ κόρακες
Ἄνθρωπός τις εἰς πόλεμον περευόμενος λίαν ἐφοβεῖτο τοὺς κόρακας φθεγγομένους. Τέλος δὲ ἐθάρσησέ τι ὅτι οἱ ὄρνιθες οὐ δύνανται φαγεῖν αὐτόν.
Ἀνάγνωσις τοῦ μζ’ μύθου
Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς
Οἱ μὲν θεοὶ οὐ φείδονται τῶν ἐν νηῒ καταβαινούσῃ,καὶ τῶν δικαίων τῶν ἀδίκων. Ὁ δὲ ἀνὴρ ὁ μεμφθεὶς αὐτούς, ἑνὸς μύρμηκος δακόντος, ἀποκτείνει πάντας τοὺς μύρμηκας. Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.
χαῖρε φίλε Βεδωερε. καινὰ δ’ ὑπομνήματα δίδωμι.
πολὺ εὐχαριστῶ σοι, ἄριστε, ὑπὲρ τῆς παραφράσεως. βοήθειά μοι γάρ ἐστι τῷ ἀναγιγνώσκειν πολλή.
ἰδοῦ τὰ συνώνυμα:
οὕτως γὰρ γράφει Καρύσο.
ἔχει δὲ σύγε νῦν τοῦτο τὸ λεξικόν?
ὅταν δ’ ἀπὸ τοῦ κόσμου ἀπελπισθῆμεν, τῷ θεῷ προσευχώμεθα. πάντοτε γὰρ ἡμᾶς ὁ κόσμος ἀπελπίσει.
χάριν σοι οἶδα διδάσκοντί με καινὸν λόγον, τὸν ἀντὶ τοῦ «ῥάβδος» ἢ «βακτηρία.»
εὐχαριστῶ δέ σοι γράφοντι τὴν εἰκόνα ἐν ᾗ βλέπομεν τὸν Ἑρμῆν φοροῦτνα τὸ κηρύκειον. κήρυξ τις γάρ οὗτός ἐστι. ὁ δὲ Παῦλος μείζων κήρυξ.
Πράξ 14:12: ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
μέγαν δὲ λόγον ἔχει Παῦλος, τὸ τοῦ εὐαγγελίου κήρυγμα.
ὁ δὲ Παῦλος τῷ κηρύγματι πλήσσει τὴν συνείδησίν μου.
ἔρρωσο, φίλτατε.
Πολλὴν χάριν, ὦ βέλτιστε Μᾶρκε. Τόδε δὲ τὸ λεξικόν, εἰ μὴ ἁμαρτάνω·
Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα>
Αὑτὴ ἡ γύνη οὕτως δύσκολός ἐστιν ὥστε καὶ οἱ ἐλάχιστον χρόνον διατρίβοντες μισοῦσιν αὐτήν. Ταλαίπωρος ἄρα ὁ ἀνήρ.
Ἀνὴρ κακοπράγμων
Ὁ μὲν ἀνὴρ ἤρετο τὸν ἐν Δελφοῖς θεὸν πότερον τὸ ἐν τοῖν χεροῖν αὐτοῦ στρουθίον ζῴην ἢ οὔ. Ἡ δὲ ἀπόκρισις, ἔφη ὁ μάντις, ἐν ταῖς χερσίν σού ἐστιν.
Ἀνὴρ κομπαστής

Δεῖξον νῦν ἡμῖν, ὦ τᾶν, πότερον ἀληθῶς δύνασαι ἐνταῦθα πηδᾶν ὡς ἐν τῇ Ῥόδῳ καὶ πιστεύσομέν σοι.
