Χάριν ἔχω σοι, ὦ λῷστε Μᾶρκε, διὰ τὰ χρήσιμα ὑπομνήματά σου. Δοκεῖ γὰρ ὅτι καὶ οἱ τῶν ἐθνικῶν μῦθοι ἐκπεπλήρωνται ἐν τῷ Χριστῷ. Ἀσπάζομαι δέ σε ἐν τῷ Χλωρῷ Ὄρει παρών.
Τούτῳ τῷ παλαιῷ τῆς Ἀττικῆς δήμῳ ὄνομά ἐστι Ῥαμνοῦς. Πολλαὶ γὰρ ῥάμνοι ἦσαν ἐν τῷ Ῥαμνοῦντι. Ἐκεῖ δὲ Νέμεσις, καλὴ παρθένος οὖσα, ᾠκει.
Φεύγουσα μὲν ἀπὸ τοῦ Διὸς ἐρῶντος, ἡ Νέμεσις μετεμορφώθη εἰς κύκνον. Ὁ δὲ Ζεύς, κυκνὸς αὐτὸς γενόμενος, συνέμιξε τότε αὐτῇ.
Ἡ οὖν Νέμεσις οὐκ ἔτεκε βρέφος ἀλλὰ ᾠόν, ἐξ οὗ ἐγεννήθη ἡ καλλίστη πασῶν τῶν γυναικῶν, ἡ Ἑλένη. Ὁρᾶτε δὲ ἐν τῇ τούτου τοῦ κώθωνος δεξιᾷ τὴν μικρὰν Ἑλένην ἐκ τοῦ ᾤου ἐξιοῦσαν, τοῦ Διὸς ὑπερπετομένου αἐτῷ ἐοικότος.
Καὶ ὁ Ζεὺς ἔθηκε τὸν τοῦ ὄρνιθος τύπον ἐν τοῖς ἄστροις. Ὁ δὲ κύκνος φαίνεται ἱπταμένος.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
αἱ εἰκόνες μοι μάλιστ’ αρέσκουσιν!
διορθώσεις τινες·
ᾠκουν· ὤκει
φυλ{λ}ασσομένη· φεύγουσα?
γεγονὼς· γενόμενος
ὀρνίθου· –θος
ὁ εν τοις αστροις κυκνος Ζευς αὐτὸς ἄρ’ ἐστίν. διὰ τί οὐ μᾶλλον ἡ Νέμεσις;
Χάριν οἶδά σοι, ὦ διδάσκαλε, διὰ τὰ διορθώματά σου. Ἴσως δ’ οἱ πάλαι οὐκ ἤθελον κακὸν ὄνομα ἐν τοῖς ἄστροις ἐχειν.
Φασὶν τοῦτον εἶναι τὸν Γανυμέδην, τὸν τῶν θεῶν οἰνόχοον, ἀνενεχθέντα δὶα τὸ κάλλος ἐπὶ τὸν Ὄλυμπον. Εἰκασμένος δ’ ἐστὶ ἐπὶ ταύτῃ τῇ κάλυκι ἐκχέων σπονδὴν πρὸ τοῦ Διός. Ὁ δὲ Γανυμήδης καὶ τοῖς ἀνθρώποις ἔδωκεν χέας τὴν τῶν θεῶν ἀμβροσίαν.
Ἐν δὲ ταύτῃ τοῦ ἀστερισμοῦ εἰκόνι φαίνεται γέρων εἶναι.
καινὸν λόγον παρά σου, φίλε Ροβέρτο, μεμάθηκα. τὸ γὰρ «οἰνόχοος» μὲν ἔγνων, τὸ «ὑδροχόος» δ’ οὔ. οὐδέπω γὰρ αὐτὸ ἀνέγνων. ὁ μὲν οἶνον χέων, ὁ δὲ ὕδωρ.
ἄλλος δὲ λόγος ἀντὶ τοῦ ὑδροχόος ἐστὶ τὸ «ὑδροχοεύς.»
πάνυ γε, φίλτατε. τὰ γὰρ τοῦ Γανυμήδου ἔργα ὀμοῖα τοῖς τοῦ Χριστοῦ.
ὁ δὲ Χριστὸς τοῖς ἀνθρώποις ἔδωκεν τὸν τῆς Ζωῆς ἄρτον.
ὁ δὲ Χριστὸς ἑαυτὸν πρὸ Θεοῦ ἔχευσε ὡς σπονδὴν ὥστε ἡμᾶς εἰρήνην ἔχομεν.
ὁ δὲ Χριστὸς ἀνήχθη ἐπὶ οὐρανὸν διὰ τῆς ταπεινώσεως αὐτοῦ.
Σὺ οἶσθα, ὦ φίλε Μᾶρκε, ὅτι τὰ ὑπομνήματά σου ἀρέσκει μοι. Εἰσὶ μέντοι οἳ νομίζουσιν οὐ μόνον τοῦς τῶν Ἑλλήνων μύθους ἀλλὰ καὶ τοὺς τοῦ Δισκοποτηρίου τε καὶ τοὺς τῆς Μέσης Γῆς παρὰ τοῦ Σατανᾶ ἔρχεσθαι. Οὗτοι οὖν δοκοῦσιν ἔμοιγε μαίνεσθαι. Καὶ δὴ καὶ οἱ μὲν τῶν Ἑλλήνων μῦθοι ἐνίοτε αἰσχροί εἰσιν. Τὰ γὰρ πάθη τῶν θεῶν ἔοικε τοῖς τῶν ἀνθρώπων. Οἱ δ’ἄλλοι μῦθοι οὐδέποτε.
χαιρετ’ ω συμφιλομαθηται
ορθοτερον Γανυμηδους
ὁ δὲ Χριστὸς ἑαυτὸν πρὸ Θεοῦ ἔχευσε ὡς σπονδὴν ὥστε ἡμᾶς εἰρήνην ἔχομεν.
ω ταν ενταυθα δὶς ἥμαρτες, πρωτον κατα την γραμματικην καπειτα κατα την αληθειαν· ειρηνην γαρ ουκ εχομεν.
εισι μεντοι οι νομιζουσιν
ερρωσθε
Φασὶν τοῦτον μὲν εἶναι τὸν τοῦ Αἰγίπανος υἱόν, εἶναι δ’αὐτῷ μητέρα τὴν αἶγα, ὑπὸ ἧς καὶ ὁ Ζεὺς ἐτράφη.
Τοῦ δὲ Διὸς τοὺς Τιτᾶνας μαχομένου, ὁ Αἰγόκερως, εὑρὼν τὸν κόχλον, φθεγξάμενος ἐφόβησε φόβῳ πανικῷ τοὺς πολεμίους. Ἐν δὲ ταύτῃ τῇ εἰκόνι δύο παλαιοὶ Ἑλληνικοὶ κόχλοι πάρεισι μετ’ ἄλλων μουσικῶν σκευῶν.
Ἐπειδὴ ὁ κόχκος ἐκ τῆς θαλάσσης ἐξῆλθεν, ὁ Ζεύς, χάριν τῷ Αἰγοκέρῳ εἰδώς, ἀνέθηκε τὸ εἴδωλον ἐν τοῖς ἀστράσιν ἔχον οὐρὰν ὡσεὶ ἰχθύος.
ὁ οὖν κόχλος ὄχλον ἐποίησε.
Τοῖς τιτᾶσί γε.
Τοξότου
Οἱ μὲν λέγουσιν τὸν Τοξότην εἶναι κένταυρόν τινα. Τοῦτο γὰρ καὶ ὁ ταύτης τῆς εἰκόνος γραφεὺς ἐνόμιζεν. Οἱ δὲ οἴονται οὐδέποτε οὐδαμῶς τοὺς κενταύρους τοξεύειν. Καὶ δὴ καὶ ὁ Τοξότης οὐκ ἔχει τέσσαρας ἀλλὰ μόνον δύο σκέλη ἱππικά. Κέρατα δὲ δύο πρέπει ἐπὶ τῇ κεφαλῇ αὐτοῦ.
Ἦν γὰρ τῷ Τοξότῃ ὄνομα Κρότος, ὃς ἐν τῷ ῾Ελικῶνι ὄρει μετὰ τῶν Μουσῶν ᾤκει, θηρευτής σὺν τῷ τόξῳ ὤν. Ἡ δὲ μήτηρ αὐτοῦ, ἡ Εὐφήμη, ταῖς Μούσαις ἦν τροφός. Θεᾶσθε δ’ἐπὶ ταύτῃ τῇ ληκύθῳ Μοῦσαν καθημένην τε ἐπὶ τῷ ῾Ελικῶνι καὶ κιθαρίζουσαν.
Ἐπειδὰν δ’αἱ Μοῦσαι τὰς ᾠδὰς τελέσωσιν, ὁ Κρότος τὰς χεῖρας ἐκρότει ἐπαινῶν αὐτάς. Διὰ τοῦτο αἱ Μοῦσαι χάριν ἔχουσαι παρεκάλεσαν τὸν Δία ὅπως σημεῖόν τι τοῦ Κρότου ἐν τοῖς ἄστροις θείη.
νομίζω ὅτι ἄλλου τόνου χρεῖαν ἔχεις. σημεῖόν τι τοῦ Κρότου
Ναί, νὴ τὸν Δία. Ὥσπερ αἱ Μοῦσαι τῷ Κρότῳ, οὕτως ἐγώ σοι, ὦ Μᾶρκε.
“Οἱ δὲ οἴονται οὐδέποτε οὐδαμῶς τοὺς κενταύρους οὐ τοξεύειν”
τουτο σημαινει ουχ ὃ δοκεις θελων λεγειν αλλα τουναντιον, τουτεστιν αυτους αει τοξευειν. ορθως αν ειη ωδε·
Οἱ δὲ οἴονται τοὺς κενταύρους οὐ τοξεύειν οὐδέποτε
ἤτοι Οἱ δὲ οἴονται οὐδέποτε οὐδαμῶς τοὺς κενταύρους τοξεύειν.
ὅρα http://discourse.textkit.com/t/griechische-grammatik-und-multiple-negatives/12918/1
καθήμενάν: -μένην
παρεκάλεσαν τῷ Διὶ: ου μα Δια αλλα τὸν Δία
Κροτῶν ἐπαινῶ σε, ὦ βέλτιστε Μιχαήλ, ἀεὶ καρτερικὸν ὄντα τε καὶ διορθοῦντα.
Ἀπέκτεινεν ὁ Ζεὺς τὸν Ἀσκληπιόν, φίλον τοῦ Ἀπόλλωνος ὑπάρχοντα, κεραυνῷ χρησάμενος.
Διόπερ ὁ Ἀπόλλων σφόδρα ὀργισθεὶς ἐτόξευσε τούτῳ τῷ μεγάλῳ οἰστῷ τοὺς μονοφθάλμους Κύκλωπας, τοὺς τοῦ Διὸς ἐργάτας, οἳ ἐποίουν τοὺς κεραυνοὺς αὐτοῦ .
Ὁ οὖν μὲν Ζεὺς κατέγνω τοῦ Ἀπόλλωνος λατρείαν. Ὁ δ’ ἐδούλευσε τῷ Ἀδμήτῳ ἕνα ἐνιαυτόν, τοῦς βοῦς αὐτοῦ βόσκων.
Ὕστερον δ’ ἀνέθηκεν ὁ Ἀπόλλων τοῦτο τὸ βέλος ἐπὶ τὸν οὐρανόν, ἵνα οἱ ἄνθρωποι μνησθεῖεν αὐτοῦ τοὺς Κύκλωπας νικήσαντος.
τί σημαίνει τὸ μονόφθαλμος? μένε, φίλε Ροβέρτο, ἐρῶ σοι μὴ ἐρωτῶντί μοι.
οὖτος μὲν
δύο ὀφθαμλμούς ἔχει,
οὖτος δὲ
.)
μονόφθαλμός ἐστι.
νῦν δὲ σύνηκας? μένε. ἱδοῦ τὸ Λ.Σ.Κ.
νῦν δὲ τὴν τοῦ λόγου δύναμιν κατέλαβες?
Χαῖρε, ὦ Μᾶρκε. Εὐχαριστῶ σοι. Ὅτε δ’ἐγὼ ἐν Φλωρεντίᾳ μαθητὴς ἦν, ἐκαλεῖτό τις Monorchio. Μὴ οὐκ εἰκόνας περὶ αὐτοῦ δείξῃς, παρακαλῶ.
Οὗτός ἐστιν ὁ ὄρνις, ὃς τὸν Γανυμήδην εἰς τὸν Ὄλυμπον ἀνήνεγκεν, ὅπως ὁ νεανίας οἰνόχοος τῶν θεῶν γένοιτο.
Ὁ δ’ἀετός, βασιλεῦς τῶν πετεινῶν ὤν, μάλιστα πρέπει τῷ Διί. Λέγεται γὰρ ὅτι ἐφάνη πρότερον αὐτῷ τὴν τῶν τιτάνων νίκην ἀγγείλας. Ἐν δὲ ταύτῃ Λακωνικῇ κύλικι κατανοεῖτε ἄμφω.
Διόπερ πολὺ ὑπὸ τοῦ Διὸς τιμηθείς, ὁ ἀετὸς ἔχει σημεῖον ἐπὶ τῷ οὐρανῷ.