Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

ὁ μὲν ἀετὸς ἄνθρωπον τοῖς θεοῖς ἤνεγκε. τὸ δὲ Πνεῦμα, ὡς περιστερὰ

John 1:32: Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν:

ἤνεγκε θεὸν τοῖς ἀνθρώποις.

Πάνυ γε. Τοιγαροῦν μᾶλλον τοῦ ἀετοῦ ἀρέσκει μοι ἡ περιστερά.


Εὐχαριστῶ σοι, ὦ Μιχαήλ.

αλλ’ ειπερ εις τον Ολυμπον αφικεσθαι πειρασαιμην, ελοιμην αν υπ’ αετου φερεσθαι μαλλον η υπο περιστερας!

“τοιγαρουν” την πρωτην χωραν λαμβανει.

Δελφῖνος


Οὗτος ὁ Δελφὶς ὠφελήσας τὸν Ποσειδῶνα ἐν τοῖς ἄστροις κεῖται.


Ὁ μὲν γὰρ Ποσειδὼν ἐρῶν τῆς Ἀμφιτρίτης ἤθελε γαμεῖν αὐτήν. Ἡ δὲ νυμφὴ φεγοῦσά τε καὶ τὴν παρθενίαν τηροῦσα παρὰ τῷ Ἄτλαντι κεκρυμμένη ἦν. Ὁ δὲ Δελφὶς ἀπεσταλμένος παρὰ τοῦ Ποσειδῶνος εὕρων ἔπεισε τὴν Ἀμφιτρίτην.

Πολλοῖ οὖν τεχνῖται τὸν Ποσειδῶνα δεικνύασιν φέροντα τὸν Δελφῖνα ἐν τῇ δεξιᾷ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

ὁ μὲν Δελπὶς ἦν ἀπεσταλμένος παρὰ τοῦ Ποσειδῶνος τοῦ πείθειν τὴν Ἀμφιτρίτην. ὁ δὲ Γαβριὴλ ἀπεστάλη ὑπὸ Θεοῦ τοῦ πεῖσαι τὴν Μαριάμ. ἀμφότεραι δὲ ἐπείσθησαν. εἶπε γὰρ Μαριάμ

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:38: γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

ἠ μὲν Ἀμφιτρίτη, πειθομένη, τὴν παρθενίαν ἀπώλεσε. ἡ δὲ Μαριάμ, πεισθεῖσα, τὴν παρθενίαν ἐτήρησε.

θέλεις συ λέγειν τὸ φεύγουσα? ἢ τὸ φυγοῦσα?

Ἀσπάζομαι, ὦ φίλε Μᾶρκε, ἐν τῇ Ἰταλίᾳ ὤν. Καὶ εὐχαριστῶ σοι ἕνικεν τοῦ λόγου περὶ τῆς παναγίας Θεοτόκου. Ἀποκρινόμενος δὲ τῷ ἐρωτήματί σου, λέγω ὅτι ἡ μὲν νύμφη ἔφυγεν, οὐ δὲ ἤθελε τὴν παρθενίαν ἀπολλύναι. Διότι ἔγραψα καὶ τὸ φεγοῦσά καὶ τὸ τηροῦσα. Οὐ μέντοι οἶδα εἰ ὁ λόγος μου συμφωνεῖ τῇ Ἑλληνικῇ γλώττῃ.

Ὠρίωνος

Ἐπὶ τούτῳ τῷ ἀμφορεῖ οὐκ ἔστιν ὁ Ὠρίων ἀλλ’ ὁ Οἰνοπίων, ὁ τοῦ Διονύσου υἱός, παρὰ τοῦ πατρὸς οἶνον δεδεγμένος. Ὁ δ’ Ὠρίων, ἐπὶ τῆς θαλάττης βήσας, ἦλθον πρὸς Χίον, ὁποῦ ὁ Οἰνοπίων ἦρχε. Ἐπειδὴ ἡ Μερόπη, θυγάτηρ τοῦ Οἰνοπίωνος οὖσα, ὑπὸ τοῦ Ὠρίωνος μεθύοντος ἐβιάσθη, ὁ Οἰνοπίων ἐτύφλωσεν αὐτόν.

Ἥκοντος εἰς Λῆμνον, ὁ Ἥφαιστος ἐλεήσας ἔδωκεν αὐτῷ τὸν Κηδαλίωνα ὡς ἡγεμόνα. Ὁ δὲ ἀναβεβηκὼς εἰς τοὺς τοῦ Ὠρίωνος ὤμους, ἡγήσατο εἰς τὴν ἀνατολήν, ὅπου διὰ τοῦ ἥλιου ὁ Ὠρίων τὴν ὄψιν ἀνέλαβεν. Ἔπειτα ὁ μὲν Ὠρίων ἐζήτησε τὸν Οἰνοπίωνα ὡς θέλων ἀποκτεῖναι αὐτόν. Ὁ δ’Οἰνοπίων κεκρυμμένος οὐχ εὑρέθη.


Μετὰ τοῦτο ὁ Ὠρίων ἐγένετο θηρευτὴς ἐν τῇ Κρήτῃ, τοῦ Ἀρτέμιδός τε καὶ τῆς Λητοῦς παρουσῶν. Τελὸς δ’ὁ Σκορπίος ἀπέκτεινεν αὐτόν. Οἱ μέν φασιν τὴν Γῆν πέμψαι τὸ θηρίον, τοῦ Ὠρίωνος θέλοντος θηρεύειν πάντα τὰ ζῷα. Οἱ δὲ λέγουσιν τὴν Ἀρτέμιδα τοῦτο ποιῆσαι ἵνα τὴν παρθενίαν σώσαι.

Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ τοῦ Ὠρίωνος εἴδωλον ἐπὶ τὸν οὐρανόν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος



καλῶς τὸν ἀόριστον χρόνον ἔχομεν. ταχέως γὰρ ὁ Οἰνοπίων ἐποίησε τυφλὸν τὸν Ὠρίωνα, οὐ βραδέως.

Ἀλλὰ χρῴμην ἂν τῷ παρακειμένῳ ὑπὲρ τοῦ Ὠρίωνος· ὁ γὰρ Ὠρίων τετυφλωμένος ἦν.

Κυνός

Οὗτος ὁ κύων ἦν τῆς Εὐρώπης. Ἔπειτα δ’ὁ Μίνως ἔλαβεν αὐτόν. Πετὰ τοῦτο ἡ Πρόκρις ἰασαμένη ἔσχε τὸν κύνα. Τελὸς δὲ Κέφαλος, ὁ τῆς Πρόκριδος ἀνήρ, ἐχρήσατο αὐτῷ, ταχίστῳ πάντων τῶν κυνῶν ὄντι, ἵνα κατάλαβοι ἀλώπεκά τινα, ἣν οὐδεὶς οἷός τ’ἦν καταλαβεῖν.


Ὁ οὖν Ζεὺς, ὡς τὸν κόσμον σώσων, τὴν μὲν ἀλώπεκα εἰς λίθον μετήλλαξε, τὸν δὲ κύνα εἰς τοὺς ἀστέρας ἀνέθηκεν.

Ἄλλοι δέ φασιν τὸ ζῷον εἶναι τοῦ Ὠρίωνος καὶ σφόδρα χρησιμὸν αὐτῷ. Διὰ τούτου ἐπὶ τοῦ οὐρανοῦ κεῖσθαι. Καὶ δὴ καὶ οἱ θηρευταὶ τιμῶσιν τοὺς κύνας διὰ τὸ τὰ θηρία αὐτοῖς ἀμύνεσθαι.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Λαγωοῦ

Ὥσπερ ὁ Ἀριστοτέλης φησίν, ἡ τοῦ λαγῶ θήλεια ἐπικυΐσκεταί τε καὶ πολλὰ τέκνα τίκτει. Ὁ δ’Ἑρμῆς ἀνέθηκε τὸ εἴδωλον ἐπὶ τὸν οὐρανόν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Ἀργοῦς


Αὕτη ἡ ναῦς τῶν ἐνδόξων ἡρώων, διὰ τῆς Ἀθηνᾶς τεκτονηθεῖσά τε καὶ κατασκευσθεῖσα καὶ τέλος ἐν τῷ οὐρανῷ ταχθεῖσα.


Ἐν δὲ ταύτῃ τῇ εἰκόνι ὁρῶμεν ναῦν τινα ἔχουσαν ἱστὸν σὺν μεγάλῳ ἱστίῳ τε καὶ ναύτην στρέφοντα τοῖς οἴαξιν τὰ πηδάλια.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

κυβερνήτην οὖν βλέπομεν. κυβερνᾷ γὰρ οὗτος τὸ πλοῖον.

κυβερνήτης, ὁ – πηδαλιοῦχος (Λ.Σ.Κ.)

Ακριβῶς δή. Εὐχαριστῶ σοι.

Κήτους


Ἰδού, ὁ Περσεὺς ἀποκτείνει τὸ Κῆτος, τὸ ὑπὸ Ποσειδῶνος ἀπεσταλμένον διαφθεῖραι τὴν τῆς Κασσιεπείας χώραν. Ἡ γὰρ Κασσιέπεια ἔφη εἶναι καλλίων τῶν Νηρηΐδων, τῶν τοῦ Ποσειδῶνος θυγατέρων. Ἡ δὲ γυνή, Ἀνδρομέδη ὀνόματί τε καὶ θυγάτηρ τῆς Κασσιεπείας οὖσα, σῴζεται ὑπὸ τοῦ Περσέως.


Ὑπόμνημα οὖν τούτου τοῦ καλοῦ ἔργου ἀνετέθη ἐπὶ τὸν οὐρανόν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Ποταμοῦ


Οὐκ ἀκριβῶς ἴσμεν τίς ἐστιν οὗτος ὁ ποταμός . Οἱ μὲν λέγουσιν εἶναι τὸν Νεῖλον, τὸν τῆς Αἰγύπτου.


Οἱ δὲ νομίζουσιν ὅτι ἐστὶν ὁ Ἠριδανός, ὁ τῆς Ιταλίας.


Ὁ μὲν Ποταμὸς κεῖται σήμερον ὅλως ἐν τῷ νότῳ, πάλαι δὲ μέρος τι αὐτοῦ ἐν τῷ βορέᾳ ἦν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

τῆς Ἑλληνικὴς γλώσσης δυσκόλου οὔσης, ἔγωγε ὑπὸ τοῦ ἄλλου Περσέως σῴζομαι.

http://www.perseus.tufts.edu/hopper/morph

:laughing:

Πάνυ γε. Φιλῶ δὲ ταύτην τὴν πρὸς τὸν Περσέα σύνδεσιν.
http://www.katabiblon.com/tools/perseus-hopperizer/

Ἰχθύος


Ἡ Δερκέτω, τῆς Συρίας θεά τε καὶ θυγάτηρ τῆς Ἀφροδίτης οὖσα, ἔπεσε νυκτὸς ἐν λίμνῃ τινὶ ἐγγὺς τῆς Βαμβύκης.


Ἐπείδη ὁ Ἰχθύς ἔσωσεν αὐτήν, οἱ Σῦροι πολὺ ἐτίμων αὐτόν τε καὶ τὴν τῆς θεᾶς πτῶσιν. Ἰδού, ἡ λίμνη τῶν ἱερῶν ἰχθύων ἐν Ἐδέσσῃ.


Ἡ δὲ θεὰ χάριν εἰδυῖα ἀνέθη εἰς τοὺς ἀστέρας τὸν Ἰχθὺνμετὰ τῶν τέκνων αὐτοῦ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Θυτηρίου


Πρῶτον μὲν ὁ Ζεύς τε καὶ οἱ ἄλλοι θεοὶ ἐχρήσαντο τῷ θυτηρίῳ, ἐπιθησόμενοι τῷ Κρόνῳ. Ἐπείτα δὲ οἱ θνητοί, ὅτε ἐθέλοιεν κοινωνίαν τινὰ ἔχειν, ἥπτοντο εἰς μαρτύριον. Καὶ δὴ καὶ οἱ μάντεις θυσίας ἐκαίοντο ἐπὶ αὐτῷ, ἵνα τὸ μέλλον ὁρῴησαν.


Διόπερ ἐπιπρέπει αὐτῷ ἐν τῷ ἄστροις εἶναι.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Κενταύρου


Οὗτός ἐστιν ὁ Χείρων, ὁ σοφώτατος ἐν τοῖς κενταύροις. Ἐγένετο γὰρ πρῶτον διδάσκαλος τοῦ Ἀσκληπιοῦ.


Ἐπείτα δ’ἐπαίδευσε τὸν Ἀχιλλέα.


Τέλος δὲ ἀπέθανεν, τοῦ Ἡρακλέους ἐλθόντος πρὸς αὐτόν. Ἕν γὰρ τῶν τοῦ Ἡρακλέους τοξικῶν βελῶν πεσὸν ἐπὶ τὸν τοῦ Χείρωνος πόδα ἀπέκτεινεν αὐτόν.


Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ εἶδος ἐπὶ τὸν οὐρανὸν διὰ τὴν εὐσέβειαν αὐτοῦ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

ὁ δὲ Ἰησοῦς, τοῦτον καὶ πάντας ἀνθρώπους ὑπερενέγκας δικαιοσύνῃ, τοὺς ἀποστόλους ἐπαίδευσε.

ὑπερφέρω – ὑπερτερέω, ἐξέχω, ὑπερέχω. (Λ.Σ.Κ.)

Ὀρθῶς γέγραφας, ὠ φίλε. Ὑπερφέροι οὖν ὁ Σωτὴρ ἡμῶν πάντας ἡμᾶς δικαιοσύνῃ τε καὶ ζοῇ τῇ αἰωνίῳ.