Ὁ γὰρ πατὴρ προσήνεγκεν αὐτὴν τῷ κήτει ἵνα ἵλεων ποιήσοι τὸν Ποσειδῶνα.
τω μελλοντι της ευκτικης ου χρωνται ει μη … no, this is ridiculous. The only use Greek has for fut.opt. is to represent fut.indic. in historic indirect speech.
Ὁ γὰρ πατὴρ προσήνεγκεν αὐτὴν τῷ κήτει ἵνα ἵλεων ποιήσοι τὸν Ποσειδῶνα.
τω μελλοντι της ευκτικης ου χρωνται ει μη … no, this is ridiculous. The only use Greek has for fut.opt. is to represent fut.indic. in historic indirect speech.
Oops. I meant aorist optative ποιήσαι Right?
Right. ορθῶς.
Εὐχαριστῶ σοι, ὦ βέλτιστε Μιχαήλ. Αὔριον δὲ γράψομαι περὶ τοῦ ἵππου.
![]()
Οἱ μέν φασιν τούτον τὸν ἵππον ποιῆσαι τῇ ὁπλῇ τὴν κρήνην ἐπὶ τοῦ ὄρους ὃ καλεῖται Ἑλικών.
![]()
Ὁὶ δὲ νομίζουσιν ὅτι οὗτός ἐστιν ὁ Πήγασος ὁ τὸν Βελλεροφόντην φέρων. Ἀλλὰ διὰ τί ὁ ἵππος οὐκ ἔχει τὰς πτέρυγας;
![]()
Ὁ δ’Εὐριπίδης ἐξηγεῖται τὸν ἵππον εἶναι τὴν τοῦ κενταύρου Χείρωνος θυγατέρα, ᾗ ὄνομα Ἵππη. Ἀπὸ δὲ τοῦ Αἰολίου θεοῦ ὑβρισθῆναι, ἐν γαστρὶ ἔχουσαν καὶ εἰς τὰ ὄρη φυγοῦσαν, τοὺ πατρὸς ἐλθόντος, διὰ τῶν εὐχῶν αὐτῆς εἰς ἵππον διαλλαχθῆναι.
αλλ’ ω φιλε κατα τον του Ευριπιδου λογον ουκ εστιν ὁ ιππος αλλ’ ἡ ιππος! ει τις ζωσα θηλεια ην, καταστερισθεισα θηλεια μενει.
PS
αρχεται ο λογος του μυθολογου ωδε· “Τούτου μόνον τὰ ἔμπροσθεν φαίνεται ἕως ὀμφαλοῦ.”
ἐν ᾧ εγκειται προβλημα· διὰ τί τὰ ὀπίσθια οὐ φαίνεται;
και ιδου λυσιν παρεχει το τελος του λογου· “τὰ δὲ ὀπίσθια μέρη αὐτῆς ἀφανῆ ἐστι πρὸς τὸ μὴ γινώσκεσθαι θήλειαν οὖσαν.”
ὃ πανυ αστειον εμοιγε δοκει.
οἴμοι ὦ ἄριστε τῶν ἀστρολόγων! ὠς δὐσκολοι οἱ τόνοι τῷ Μάρκῳ! νομίζω δ’ ὅτι δεῖ γράφειν ἢ «Οἱ μέν φασιν τούτον τὸν ἵππον ποιῆσαι (ἡ ἀπαρέμφατος) τῇ ὁπλῇ τὴν κρήνην… » ἢ «Οἱ μέν εἶπον ὅτι οὗτος ὁ ἵππος ποιήσαι (ἡ εὐτική) τῇ ὁπλῇ τὴν κρήνην…»
τὰ ἔνδικα λέγω?
τὰ ἔνδικα, φίλτατε, εἶπας δή. τὴν γὰρ κεφαλὴν μὲν ὁρῶμεν, τὸ φαλλὸς δ’ οὔ.
Ὀρθῶς τε καὶ ἀκριβῶς, ἔγραψας, ὧ φίλε Μᾶρκε. Ἤδη δὲ διώρθωσα τὴν ἁμαρτίαν μου. Καὶ δὲ ἐν ταῖς ἡμέραις ἡμῶν εἰσιν μυθόλογοί τινες τὸ αὐτὸ ποιοῦντες. Ὁ γὰρ Δόναλδος Ῥόσα ἔγραψεν ἱστορικούς τε καὶ λογικοὺς περὶ τῶν νηττῶν μύθους, ἵνα ποιήσαι δεσμόν τινα μεταξὺ ἁπάντων τῶν μύθων, οὕς ὁ μέγας Κάρολος Βάρξ ἔκτισεν.
Ἡ Νεφέλη, τοῦ τε Φρίξου καὶ τῆς Ἕλλης μήτηρ οὖσα, ἔδωκε σφῖν κριόν τινα πετόμενον, ἵνα ἀπενέγκοι τὼ παῖδε. Ὁ δὲ κριὸς χρυσοῦς ἦν τὴν δοράν. Φεῦ, φεῦ. Ἡ γὰρ Ἕλλη ἀποπίπτει ἀπὸ τοῦ κριοῦ εἰς τὴν θάλασσαν τὴν μεταξὺ τῆς Ἑλλάδος καὶ τῆς Ἀσίας. Διὸ ἐκείνη ἡ θάλασσα ὀνομάζεται Ἑλλήσποντος.
![]()
Ἔπειτα ἡ μὲν Ἕλλη, μιχθεῖσα τῷ Ποσειδῶνι, ἔτεκε παῖδα ὀνόματι Παίωνα. Ὁ δὲ Φρίξος, παρὰ τῷ Αἰήτῃ ἐληλυθώς, ἐξέδυσε τὴν τοῦ κριοῦ δορὰν ἵνα δοίη τῷ Αἰήτῃ. Ὁ δὲ κριὸς εἰς τὸν οὐρανὸν ἐπετέθη.
…τὸ κέρας ἀπολέσας…
μουνόκερος οὖν ἐστι?
Οὐκ οἶδα, ὦ φίλε Μᾶρκε. Δοκεῖ δ’ἔμοιγε τῷ κριῷ κέρατε εἶναι ἐν πάσαις ταῖς εἰκόσιν.
Οἱ μέν φασιν τὸ δελτωτὸν εἶναι τὸ τοῦ Νείλου ποταμοῦ, ὃς τὴν τῶν Αἰγυπτίων χώραν καρπόφορον ποιεῖ.
![]()
Οἱ δὲ λέγουσιν τοῦτον τὸν ἀστερισμὸν ὑπὸ τοῦ Ἑρμοῦ ἐπὶ τοῦ οὐρανοῦ ἐπικεῖσθαι ὥστε σημαίνειν τὸ πρῶτον ἐν τῷ τοῦ Διὸς ὀνόματι γράμμα.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
![]()
῾Ο Ψευδο-Ἐρατοσθένης λέγει μὲν ὅτι οἱ ἰχθύες, ὑπο τοῦ μεγάλου ἰχθύος γεννηθέντες, συνδεδεμένοι νῦν κεῖνται. Ὁ δὲ τῶν ἰχθύων μῦθος φανεῖται ἡνίκα ὁ τοῦ πατρὸς προσαχθήσεται.
Ἡ καλλίστη Δανάη, τοῦ Διὸς χρυσῷ ὑετῷ εἰκότος, αὐτῷ μιχθεῖσα, ἔτεκε τὸν Περσέα.Ὁ δὲ Περσεύς, νεανίσκος γεγονὼς καὶ ἀπεσταλμένος παρὰ τοῦ Πολυδέκτου, ἀπἦλθεν ὡς τὰς Γοργόνας μαχησόμενος, τῶν θεῶν πολλὰ καὶ χρήσιμα δῶρα αὐτῷ δόντων.
Πρῶτον μὲν ἔδει τὸν Περσέα τὰς Γραίας πλανῆσαι, φυλακὰς τῶν Γοργόνων οὔσας. Αἱ δὲ Γραῖαι, μόνον ἕνα ὀφθαλμὸν ἔχουσαι, παρεδίδοσαν αὐτὸν ἀλλήλαις. Διόπερ ὁ Περσεὺς, ἐν τῇ παραδόσει φθάσας αὐτάς, ἔλαβε τὸν ὀφθαλμόν. Ἔπειτα ἀπέκτεινε Μέδουσαν τὴν Γοργόνα, κατακόψας τὴν κεφαλὴν αὐτῆς.
![]()
Οὗτός ἐστιν ὁ τοῦ Περσέως ἀστερισμός. Ὁ μὲν Περσεὺς ἔχει ἐπὶ τῆς κεφαλῆς τὴν τοῦ Ἑρμοῦ κυνῆν. Ἐν δὲ τοῖς ποσὶν τὰ πετόμενα πέδιλα αὐτοῦ εστιν. Ἡ δὲ τοῦ Ἡφαίστου ἅρπη ἐστὶ ἐν τῇ δεξιᾷ. Τέλος δ’ἐν τῇ εὐωνύμῳ ἡ τῆς Μεδούσης κεφαλή ἐστιν. Ἡ δ’ Ἀθηνᾶ ἐλάβετο αὐτήν.
κατὰ τὴν σὴν γνώμην, φίλε Ροβέρτε, ἆρα τὸ «ὡς μαχησόμενος» σημαίνει ὁμοῖόν τι τῷ «ἵνα μάχηται/ ἵνα μάχοιτο»?
οὕτως νῦν ὁ γέρων τῇ γυναικὶ παραδίδωσι τὸ «hearing aid» αὐτοῦ. ![]()
Δοκεῖ ἔμοιγε, ὦ φίλε Μᾶρκε, τὸ μὲν σημεῖον ὁμοῖον εἶναι, οὐ δὲ ὄντως τε καὶ ἀληθῶς τὸ αὐτό.
bedwere:
Αἱ δὲ Γραῖαι, μόνον ἕνα ὀφθαλμὸν ἔχουσαι, παρεδίδοσαν αὐτὸν ἀλλήλαις.
οὕτως νῦν ὁ γέρων τῇ γυναικὶ παραδίδωσι τὸ «hearing aid» αὐτοῦ.
Νομίζω ὅτι οἱ πάλαι κωφοὶ ἐχρῶντο κέρασιν. ![]()
![]()
Φασὶν ταύτας ἑπτὰ ἀδελφὰς εἶναι. Ἓξ μὲν συνέμιξαν τοῖς τοῦ Ὀλύμπου θεοῖς. Διόπερ οἱ ἀστέρες αὐτῶν λαμπροί εἰσιν. Μία δὲ θνητῷ ἀνδρὶ γημαμένη ἀόρατός ἐστιν.
![]()
Ἡ Πλειὰς κεῖται ἐπὶ τῆς τοῦ Ταύρου ῥάχεως.
Μία δὲ θνητῷ ἀνδρὶ γήμασα ἀόρατός ἐστιν.
οὐ κακῶς γράφεις, φίλε. μεῖζον δὲ νομίζω εἶναι τὸ γράφειν τό «Μία δὲ θνητῷ ἀνδρὶ γημαμένη…»
ὁ μὲν γὰρ γαμεῖ, ἡ δὲ γαμεῖται.
Εὐχαριστῶ σοι, ὦ βέλτιστε Μᾶρκε. Χαίρω γάρ σοί με διορθῶντι. Ὅταν οὖν ἁμάρτημα εὕρῃς, γράψον παρά με, παρακαλῶ.
![]()
Ὁ Ἑρμὴς ἐποίησε τὴν λύραν παρασκευάσας τῇ τε χελώνῃ καὶ ταῖς τοῦ Ἀπόλλωνος βουσίν. Ὁ δὲ Ἀπόλλων ἔδωκεν αὐτὴν τῷ Ὀρφεῖ, τῷ τῆς Μούσης Καλλιόπης υἱῷ. Οὕτως ᾔδον ὁ Ὀρφεὺς ὥσπερ οὐ μονον οἱ ἄνθρωποι ἐπέμενον ἀκουούντες αὐτοῦ, ἀλλὰ καὶ πάντα τὰ ζῷα.
![]()
Ὁ δ’Ὀρφεὺς πολὺ ἐτίμα τὸν μὲν Ἀπόλλωνα ὡς φαινόμενον τὸν ἣλιον, τὸν δὲ Διόνυσον οὔ. Προσεδόκα μὲν ὁ Ὀρφεὺς τὴν τοῦ ἡλίου ἀνατολὴν ἐπὶ τοῦ Παγγαίου ὄρους. Ὁ δὲ Διόνυσος, φθόνος ὤν, ἐκέλευσε τὰς Μαινάδας ἀποκτεῖναι αὐτόν.
![]()
Ἔπειτα τὰ μὲν τοῦ ταλαιπώρου Ὀρφέως μέλη διεσπάσθη ὑπὸ ἐκείνων τῶν κακῶν γυναικῶν. Αἱ δὲ Μοῦσαι, συλλέξασαι, ἐν ταφῇ πενθοῦσαι κατέθηκαν αὐτά.
![]()
Ὁ δὲ Ζεὺς λαβὼν τὴν λύραν ἐν τοῖς ἄστροις ἀνέστηκεν ἵνα μνημεῖον τῷ Ὀρφεῖ εἴη. Ὥσπερ γὰρ ὁ Ὀρφεὺς ἀπέθανεν, οὕτως ὁ αστερισμὸς αὐτοῦ δύεται.
Ὁ δ’Ὀρφεὺς πολὺ ἐτίμα τὸν μὲν Ἀπόλλωνα ὡς φαινόμενον τὸν ἣλιον, τὸν δὲ Διόνυσον οὔ. Προσεδόκα μὲν ὁ Ὀρφεὺς τὴν τοῦ ἡλίου ἀνατολὴν ἐπὶ τοῦ Παγγαίου ὄρους. Ὁ δὲ Διόνυσος, φθόνος ὤν, ἐκέλευσε τὰς Μαινάδας ἀποκτεῖναι αὐτόν.
ὥσπερ οὗτοι οἱ θεοὶ ἤριζον, οὕτως ὁ Θεὸς καὶ ὁ Σατανάς. ὁ γὰρ Σατανὰς θέλει προσκυνηθῆναι ὡς ἥλιος καὶ οἱ ἀστέρες.
Ἰσ. 14:13-14: σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.
ὁ δὲ Ἰησοῦς λέγει
Ἀποκ 22:16: ἐγώ εἰμι…ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
ὁ δὲ Διάβολος (καὶ αἱ ἁμαρτίαι μου) ἀπέκτεινε τὸν Ἰησοῦν, ὥσπερ τὸν Ὀρφέα ὁ Διόνυσος.
Αἱ δὲ Μοῦσαι, συλλέξασαι [τὰ Ὀρφέως μέλη] ἐν ταφῇ πενθοῦσαι κατέθηκαν αὐτά.
ὥς δὲ οἱ ἄγγελοι συλλέξουσι τοὺς ἐν Χριστοῦ νεκροὺς καὶ ἀναστήσει ἡμᾶς ὁ Θεός! μέλη γὰρ τοῦ ἀνασταμένου σώματος τοῦ Χριστοῦ ἐσμεν.