Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Ναί, ὦ φίλτατε. Δοκεῖ γάρ μοι τὸν Ψευδο-Ἐρατοσθένην οὐ πάντας τοὺς μύθους διηγεῖσθαι. Εἰ οὖν ἄλλους εὕροις, γράψον ἐνταῦθα, παρακαλῶ.

δει με ζητειν προτερον η γραφειν. δηλονοτι η Αρτεμις επεισε τον Ασκληπιον εξαναστησαι τον Ιππολυτον δια την εις αυτην ευσεβειαν αυτου. οι δε τραγωδοποιοι ου φαινονται ακολουθειν· καιτοι ουκ ηγνοουν, ως εμοιγε δοκει. παρ’ Ευριπιδῃ γουν εν τω επιλογω του Ιππολυτου στεφανηφορου η θεα προαγορευει ως παρα τοις Τροιζηνιοις τιμηθησεται (1423-5), και Παυσανιας μνημονευει επιφανεστατον τι τεμενος υπο των Τροιζηνιων τω Ιππολυτω ανειμενον, εν ωπερ φησιν αγαλμα τι ιδρυσθαι του Ασκληπιου, “Τροιζήνιοι δὲ οὐκ Ἀσκληπιὸν ἀλλὰ εἰκόνα Ἱππολύτου φασὶν εἶναι” (2.32.4). και αυτο το του Ιππολυτου τεμενος ως δοκει ην εντος του Ασκληπιειου. τουτοις φαινεται υποκειμενος ο λογος της αναστασεως.

και ινα τω bedwere χαριν φερωμεν, ιδου καταστερισμος τις· “ἀποθανεῖν δὲ αὐτὸν οὐκ ἐθέλουσι [οι Τροιζηνιοι] συρέντα ὑπὸ τῶν ἵππων οὐδὲ τὸν τάφον ἀποφαίνουσιν εἰδότες: τὸν δὲ ἐν οὐρανῷ καλούμενον ἡνίοχον, τοῦτον εἶναι νομίζουσιν ἐκεῖνον Ἱππόλυτον τιμὴν παρὰ θεῶν ταύτην ἔχοντα.” (2.32.1). ωστε κατα γε Τροιζηνιους ο Ηνιοχος ουκ αλλος ην η ο Ιππολυτος.

<Π>ερὶ τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος


Οὗτός ἐστιν ὁ ἀστερισμὸς τοῦ Ἀρκάδος, ὅς ἦν τῆς Καλλιστοῦ καὶ τοῦ Διὸς υἱός. Ὁ δ’ Ἀρκὰς ᾤκει περὶ τὸ Λύκαιον ὄρος, ὅπου ἦν τὸ Λύκαιον ἱερόν.


Ὁ δὲ Λυκάων, ὁ πάππος τοῦ Ἀρκάδος, ἀποκτείνας τε τὸν παῖδα καὶ ὀπτήσας αὐτόν, προήνεγκε τὸ κρέας τῷ Διί, ξένῳ τοῦ Λυκάονος ὄντι. Ἐπειδὴ ὁ Ζεὺς τοῦτο συνῆκε, μάλα ὀργισθεὶς μετέβαλε μὲν τὸν Λυκάονα εἰς λύκον, κατέκαυσε δὲ κεραυνοῖς τὴν οἰκίαν αὐτοῦ. Μετὰ τοῦτο, ὁ τῶν θεῶν βασιλεὺς ἀνέπλασε τὸν ταλαίπωρον παῖδα.

Ὁ δὲ Ἀρκάς, νεανίας γεγονώς, ἔγημεν ἄκων τὴν μητέρα. Ἔπειτα οἱ τὴν χώραν οἰκοῦντες ἤθελον κατὰ τοὺς νομούς θύειν αὐτούς ὡς ἱερὰ τοῖς θεοῖς, ὁ Ζεὺς εἰς τοὺς οὐρανοὺς ἀνέθηκεν αὐτούς.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Παρθένου

Ἡ Δίκη θυγάτηρ τοῦ Διὸς καὶ τῆς Θέμιδος οὖσα πρῶτον ᾤκει μετὰ τῶν ἄνθρώπων. Ἔπειτα μὲν πόλεμοι καὶ ἀδικία ἐγένοντο, ἡ δὲ Δίκη ἀνεχώρησεν ἐπὶ τὰ ὄρη. Τελὸς δ’ οὔ μᾶλλον τὴν ἀνθρωπίνην ὕβριν φέρουσα ἀνῆλθε εἰς τοὺς οὐρανούς. Ἐν δὲ ταύτῃ τῇ Ἀττικῇ κύλικι θεωροῦμεν τὸν Αἴαντα ὑβρίζοντα τὴν Κασσάνδραν.

Ἡ δὲ παρθένος ἔχει στάχυν ἐν τῇ χειρί. Διόπερ ἄλλοι μὲν νομίζουσιν αὐτὴν εἶναι τὴν Δήμητρα, τὴν τῶν ἀγρῶν θεάν. Ἂλλοι δ’ ἄλλην θεάν.


Τί ἐστι στάχυς; Ἴδετε δὴ τρεῖς στάχυας· ἕνα τῆς κριθῆς καὶ ἕνα τοῦ πυροῦ καὶ ἕνα τῆς σικάλεως. Καὶ στάχυς ἐστὶν ὄνομα τῷ λαμπροτάτῳ ἀστέρι ἐν τῷ τῆς Παρθένου ἀστερισμῷ.


Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Διδύμων

Οἱ Διόσκουροι ἢ Διόσκοροι, ὡς τοὔνομα αὐτὸ σημάνει, ἦσαν δύο υἱοὶ τοῦ Διός, ἐν τῇ Λακωνικῇ χώρᾳ γεννηθέντες. Τοιαύτη ἦν ἡ φιλία μεταξὺ τῶν ἀδελφῶν, ὥσπερ ἔφθανε τὴν φιλίαν ἁπάντων τῶν ἄλλων ἀνθρώπων. Διὰ τοῦτο ὁ Ζεὺς ἦρεν αὐτοὺς εἰς τοὺς οὐρανούς.

Ἐν δὲ ταύτῃ τῇ εἰκόνι θεώμεθα Ἀττικὸν κρατῆρα ἢ κύλικα. Ὁ μὲν Κάστωρ εἷς τῶν Διοσκόρων ὢν ὁρᾶται πίλον ἐπὶ τῆς κεφαλῆς ἐνδεδυμένος. Τῷ δ’ ἑτέρῳ ἀδελφῷ ὄνομά ἐστι Πολυδεύκης. Ὁ μέντοι Ψευδο-Ἐρατοσθένης οὐ λεγει τὰ ὄνοματα αὐτῶν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Καρκίνου

Ἡ Ἥρα, ἡ ἀεὶ μισοῦσα τὸν Ἡρακλέα, τέθηκε τὸν καρκίνον ἐν τοῖς ἀστράσιν ὅτι οὗτος μὲν ἔδακε τὸν τοῦ τὴν ὕδραν μαχομένου Ἡρακλέους πόδα, ὁ δὲ υἱὸς τοῦ Διὸς ἄπέκτεινε τὴν ὕδραν τε καὶ τὸν καρκίνον.


Ἐπὶ τούτῳ τῷ ληκύθῳ ὁρῶμεν τόν τε Ἡρακλέα τὴν ὕδραν μαχόμενον καὶ τὸν καρκίνον ἐπιτιθέμενον αὐτῷ καὶ τὴν Ἀθηνᾶν τῷ Ἡρακλεῖ ὠφελοῦσαν.

Ἐν δὲ τῷ τοῦ Καρκίνου ἀστερισμῷ εἰσι καὶ οἱ ὄνοι, οἱ ὀχοῦντες Διόνυσον καὶ τὸν μεθυσθέντα Ἥφαιστον καὶ τοὺς Σατύρους. Ἐπείδη οἱ Γίγαντες, οἱ τῶν θεῶν ἔχθροι, ἔτυχον πάροντες, τὰ μὲν ζῷα ἐφθέγξατο, οἱ δὲ Γίγαντες φοβούμενοι ἔφυγον.

Τέλος δ’ ἔστι νεφέλιόν τι καλούμενον Φάτνη, ὅπου οἱ ὄνοι τρέφονται.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

χαῖρε, ἄριστε.



ἀλλὰ ἐν τῷ τῶν αἰώνων τέλει, λύσει Χριστὸς πάσας νόσους, καὶ τὸν καρκίνον, καὶ τὸν θάνατον!

σύγε, φίλε Ροβέρτο, κάτοιδας τὴν τῶν νυκτέρων ἄστρων ὁμήγυριν. διὰ δέ σε, ἡμεῖς νῦν πάντες κατοίδαμεν τὴν τῶν νυκτέρων ἄστρων ὁμήγυριν. χάριν οὖν σοι δίδομεν δή.

ἔρρωσο, φίλτατε.

Χαῖρε, ὦ λῷστε Μᾶρκε. Χάριν δ’ ἔχω σοι καλὸν παράδειγμα ἐκ τῆς ἁγίας γραφῆς προσσχόντι. Οἱ μὲν λόγοι σου τιμῶσίν με μᾶλλον ἢ ἄξιός εἰμι, φιλῶ δέ. :smiley:

Ἔρρωσο

Λέοντος


Τοῦτ’ ἔστι τὸ τῆς Νεμέας στάδιον. Ἐν δὲ τῇ Νεμέᾳ λέων τις μέγας τε καὶ δεινὸς ἦν.



Πόλλοι μὲν οἷοί τ’ἦσαν τοὺς ἂλλους λέοντας ἀποκτείνειν, μόνον δ’ ὁ Ἡρακλῆς οὕτως ἰσχυρὸς ἦν ὥστε συμπαλαίσας ταῖς χερσὶν ἔπνιξε τὸν Νεμεαῖον λέοντα .Ἔπειτα ὁ Ἡρακλῆς ἔλαβε τὴν λεοντῆν αὐτοῦ.


Ὁ δὲ Ζεὺς πολὺ ἐτίμησε τὸν λέοντα. Ὁ γὰρ τοῦ λέοντος ἀστερισμὸς ὁ πρῶτός ἐστι τῶν τέτταρας πόδας ἐχόντων.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

δοκεῖ δ’ ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι.

πῶς γὰρ οὔ? τὸν γὰρ λέοντα “τὸν τῆς ὕλης βασιλέα” καλοῦμεν.

Προσδοκῶ οὖν παρά σου, ὦ φίλε Μᾶρκε, τὴνδε τὴν ᾤδην ἐν τῇ Ἑλληνικῇ.
:smiley:

https://www.youtube.com/watch?v=_LBmUwi6mEo

Ἡνιόχου


Αὕτη μὲν ἡ εἰκὼν δείκνυσι τὸν τοῦ Ἡνιόχου ἀστερισμόν, τὸν ἔχοντα τήν τε Αἶγα καὶ τοὺς Ἐρίφους.

Ὅδε δ’ ὁ μῦθος οὐ προσήκει τοῖς παιδίοις. Φασὶν γὰρ ὅτι ὁ Ἥφαιστος ἐπεθύμει μὲν τῇ Ἀθηνᾷ συμμίγνυμαι, ἡ δὲ παρθένος ἔφευγεν αὐτόν . Τέλος δ’εὑρὼν τὴν Ἀθηνᾶν καὶ ὑπὸ αὐτῆς πληγείς, ὁ Ἥφαιστος ἀφῆκε τὸ σπέρμα ἐπὶ τὴν γῆν. Ἐκ δὲ τούτου ἐγεννήθη ὁ Ἐριχθόνιος. Ἔπειτα, ἄνηρ γεγονὼς, πρῶτος ἤλασεν ἅρμα διὰ ἵππων λευκῶν, ὅμοιον τῷ τοῦ Ἡλίου ὄν . Καὶ δὴ καὶ ἕστησε τὰ Παναθήναια ἱερά. Διὸ ὁ Ζεὺς ἔθηκεν αὐτὸν ὡς ἡνίοχον ἐν τῷ οὐρανῷ.

Ἐν δὲ τῷ αὐτῷ ἀστερισμῷ ὁρῶμεν τὴν Αἶγά τε καὶ τοὺ Ἐρίφους. Φασὶν δὲ ὅτι ἡ τοῦ Διὸς μήτηρ ἡ Ῥέα ἔδωκε τὸ τεκνίον τῇ Θέμιδι. Ἡ δὲ Θεμὶς ἔδωκεν αὐτὸ τῇ Ἀμαλθείᾳ, ἥ εἶχε Αἶγά τινα τοῦ Ἡλίου θυγατέρα οὖσαν. Ἐτρέφθη οὖν ὁ Ζεὺς ὑπὸ τῆς Αἰγὸς τῷ γάλακτι αὐτῆς.

Ἐπειδὴ ὁ Ζεὺς τηλίκος ἐγένετο ὥστε μάχεσθαι τοῖς τιτᾶσι, ἀποκτείνας τὴν Αἶγα ἔλαβεν ὡς ὅπλα τὴν δορὰν ἐξ αὐτῆς. Ἐποίησε γὰρ τὴν αἰγίδα τὴν τὸ τῆς Γοργόνος πρόσωπον ἔχουσαν, ἣν ὕστερον τῇ Ἀθηνᾷ τῇ φιλουμένῃ θυγατρὶ ἔδωκεν. Ὁ δὲ Ζεὺς κρύψας νέᾳ δορᾷ πάλιν ἔπλασε τὴν Αἶγα, ἵνα θείη αὐτὴν ἐν τῷ οὐρανῷ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Ταύρου


Οἱ μὲν λέγουσιν τοῦτον εἶναι τὸν ταῦρον, ὅς τὴν καλὴν Εὐρώπην παρὰ τὸν Δία ἐβάστασε.


Οἱ δέ φασιν εἶναι τὴν τῆς Ἰοῦς μίμησιν. Ἡ γὰρ Ιὼ ὑπὸ τοῦ Διὸς εἰς βοῦν διηλλάχθη.

Μεταξὺ μὲν τῶν τοῦ ταύρου ὀφθαλμῶν πάρεισιν αἱ Ὑάδες. Ἐπὶ δὲ τῆς ῥάχεως θεώμεθα τὰς Πλειάδας, τὰς ἑπτὰ ἀδελφάς.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Κηφέως


Ὁ τοῦ Κεφέως ἀστερισμὸς κεῖται περὶ τὸν ἀρκτικὸν κύκλον. Ἡ γὰρ Ἀθηνᾶ ᾔτησε τὸν τῶν θεῶν πατέρα θεῖναι τὸν Κεφέα ἐν τῷ οὐρανῷ.

Ὁ μὲν Κεφεὺς ἦν βασιλεὺς τῶν Αἰθιόπων. Ἔδωκε δ’ Ανδρομέδαν τὴν θυγατέρα τῷ κήτει ὡς βρῶσιν. Ὁ μέντοι Περσεὺς, ὑιὸς τοῦ Διὸς ὤν, ἔσωσεν αὐτήν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Κασσιεπείας


Ἐν τούτῳ τῷ πίνακι θεώμεθα τὴν Κασσιέπειαν ὑπὸ τῆς Κρίσεως στεφανουμένην. Ἡ γὰρ Κασσιέπεια, τῶν Αἰθιόπων βασίλισσα τε καὶ τοῦ Κεφέως γυνὴ καὶ τῆς Ἀνδρομέδης μήτηρ οὖσα, ἔφη αὐτήν τε καὶ τὴν Ἀνδρόμεδαν εἶναι καλλίω τῶν Νηρηΐδων, τῶν τοῦ Ποσειδῶνος θυγατρῶν. Τοῦτο μὲν ἀληθὲς ἦν. Ὁ δὲ Ποσειδὼν ὀργισθεὶς ἐπέμψε τὸ κῆτος διαφθεῖραι τὴν τῶν Αἰθιόπων χώραν.


Ἡ δὲ Κασσιέπεια γράφεται ἐπὶ δίφρου καθημένη.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

καλῶς δ’ ἱστορεῖ οὖτος!

ἄλλος δέ τις θεὸς ἄλλον κῆτος ἐπέμψεν εἰς ἄλλην χώραν.

Ιω. 2:1: Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν…



Ιω. 3:3 …καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη…



Ιω 3:10: …καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

ὁ μὲν ἐν ὀργῇ, ὁ δ’ ἐν χάριτι.
:smiley: :smiley: :smiley:

Καλὸν ὑπόμνημα γέγραφας, ὦ Μᾶρκε. Εὐχαριστῶ οὖν σοι.

Ἀνδρομέδας


Ἡ Ἀνδρομέδα, ἐν τοῖς ἄστροις ὑπὸ τῆς Ἀθηνᾶς ἀναθεῖσα, δοκεῖ ἐν δεσμοῖς εἶναι.


Ὁ γὰρ πατὴρ προσήνεγκεν αὐτὴν τῷ κήτει ἵνα ἵλεων ποιήσαι τὸν Ποσειδῶνα. Ὁ δὲ Περσεὺς ἔσωσεν αὐτὴν ἀπο τοῦ θηρίου. Διὰ τοῦτο ἡ Ἀνδρομέδα ἐγήματο αὐτῷ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

καλῶς ἔγραψας τὸ «ἀπό» ἀντὶ τοῦ «ἐκ.» ἡ γὰρ Ἀνδρομέδα ἐν τῷ κήτει οὐκ ἦν. ὁ δὲ Ιωνας ἐν τῇ κολίᾳ τοῦ μεγάλλου ἰχθύος ἦν. ὁ οὖν Θεὸς τοῦτον ἐκ τοῦ θηρίου ἔσωσε.

Τὴν γραμματικὴν γιγνώσκεις, ὦ βέλτιστε Μᾶρκε.