Greek Haiku

Feedback welcome!

Πρίν, χειμών ὡς ἔρχεται,
σὺ μὲν ἔχαιρες.
ἐγὼ δὲ δακρύω νῦν.

Καλόν. Τὸ δὲ “ὡς” οὐκ ἔστιν ἐγκλιτικόν.

τοῦτο τὸ ποίημα ὑπό σου καλῶς γεγραμμένον πεφίληκα σφόδρα.

καθ’ ἡμέραν πλήσσεις με,
ἡσύχως, κούφως,
καιρίως, ἄναξ χρόνε.

ἡ χώρα ἡμῶν,
ὥσπερ ἐν τῇ Αἰόβᾳ,
οὐκέτι νικᾷ. :wink:

Εὖγε. Πολλοὶ δὴ οἱ ταύτης τῆς ἀγορᾶς ποιηταί.

τήμερον δειπνεῖς.
τοῖς δὲ σκώληξιν ἔσῃ
δεῖπνον αὔριον.

Ἀλλὰ τοῦτο τὸ Ἰαπονικὸν μέτρον ἔχει ἑπτακαίδεκα χρόνους, τοῦτ’ἔστι πέντε καὶ ἑπτὰ καὶ πέντε, οὐδὲ ἑπτακαίδεκα συλλαβάς. Αἱ μὲν μακραὶ ἐν τῇ Ἑλληνικῇ συλλαβαὶ ἔχουσι δύο χρόνω, αἱ δὲ βραχεῖαι ἕνα. Διὰ τοῦτο δεῖ τὸν τῶν συλλαβῶν ἀριθμὸν ἀλλάσσεσθαι. Πῶς γὰρ οὔ;

οὐκ οἶδα, φίλτατε. τὸ γὰρ Ἑλληνικὸν Αἱκὺ καινόν ἐστιν ὥστε τὸ πῶς δεῖ γράφειν οὐκ οἶδα.

κατά με, μόνον δεῖ γράφειν ἢ τὸ 5-7-5 ἢ τὸ 7-5-7. λέγω μόνον περὶ τῶν συλλαβῶν. τοῦ γὰρ μακρὸν ἢ βραχὺ οὐ μέλει μοι.

ἀλλά, ὦ ἄριστε, εἰ ἄλλως νομίζεις ὅτι δεῖ ἡμᾶς γράφειν ταῦτα τὰ ποιήματα, δὸς ἡμῖν ἅλλον κανόνα καὶ γράφε οὕτως.

ἔρρωσο!

ἀριθμῶ
οὐ συλλαβάς,
χρόνους δή.
:smiley:

ἑπτακαίδεκα
συλλαβὰς ἀριθμέω,
οὐ χρόνους, ὦ τᾶν. :slight_smile:

αὖθις ποίεε
Ἀμερικὴν μεγάλην
καὶ δὴ ἀσφαλῆ.

Δόναλδ Τράμπ

φθεῖρες ἔκτανον
Δημόκριτον. καὶ ἄλλοι
φθεῖρες Σωκράτην.

Ὁ δὲ Μᾶρκος
εὖ ἀνέγνω
τὰ Μάρκου.

Χριστὸς Ἰησοῦς
ἀπέθανεν, ἐτάφη,
καὶ ἐγήγερται.

Θεοῦ τὸ δῶρον,
χάριτι δεδομένον
διὰ πίστεως.

1 Cor 6:3: οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν?

νῦν ἐν οὐρανῷ
τοὺς ἀγγέλους κριτής τις
κρίνει, Σχαλία.

https://en.wikipedia.org/wiki/Antonin_Scalia

ἐθανάτωσε
θάνατον, θανὼν ἵνα
ἀθανεῖς ὦμεν.

ὁ μὲν Ἀγαμέμνων νικᾷ ἐν μάχῃ καὶ ἐκ τῆς Τροίας ἀναχωρεῖ οἴκαδε. οὐδὲ μόνον ἐστὶ μόνος, ἀλλὰ καὶ γυναικά τινα κομίζει μετὰ αὐτοῦ. τὸ γὰρ ὄνομα αὐτῇ ἐστὶ Κασσάνδρα. ἡ μέντοι τοῦ Ἀγαμέμνονος γυνὴ βλέψας λέγει, “τίς ἐστιν αὕτη ἡ γυνή; οὐ γὰρ γιγνώσκω αὐτήν.” ἡ οὖν Κασσάνδρα μαίνεται καὶ δεινὸν ποιεῖται καὶ μιαρᾷ τῇ φωνῇ λέγει,

αἱμάτων ὀσμή,
ὀτοτοτοῖ πόποι δᾶ,
ἐνταῦθά ἐστιν.




Story adapted from the book, “Thrasymachus” by C.W.E. Peckett and A.R. Munday, page 22.
If you see any mistakes, don’t hesitate to correct me.

εἰ ἔξεστιν τοῖς
σάββασιν θεραπεῦσαι;
ἔξεστιν ποιεῖν.




Derived from Matthew 12:10,12