μῦθοι ἄπιστοι τῶν καπήλων πονηρίας

ἀεὶ οἱ κάπηλοι πονηρίας ζητοῦσι τὴν ἀπορρήτην κλεῖν τοῦ Τεξτκιτ. ταύτῃ δὲ τῇ κλειδὶ ἀμύνω ἐκείνους ἐλέγχων τοὺς λόγους τῶν ἐπιστολῶν ἃς καὶ ἄνθρωποι ἀγαθοὶ καὶ ἄνθρωποι – ἢ αὐτόματοι – πονηροὶ πέμπουσί μοι. τὰς δὲ καρδίας αὐτῶν πειρῶμαι διακρίνεσθαι. ἄπορος δ’ ἐστὶν τοιοῦτος καὶ ἔνιοτε σφάλλομαι.

αἴτιός εἰμι τοῦ τῆς τήμερον ἡμέρας σφάλματος τούτου. ἴδε:

πῶς δὲ οὐκ ἔβλεψα τὸ “γλῶσσαι ἀρχαῖαι”; μωρὸς δὴ ἦν ἔγωγε. πιστεύων δ’ αὐτοῦ ἐξέδωκα τὴν κλεῖν τὴν ἀπορρήτην…

ἀλλ’ ὦ γενεὰ διεστραμμένη!

ἐποίησα οὖν κλεῖν νέαν μετὰ τὸ ἀποκτείνειν αὐτοῦ.

ὦ, κάπηλε κακέ, μηδέποτε πρός σε τὴν κλεῖν πέμψω. εἰς δὲ κόρακας ἥσω σε καὶ τὴν ἐπιστολήν σου.

Οἱ πλεῖστοι κακοί, λέγει Βίας ὁ Πριηνεύς.