γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

ἄρα δύνασθε μνημονεύειν τούτων τῶν λόγων ; τοῦ εἰσίν ;

σύμμαχός γέ σοι μόνος.
ἢν δ ’ ἀνσπάσωμαί γ ’ ὃν μετέρχομαι βόλον…
πέποιθα δ’ . ἢ χρὴ μηκέθ ’ ἡγεῖσθαι θεούς,
εἰ τἄδικ ’ ἔσται τῆς δίκης ὑπέρτερα.


ἐὰν μὲν τύχοιτε, εὖ,
ἢν δὲ οὐ,
πῶς νομίζετε ταῦτα ἁρμόζεσθαι τῷ νῦν καιρῷ ;

Νοῦς ἐστι ὁ σύμμαχος ὁ μόνος τῶν ἀνθρώπων. ἀμφιβάλλων δίκτυον τῶν λόγων πείθει ἡμᾶς τῆς ἀληθείας ὅτι οὐκ εἴσι τῷ ὄντι θεοί, ὥς φῃς, καὶ τὸ ἄδικον κρεῖσσον.

οὐ πέπεισμαι δ᾽ ἔγωγε τούτοις τοῖς λόγοις ὑποπτεύων αὐτοὺς ἁμαρτάνειν.

οὐδ ᾽ ἐγώγε. οὐδε αὐτὸς ὁ ταῦτα λέγων. ἀλλά τι ἕτερον ἔχοις ἐιπεῖν περὶ τοῦ γράψαντος ; τίς δὴ ἐστι ;

Εὐριπίδης αὐτὸν τὸν λόγον ἐν τῇ αὐτοῦ τραγῳδίᾳ Ἠλέκτρα ἔγραψεν·
γραμμὴ 580·
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0095%3Acard%3D547

οὐδέποτε ἀναγνοὺς τὴν τραγῳδίαν οὐκ οἶδα ἀκριβῶς τί σημαίνει τούτῳ. ὁρῶ δ᾽ ἐκεῖ τοῦτον τὸν Πρέσβυν φάντα ὅτι κασίγνητος Ἠλέκτρᾳ ἐστι οὗτος ὁ Ὀρέστης ὢν υἱὸς τοῦ Ἀγαμέμνονος. Ἀγαμέμνων γε γιγνώσκω. καὶ δὴ δεῖ Ἠλέκτρα τοῦ αὐτοῦ Ἀγαμέμνονος εἶναι θυγατέρα. καλός. κασίγνητοί εἰσι τῇ φύσει σύμμαχοι. τί δὲ “βόλος”; οἴομαι τὸν Ὀρέστην πειρᾶσθαι τὸ Ἠλέκτραν εἶναι κασιγνήτην καὶ πείσαι τὴν γυναῖκα. καὶ νῦν πέποιθε αὐτῇ πιστεύειν; εἰ δὲ οὐ πιστεύει ἡ Ἠλέκτρα ὅτι κασίγνητοί εἰσιν, μήκετι ὁ Ὀρέστης ἐν θεοῖς πιστεύσει; οὕτως γε βάλλω τὸν βόλον μου. εἰ δὲ ἀληθῆ λέγω, οὐκ οἶδα.

ὁ Ὀρέστης τιμωρήσει τὸν Αἴγισθον καὶ τὴν Κλυταιμήστραν τοῦ φόνου τοῦ πατρός, τοῦ Ἀγαμέμνονος. μετέρχεται τὴν τιμωρίαν. ἐάν ἀνασπάσηται τὸν βόλον (τιμωρίαν) ὅν μετέρχεται, τοῖς θεοῖς και τῇ δίκῃ πιστεύσει.

νῦν δὴ ὁρῶ. ἐρωτᾷ ὁ Ὀρέστης ἐὰν ἔχῃ ἡ τιμωρία τελευτήν. ἀλλὰ παύει ἑαυτὸν τοῦ ἐρωτᾶν. πέποιθε γὰρ ὅτι λείψω τιμωρίαν. ἀσφαλῶς οἱ θεοὶ δώσουσι.

“πῶς νομίζετε ταῦτα ἁρμόζεσθαι τῷ νῦν καιρῷ;”

οὐκ οἴομαι ἐρωτᾶν τοῦτον τὸν Υλαδιμιρ (Vladimir) περὶ Ἁμλετ (Hamlet). ἴσως φησὶ περὶ τοῦ διαφθείρειν τοῦ ψηφίζεσθαι ὥς φασί τινες; ἢ τίνος ἄλλου;

ἐβουλόμην εἰπεῖν ἐὰν γνοῖτε ἐπιγνῶναι τίς ἐστίν ὁ γρᾶψας χωρὶς δὴ Περσέως…

γενικῶς εἶπα , ὡς τῷ νῦν αἰῶνι πολλαὶ εἰσι κακίαι ἐν ἀνθρώποισι καὶ γε πολλὴ ἀπιστία. ἐστιν ἆρα σοφὸν τοῦτο λογισμόν ;

μετέγνων· ἔπειτα οὐ διαφθερῶ τὸν γρῖφον.

οὐ δοκεῖ μοι σοφὸν εἶναι τὸ ὁμοιάζειν πασῶν κακιῶν. κακώτερόν γὰρ ἐστι τὸ κτεῖνον τοῦ τύπτοντος, τὸ τύπτον τοῦ κνῶντος, τὸ κνῶν τοῦ ἅπτοντος. ἀνάγκη δὲ ἡμᾶς φρονίμους εἶναι μετὰ πολλῶν κακιῶν πορευομένους. καίτοι γέ φημι ὅτι χρὴ ἀεὶ τὰ ὅμοια ποιεῖν. ταῦτα ἃ δεῖ ἡμᾶς ποιεῖν ἐστι τὸ ἀληθεύειν, τὸ ἀγαθοποιεῖν, τὸ ἀγαπᾶν, κτλ. ἐγὼ δὲ ἐν τῷ ποιεῖν τούτων πολλάκις ἁμαρτάνω, εὖ οἶδα, ὅμως δοκεῖ μοι εἶναι ταῦτα ἀληθῆ.

εὖ εἴρηκας, ὦ βέλτιστε ! ἐγὼ δὲ οὕτως φαίην - κατὰ μέγαν τε σοφὸν ἀνήρ - μικρὸν μὲν ἀλλοιῶν τὸν τοῦ λόγου τόπον ( οὔπω ἔγνωκα πῶς “context” λέγοιμι, ἐὰν τις γνοῖη, εἴπῃ ) ἀλλὰ τὸν γε νοῦν νομίζω οὐ πολλὸν τοῦ προσήκοντος ἁμαρτάνειν :

“ἐχρῆν γὰρ διὰ τῆς γνώσεως τῶν ὄντων πρὸν τὸν αἴτιον τῶν ὄντων ἀνάγεσθαι τούς γε ἀληθεῖς φιλοσόφους …”

γνῶσιν λέγω νῦν καὶ τὴν γηΐνην, τὴν δυστύχως δὴ μόνην ἡμῶν .

αἴνιγμα πλέκεις, ὦ φίλε, ὃ οὐ συνίημι. ὁ δὲ αἴτιος τῶν ὄντων ἐστὶ ὁ Θεός ζητούμενος ὑπὸ τῶν φιλοσόφων. ἀλλὰ τί ἐστι αὕτη ἡ γηΐνη γνῶσις;

καὶγε οὐ δηλαδὴ κυρίως , δυνάμεθα ταύτην τὴν γνῶσιν καὶ προσαγορεύειν ( δευτέρως εἰπεῖν ) τὴν τῶν τοῦ κόσμου τούτου πραγμάτων, ἐπειδὴ τὰ σύμπαντα πέφυκε ἐνδιαθέτους λόγους ἔχειν οἵτινες δὴ μόνον πρὸς τὸν Θεὸν ἀνάγουσιν. εἰ μέντοι οὐκ ἐκεῖσε φθάνομεν, τὸ ἄνω Ὀρέστει ῥηθὲν ἐροῦμεν καὶ ἡμεῖς, ὅ καί που γέγονε.
κατὰ Δοστοϊεύσκιν:

τοῦ θεοῦ οὐκ ὄντος, ἐγώγε θεός.

οὐκ οἶδα τί λέγεις. φράσον μοι ἁπλῶς.

οὔ δυναίμην βέλτιον φράσαι τούτου.

περὶ δὲ τῆς ἀναλογίας παύσομαι λέγων.

τἀγαθά !