Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Τοὺς τῆς ἑλληνικῆς γλώττης ἐνθάδε φίλους χαιρετῶ. Νικόλαος μὲν ἐμοὶ τὸ ὄνομα, γλωττολόγος δὲ ἐμοὶ ἡ παιδεία. Εἰς τὸν Θησαυρὸν τῆς Ἑλληνικῆς Γλώττης (TLG) ἐπὶ δεκαεπτὰ ἔτη ἠργασάμην, τὸν δὲ αὐτόματον ἐκείνου τῶν λέξεων ἀναλυτὴν ἀνέπτυσσον. Ἱστολόγιον περὶ τῶν ἑλληνικῶν καὶ περὶ τῆς γλωττολογίας γράφω, ἄλλ’ οὐκ ἔξεστί μοι ἔτι ἐνθάδε τὸν σύνδεσμον κοινοποιεῖν, καθότι καινός εἰμι. Ἐκεῖ πρότινος τὴν τοῦ Δαμοίτα ὑμῶν ἐσχολίακα μετάφρασιν τῆς εἰς Γεττισβοῦργον ὁμιλίας.

χαίρειν δὲ τὸν Νικόλαον προὐννέπω. ἀλλ’ ἐμοὶ ἀπορίαι τίνες εἰσι τούτων.

Τεξτκὶτ θαμῶσι – οἱ τὸν Τεξτκὶτ ἀναγιγνώσκοντες; οὐκ ἀκριβῶς οἶδα “θαμών”

ἀναλυτὴν ἀνέπτυσσον – αὑτή δ’ ἐστ’ ἀπορία μεγάλη ἐμοί. οὐ μὲν σημαίνεις ἀναλύτης εἶναι λύομενός τινα, ἀλλὰ τί;

πρότινος – ἄρ’ οὗτος ὅμοιος τῷ “πρῶτος”;

Δαμοίτα – αἴνιγμα ἐμοί.

Γεττισβοῦργον – ἐνταῦθα;

οἴμοι, Ἰειδσάθ λογιώτατε, ἤμαρτόν σοι νεοελληνικά τινα κεχρηκώς, ἃ οὐ συνέγνων. Ἐπεξηγῶ.

Τεξτκὶτ θαμῶσι – οἱ τὸν Τεξτκὶτ ἀναγιγνώσκοντες; οὐκ ἀκριβῶς οἶδα “θαμών”

«θαμῶνα» μὲν καλοῦσι οἱ νεοέλληνες τὸν συχνάζοντα (θαμ-ίζοντα) καπηλεῖον ἢ ἄλλον τι κοινὸν χῶρον. οὐ κεῖται δὲ ὁ τύπος παρὰ τοῖς ἀρχαίοις· νεωστὶ πλασθείς ἐστι ἐκ τοῦ «θαμά», καὶ σφαλερῶς, ὡς τὸ τοῦ Τριανταφυλλίδου λεξικὸν σημειοῖ (http://www.greek-language.gr/greekLang/modern_greek/tools/lexica/triantafyllides/search.html?lq=θαμωνας&dq=).

ἀναλυτὴν ἀνέπτυσσον – αὑτή δ’ ἐστ’ ἀπορία μεγάλη ἐμοί. οὐ μὲν σημαίνεις ἀναλύτης εἶναι λύομενός τινα, ἀλλὰ τί;

ἀναλυτὴς παρὰ τοῖς γραμματικοῖς ἄνθρωπός τις, ἀλλὰ δὴ καὶ ἐργαλεῖόν τι ἐστι, ὃς τὴν γραμματικὴν (ἦ γὰρ;) ἀναλ­ύει λέξεως ἢ φράσεως. παρὰ τὸ δὲ TLG τὸ λογισμικὸν (software) ἐστι, ὃ λέξεις παντοίας ἑλληνικῆς ἀναλ­ύει γραμματικῶς, κατὰ τήν τε πτῶσιν καὶ χρόνον καὶ πρόσωπον καὶ οὕτω καθεξῆς.

ἢ μᾶλλον, «καθ’ ἑξῆς». συναίρουσι μὲν λέξεις θαμὰ οἱ βυζαντινοὶ καὶ νεοέλληνες, ἃς δὲ οἱ ν­ῦν τὰ ἀρχαῖα ἑλληνικὰ πρεσβεύοντες χωρὶς γράφουσι. ὡς τὸ…

πρότινος – ἄρ’ οὗτος ὅμοιος τῷ “πρῶτος”;

οὐδόλως, ὦ τᾶν, ἀλλὰ «πρό τινος», τουτέστιν (τοῦτ’ ἐστιν!) «νεωστί».

Δαμοίτα – αἴνιγμα ἐμοί.

ὁ ἐνθάδε χρήστης Damoetas.

Γεττισβοῦργον – ἐνταῦθα;

οὑτωσί.

τὸ «Ἱστολόγιον» o­ὐκ ἐπερώτηκας. νεοελληνικὴ δὴ καὶ αὕτη ἠ λέξις, καὶ τὸ ἐπὶ τοῦ Παγκοσμίου Ἱστοῦ ἡμερο_λόγιον_ (ἢ ἐπὶ τὸ ἀρχαιώτερον, ἐφημερίδα) δηλοῖ, ὃ ἀγγλιστὶ blog καλοῦσι.

Welcome to Textkit. I have a tremendous amount of respect for you and the work you’ve done on (and against) Quora.

For those who found the OP difficult to understand, a translation is available at http://hellenisteukontos.opoudjis.net/we-dont-speak-mediaeval-round-here/

κἁγώ σε χαιρετίζω φίλτατε, ἐλπίζων σε πολλάκις ἡμῖν Ἑλληνιστὶ γράψειν. ἔρρωσο.

χαιρετίζω – λέγω τὸ χαίρειν, ἀσπάζομαι, δεξιοῦμαι, κοινῶς «χαιρετέω.» (Λ.Σ.Κ.)

Ἀρίφρονα εὐχαριστῶ. Κυόραν φυγεῖν δύναμαι οὖν, ἀλλ’ οὔποτε, δοκεῖ μοι, μὲ Κυόρα φυγεῖ! εἰπέ μοι δή, Ἄριφρον, συνδιελεγόμεθα μῶν ποτε ἐν Κυόρᾳ;

Μᾶρκε, ταὐτὸ εὔχομαι κἀγώ. καὶ εἴθ’ ἐνταῦθα, μεθ’ ὑμῶν συνδιαλεγομένου μου, βελτοιωθείη ἡ ἐμὴ ἀρχαιοελληνική, ἵνα μὴ ἀεὶ καθαρεύουσαν νεοελληνικὴν χρῶμαι, ἀρχαιοπρεπὴν δοκῶν με ἑλληνικὴν κεχρῆσθαι!

ὡς ἡδέως ὦ Νικόλαε ἀσπάζομαί σε, ἄλλως τε καὶ ἐλπίζων τι προκόψειν περὶ τὴν νεοελληνικὴν διὰ τοῦ ἀναγινώσκειν ἅτιν’ ἂν γράφῃς· ταύτης γὰρ ἔγωγε σὺν τοῖς πολλοῖς οἶμαι τῶν τῷ textkit χρωμένων ἐμπειρίαν ἔχω μάλ’ ἐνδεῆ, τῆς ἀρχαίας ἐμπειρότερος ὤν. καὶ ἤδη χαίρω τὰς σὰς χρήσεις ἰδών.
ἔρρωσο.

Μιχαήλ

Πολὺ χαίρω δεῦρο δεχόμενος τὸν γράφοντα ἐκεῖνο τὸ ἔνδοξον ἰστολόγιον τὸ περὶ πάντων τῶν τῆς ἑλληνικῆς αἰώνων διηγούμενον! Ἐπισκεπτόμενος δὲ αὐτὸ ὁρῶ σε ἐπιμένειν γράφων μελλόντα. Δόξα θεοῖς πᾶσιν!

ἅπασιν ὑμῖν, φιλοξενοῦσί γε με, χάριν οἶδα. χαριέντως ἔχει ὧδε.

Κἀγὼ καίπερ πολλῶν ἤδη ἡμερῶν παρελθουσῶν ἐξ ἧς ἦλθες, βούλομαι ἀσπάσασθαί σε, ὦ βέλτιστε συνονώματε, καὶ ἅμα τὰς δεούσας εὐχαριστίας σοι ἀποδοῦναι ὅτι σὺν τοῖς σοῖς συναδέλφοις οὕτως καλὸν ἔργον ὑμῖν εἴργασται, τὸν θησαυρὸν λέγω τὸν τῆς ἑλληνικῆς γλώττης, ὃ μέγιστον ὡς ἀληθῶς ἐστὶν ὄφελος καὶ βοήθημα πᾶσιν ἡμῖν τοῖς περὶ τοὺς ἑλληνικοὺς λόγους σπουδάζουσιν. Πολλὰ γάρ ἐστι ἃ ἄνευ τούτου τοῦ θησαυροῦ οὔτ’ ἄν ποθ’ ηὗρον οὔτ’ ἔμαθον οὔτε διὰ γραμμάτων καὶ μελετῶν ἐγνώρισα ἄλλοις. Χαιρετῶ οὖν σε καὶ ὑποκλίνομαι, μόνον ἐπειπὼν ὅτι κἀμοὶ τῆς τῶν νῦν Ἑλλήνων φωνῆς ὡς μάλιστα μέλει, καίπερ οὐ τὸ γένος Ἕλλην ἀλλ’ ἀνὴρ Σκύθης εἰμι καὶ μέτοικός τε καὶ κηδεστὴς ἐν γῇ ἑλληνικῇ, καὶ ὥσπερ καὶ ὁ φίλος Μιχαὴλ εἶπεν, οἴμαι τινὰς κἀνθάδε ὄντας οἳ ἡδέως ἂν περὶ τῆς νέας γλώττης διαλέγοιντο.