Markos
1
Μᾶρκος τῷ Δαυὶδ καὶ τοῖς ἄλοις φίλοις χαίρειν πλεῖστα.
ἔχω τι ἐν νῷ. οὔ τινα, ἀλλά τι. οὐ πρόσωπόν τι, ἀλλὰ σκευή τις.
τὸν λόγον ὃν ἔχω ἐν νῷ ἀναγιγνώσκομεν ἐν τῇ Καινῇ Διαθήκῃ.
ἐρωτᾶτέ με οὖν ἐρωτήματα εἴκοσι περὶ τούτου. μόνον δὲ Ἑλληνιστὶ γράφωμεν, παρακαλῶ.
Amplaos
2
ἆρα ἐπὶ ταύτης τῆς σκεύης ἔκειτο ὁ Ἰησοῦς;
Εὔκοπον δή τόδε τὸ αἴνιγμα. ὁ σταυρός ἐστιν.
Markos
5
οὐχί. τὸν γὰρ σταυρὸν οὐκ ἐν νῷ ἔχω, ἀλλ’ ἄλλο τι. ἄλλα οὖν ἐρωτήματα δός μοι.
Ἆρα ἐνεδύετο τὴν σκευὴν ὁ Ἰησοῦς;
Markos
7
οὔ. ταύτην τὴν σκευὴν οὐκ ἐνεδύετο ὁ Ἰησοῦς.
Χαῖρε, ὦ Μᾶρκε. Ἆρά ἐστι τὸ ἱμάτιον;
Markos
9
οὔ. τὸ γὰρ χρῆμα ὃ ἔχω ἐν νῷ οὐχ ἱμάτιόν ἐστι. δεῖ οὖν σε ἐρωτᾶν με ἄλλα ἐρωτήματα.
bedwere
10
Ἆρα τὰ ὑποδήματα ἔχεις ἐν νῷ;
Τίς ποιεῖ ταύτην τὴν σκευήν, ὦ πολύμητις Μᾶρκε;
Markos
13
δεῖ ὑμᾶς ἐρωτᾶν μόνα ἐρτωτήματα περὶ ὦν αἱ ἀποκρίσεις εἰσὶν τὸ ναὶ ἢ τὸ οὔ.
bedwere
14
Ἆρά ἐστί τι περὶ τοῦ παθεῖν;
bedwere
16
Οὐκέτι ἠλάττωμαι, ὦ Μᾶρκε. Ἆρα τὰ σπάργανα, οἷς ἡ Θεοτόκος ἐσπαργάνωσε τὸν Σωτήρα, ἐν νῷ ἔχεις ;
Markos
17
καλὸν ἐρώτημα τούτ’ ἐστι, φίλτατε. ἀλλὰ ἡ ἀπόκρισίς ἐστιν οὐκ.
Σαυλος
18
τί οἴδαμεν ἕως τοῦ νυν; Ἰησοῦς ἔκειτο ἐπί ταύτην τὴν σκεύην, ἀλλὰ οὐκ ἐστιν σκεύη τι περὶ τοῦ παθεῖν.
ἐστιν σκεύη σκληρὰ, ὡς λίθος ἤ ξύλον;
πειρώμενοι ἀποκριθῆναι τὸ τοῦ Μάρκου αἴνιγμα ἔτι ἔχομεν δώδεκα ἐρωτήματα. οὐκ ἐκλύεσθε! νικήσομεν!
Markos
19
ὦ χαῖρε, φίλε Σαῦλε.
αὕτη ἡ σκευὴ ἐκ ξύλου πεποιημένη ἐστί, ἀλλὰ οὐ σκληρά ἐστι. ἐκ γὰρ ἄλλου τινὸς καὶ πεποιημένη ἐστί.
daivid
20
ἀρὰ ἐπὶ ταύτῃ τῇ σκευῇ συνήθως ἀνθρωποὶ ἐκάθευδον.