Χειροτονία: περὶ τῆς τοῦ 2016, τίς γραφὴ καλῶς προλέγει?

πρωὶ τὴν ψῆφον φέρε καὶ πολλάκις. :laughing:

Ἔξεστι καὶ τοῖς νεκροῖς τὴν ψῆφον φέρειν;

“φοβοῦμαι μὴ ἡ αἵρεσις,” Τρὺμπ ἔφη, “μέλλῃ κατασκευάσεσθαι, ἐμὲ γὰρ χρὴ χρηστὸν εἶναι.”

πάνυ γε, ὦ βέλτιστε. πρῶτον δὲ οἱ νεκροὶ ἐν Χριστῷ. :smiley:

1 Thes 4:16: ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, (the trump of God) καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

πρῶτον γὰρ ἐγερθήσονται οἱ ἐν Χριστῷ νεκροί, ἔπειτα χειροτονήσουσι. νομίζω δὲ ὅτι οὐκ ὑπὲρ τοῦ Τρὺμπ ἡ ψῆφος, οὑδὲ ὑπὲρ τῆς Κλίντωνος, ἀλλὰ ὑπὲρ τοῦ Ἱησοῦ τοῦ ἄρχοντος εἰς τοὺς αἰῶνας.

πῶς γὰρ οὔ? φοβεῖται δ’ ὁ Τρὺμπ μὴ οἱ νεκροὶ ἐν Φλορίδᾳ τὴν ὑπὲρ τῆς Ἱλαρίας ψῆφον φέρωσι. :laughing:

καλῶς λέγεις, ὦ ἄριστε. δεῖ δὲ τὸν Τρὺμπ χρηστὸν εἶναι, χριστὸν δ’ οὔ. μόνον γὰρ χρὴ τὸν Ἱησοῦν τὸν Χριστὸν εἶναι. :smiley:

Πῶς ἑλληνιστῖ καλῇ λέγομεν τὸ μήδεν καλὴ ψήφος παρεῖναι, ἀλλὰ μόνον κακή τε καὶ χείρον;

Μοι γοῦν ἄρτι τὸ ψήφον φέρειν δυνατός ἐγένετο, τό τε ὄνομα ἤδη ὑπέγραψα ἐπὶ τὸ φέρειν τὴν ψήφον ἐκτὸς τῶν ΗΠΑ, ἀλλ’ οὔπω δοκεῖ μοι εἰ δὴ φερετέα ᾖ ἡ ψήφος. Ὁ μὲν γὰρ Τρὺμπ καταστροφὴν οἴσει ταῖς ΗΠΑ τῇ τε οἰκουμένῃ, ἡ δὲ Κλίντων καταφθαρμένη ἐστι, οἵ τε ἄρχοντς τῆς “τοῦ Τεῖχους ὁδοῦ” αὐτῆς ἄρχουσιν. Καὶ δὴ θερμάζεται ἡ γῆ..

εὖ λέγεις, ὦ τᾶν. ὁ γὰρ «Ἱλαρὸς δότης» (λέγω τόν δίδοντα χρήματα τοῖς Κλιντώνων ἵνα Ἱλαρία ἄρχων γένηται) ἐκ τῆς Τεῖχους ὁδοῦ ἐστι. ὅτι οὖν Θεὸς οὐκ ἀγαπᾷ τοῦτον τὸν δότην δοκεῖ ἐμοί.

Πότερον τιμῷτε βελτίονα σπουδαρχοῦνα; Δήλω δὴ ἐστὸν ἄμφω ἀρίστω εἶναι. Μοι γοῦν δοκεῖ ἡ Ἱλαρία πολὺ ἥττον εἶναι, ὅτι οὔτε ψεύδεσθαι οὔτε τοῦ ἀδίκου ἀπέχεται. Ὁ δὲ Τραμπ ἐνίοτε μόνον οὐκ οἶδεν, τὶ λεγει. Ὃν οὐ νομίζω οὕτω τῇ πολιτείᾳ κίνδυνον φέρειν, ὥσπερ ἡ Ἱλαρία. Ἣ γὰρ καὶ ὁ ἀνὴρ αὐτῆς ἀεῖ οὐ τῆς πολιτείας, ἀλλ‘ ἑαυτῶν ἕνεκα διῳκείτην.
Ἡ γνώμη ὑμῶν;

καλῶς λέγεις καὶ ἀκριβῶς, φίλτατε. μόνην γὰρ τὴν ἀλήθειαν λέγει ὁ Τρύμπ. (μόνος δ’ οὗτος ἀληθῆ λέγει.) ἡ δ’ Ἱλαρία οὐδέποτε τὴν ἀλήθειαν λέγει. ἡ γὰρ τῶν ψευδῶν μήτηρ αὕτη ἐστί. ὁ δ’ ἀνὴρ αὐτῆς (λεγω τὸν Βιλλ) πάσας γυναῖκας μισεῖ. (μόνον γὰρ αὐταῖς μείγνυσθαι θέλει.) ἡ δὲ γυνὴ τοῦ Τρύμπ καλὴ καὶ ἀγαθή.

ἄλλους δὲ λόγους ἡμῖν σε γράψειν ἐλπίζω δή ἔγωγε. εὖ γὰρ Ἐλληνιστί γράφεις σύγε. ἔρρωσο, ὦ τᾶν!