Μῦθοι Αἰσώπειοι

Μῦθοι Αἰσώπειοι· α’, β’, γ’

Ἀγαθὰ καὶ κακά

Ὁ Ζεῦς μὲν τὰς ψυχὰς ἵστησιν. Ἐν δὲ τούτῳ τῷ μύθῳ κωλύει τἀγαθὰ πληθύνεσθαι ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ α’ μύθου

Ἀγαλματοπώλης


Τοῦτό ἐστιν ἄγαλμα ἢ ἑρμῆς. Οἱ μὲν πάλαι Ἕλληνες ἐνόμιζον εὖ τύχην διὰ τῶν ἀγαλμάτων τυγχάνειν. Ὁ δὲ ἐν τῷ μύθῳ πώλης παραπωλεῖ τοῦτο.

Ἀνάγνωσις τοῦ β’ μύθου

Ἀετὸς καὶ ἀλώπηξ

Οὗτός ὁ μῦθος δεινός ἐστιν. Ὁ γὰρ μὲν αἐτὸς τὰς σπονδὰς παραβὰς κατεσθίει τὰ τῆς ἀλώπεκος γεννήματα. Ἡ δὲ ἀλώπηξ μᾶλλον ἐπιθυμοῦσα τοῦ τιμωρεῖσθαι ἢ τὰ τεκνία πενθοῦσα τέλος τὴν δίκην ἔχει.

Ἀνάγνωσις τοῦ γ’ μύθου

Ἡ βίβλος

ἔνδικως εἶπεν οὗτος. ὅτε δ’ ἔρχεται Ἰησοῦς, πάντα ἀγαθὰ ἡμῖν οἴσει!

τῆς δ’ ἀναγνώσεώς σου τέρπομαι δή.

Χάριν οἶδά σοι, ὦ φίλε Μᾶρκε. Χαριέντως γὰρ γέγραφας.

Μῦθοι Αἰσώπειοι· δ’, ε’, ϛ’

Ἀετὸς καὶ κάνθαρος

Μικρὸς μὲν ὁ κάνθαρος, μεγάλη δ’ ἡ ὀργὴ αὐτοῦ ἡ πρὸς τὸν αἐτόν, ὃς τὸν ἱκέτὴν αὐτοῦ τὸν λαγωὸν κατέφαγεν. Οὐδὲ γὰρ ὁ Ζεὺς οἷος τ’ ἐστὶ σῶσαι τὰ τοῦ αἐτοῦ ᾠὰ ἐκ τοῦ κανθάρου.

Ἀνάγνωσις τοῦ δ’ μύθου

Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν

Ὡς ὑπερήφανος ὁ κολοιὸς βουλόμενος τῷ αἐτῷ ὅμοιος εἶναι. Ἐπὶ γὰρ κριόν τινα καταβὰς ὁ κολοιὸς ἁλίσκεται ἀπὸ τοῦ ποιμένος. Οὖτος δὲ καταγελᾷ αὐτῷ.

Ἀνάγνωσις τοῦ ε’ μύθου

Ἀετὸς <τὰ πτερὰ τιλθείς> καὶ ἀλώπηξ

Ὁ μὲν πρῶτος τοῦ ἀετοῦ κύριος σκληρός ἐστι πρὸς τὸν ὄρνιν. Ὁ δὲ δεύτορος μαλακός. Διόπερ ὁ αἐτὸς ἀσμένως θηρεύει ὑπὲρ τοῦ ἀγαθοῦ κυρίου ἑαυτοῦ. Ἀλλ’ ἡ ἀλώπηξ φθονοῦσά φησιν ἄμεινον ἡμῖν εἶναι δῶρα τοῖς πονηροῖς ἢ τοῖς ἀγαθοῖς διδοῦναι.

Ἀνάγνωσις τοῦ ϛ’ μύθου

Ἡ βίβλος

χαῖρε φίλε Βέδωερε.

τέρψις ἐστί μοι ἀκούειν τὰς καινὰς ἀναγνώσεις.

πάνυ γε. ὣς γὰρ μικρὸς ὁ κάνθαρος ὥστε λέγομεν τὴν παροιμίαν τὸ «κανθάρου σκιαί,» τούτ’ ἐστι τὰ οὐκ ἄξια οὐδενός.

ἆρα οἶδας σύγε τὸ τοῦ Κάμβρει 1925 βιβλίον? ἐν γὰρ τούτῳ τῷ βιβλίῳ ἔχομεν οὐ μόνον μίαν ἀλλὰ δύο ἢ τρεῖς ἐκδοχὰς τῶν μύθων. παράδειγμα παρέχω.





καλόν ἐστι.

παραθαρσύνω – ἐμποιῶ θάρρος εἴς τινα. (Λ.Σ.Κ.)

μενῶ καινὰς ἠχωγραφάς. ἔρρωσο!

Χαῖρε, ὦ Μᾶρκε. Ναί, ταῦτα οἶδα. Ἐκεῖνος γὰρ ὁ Γαλλικὸς φιλόλογος δυὸ τῶ μύθων ἐκδόσεις ἐποίησεν. Ἡ μὲν πρώτη ἔκδοσις κριτικὴ οὖσα πάσας τὰς τῶν μύθων ποικίλσεις ἔχει. Ἡ δὲ δευτέρα ἔχει μόνον τὴν βελτίστην καθ’ ἕκαστον μῦθον. Ἔγωγε ἔχω τὴν Ἰταλικὴν μετάφρασιν ταύτης τῆς ἐκδόσεως. Ἔρρωσο, ὦ φίλτατε.

Μῦθοι Αἰσώπειοι· ζ’, η’, θ’

Ἀετὸς τοξευθείς

Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην.

Ἀνάγνωσις τοῦ ζ’ μύθου

Ἀηδὼν καὶ ἱέραξ

Ἡ μὲν ἀηδὼν μικρά ἐστι τῷ ἱέρακι. Πρόχειρος δέ. Διὰ τοῦτο ὁ ἵεραξ ἔδεται αὐτήν.

Ἀνάγνωσις τοῦ η’ μύθου

Ἀηδὼν καὶ χελιδών

Διὰ τί ἡ ἀηδὼν οὐ βούλεται συνοικεῖν τοῖς ἀνθρώποις ὡς ἡ χελιδών ποιεῖ; Ὅτι πολλὰ καὶ κακὰ μετ’ αὐτῶν πέπονθεν. Ἔστι γὰρ ἄλλος δεινὸς μῦθος περὶ τούτων τῶν ὀρνίθων πάλαι ἀδελφῶν οὐσῶν.

Ἀνάγνωσις τοῦ θ’ μύθου

Ἡ βίβλος

ἐμοῖγε αὕτη ἡ μετάφρασις λίαν ὠφελίμη ἐστί. εὐχαριστῶ οὖν σοι.



γλυφίς, γλυφίδος, ἡ – 1. τὸ κεχαραγμένον ἄκρον τοῦ βέλους. 2. ποιητικῶς ἀντὶ αὐτοῦ τοῦ βέλους. (Λ.Σ.Κ.)

καὶ τῷ Ἰησοῦ τοιαύτη λύπη ἦν. πάντα γὰρ τὰ δένδρα ποιήσας, ἐν ἑνὶ τούτων (λέγω τὸν σταυρόν) ἀπέθανε.

Τὰ ὑπομνήματά σου ἀεὶ χαρίεντά ἐστιν, ὦ φίλε Μᾶρκε.

Μῦθοι Αἰσώπειοι· ι’, ια’, ιβ’

Ἀθηναῖος χρεωφειλέτης


.

Χρὴ ὀφειλέτην τινὰ τὴν ὗν αὐτοῦ πωλεῖν ἱνα τὰ χρήματα τῷ δανειστῇ ἀποδιδῷ. Διόπερ ὑπισχνεῖται τὰ ἀδύνατα ὠνητῇ τινι.

Ἀνάγνωσις τοῦ ι’ μύθου

Αἰθίοψ

Οὐτε τὸ τοῦ δέρματος χρῶμα οὐτε τὴν φύσιν δυνατόν ἐστι μεταβάλλειν. Νῦν δὲ οἱ πολλοὶ νομίζουσι τοῦτο ἐξεῖναι.

Ἀνάγνωσις τοῦ ια’ μύθου

Αἴλουρος καὶ ἀλεκτρυών

Ὁ αἴλουρος ὑποκριτὴς ὢν βούλεται δίκαιος φαίνεσθαι πρὶν ἂν ἐσθίῃ τὸν ἀλεκτρυόνα. Ὁ μὲν κακῶς κατηγορεῖ, ὁ δὲ καλῶς ἀπολογεῖται. Τέλος δὲ ὁ αἴλουρος κατεσθίει τὸν ἀλεκτρυόνα.

Ἀνάγνωσις τοῦ ιβ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ιγ’, ιδ’, ιε’

Αἴλουρος καὶ μύες

Ὁ μὲν αἴλουρος πολλοὺς μύας κατέφαγεν. Οἱ δὲ λοιποὶ μύες, φρόνιμοι γενόμενοι, οὐκέτι ἐπείσθησαν αὐτῷ.

Ἀνάγνωσις τοῦ ιγ’ μύθου

Αἴλουρος καὶ ὄρνιθες

Αἱ δ’ὄρνιθες καὶ σοφώτεραι τῶν μυῶν εἰσιν. Οὐδέποτε γὰρ πείθονται τῷ αἰλούρῳ σχηματίζοντι ἰατρὸν εἶναι.

Ἀνάγνωσις τοῦ ιδ’ μύθου

Αἲξ καὶ αἰγοβοσκός

Πῶς δύναται ἡ αἲξ τὸ ἑαυτῆς κέρας ὑπὸ τοῦ αἰγοβοσκοῦ κεκλασμένον κρύπτειν; Φαίνεται γάρ.

Ἀνάγνωσις τοῦ ιε’ μύθου

Ἡ βίβλος



εὐχαριστῶ σοι ἡμῖν δίδοντι ταύτην τὴν εἰκόνα. ἐν γὰρ αὐτῇ βλέπομεν ὅτι ὁ αἴλουρος ἀποκρεμάννυται.

μεμάθηκα τὴν τοῦ λόγου δύναμιν.

θῦλαξ – σάκκος…πήρα…ἀσκός. (Λ.Σ.Κ.)

ὁ μῦθος δηλοῖ ὅτι ὁ διάβολος ἀλλάσσει τὸ σχῆμα αὐτοῦ.

2 Cor 11:14: αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.

σχηματίζω – λαμβάνω μορφήν τινα ἢ σχῆμα. (Λ.Σ.Κ.)
μετασχηματίζω – Παθ. μεταβάλλομαι κατὰ τὸ σχῆμα. (Λ.Σ.Κ.)

καλῶς δὲ ἕξομεν, ἐὰν ἀφ’ ἡμῶν φύγῃ ὁ Σατανᾶς.

James 4:7: ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν.

τὸν οὖν ἀληθὴ ἰατρὸν ζητῶμεν, τὸν Ἰησοῦν.

Χάριν οἶδά σοι, ὦ βέλτιστε, πολλὰ καὶ καλὰ διδάσκοντι ἡμᾶς διὰ τῶν ὑπομνημάτων σου.

Μῦθοι Αἰσώπειοι· ιϛ’, ιζ’, ιη’

Αἲξ καὶ ὄνος

Ἡ αἲξ φθονοῦσα τῷ ὄνῳ παραινεῖ αὐτὸν καταπεσεῖν ἵνα μὴ μᾶλλον κάμνῃ. Ὁ δὲ ἰατρὸς κεκλημένος ἀποκτείνει τὴν αἶγα ὡς τὸν ὄνον σώσων.

Ἀνάγνωσις τοῦ ιϛ’ μύθου

Αἰπόλος καὶ αἶγες ἄγριαι

Δεῖ ἡμᾶς ἴσους εἶναι καὶ τοῖς νέοις καὶ τοῖς παλαιοῖς φίλοις. Ὁ μὲν αἰπόλος μᾶλλον τὰς ἀγρίας αἶγας ἔτρεφεν ἢ τὰς ἰδίας, βουλόμενος καὶ ἐκείνας ἔχειν. Αἱ δ’ ἄγριαι κατέλιπον αὐτόν.

Ἀνάγνωσις τοῦ ιζ’ μύθου

Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη

Αἰσχρὰ δούλη τις ὑπὸ τῆς δεσπότου ἐρωμένη παραιτεῖται τῆς Ἀφροδίτης καλὴ γενέσθαι. Ἡ δὲ Ἀφροδίτη οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὸν δεσπότην μέμφεται.

Ἀνάγνωσις τοῦ ιη’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· ιθ’, κ’, κα’

Αἴσωπος ἐν ναυπηγίῳ

Οὐκ ἐπιπρέπει τοῖς χείροσι τοὺς κρείσσω σκώπτειν. Οὗτοι γὰρ οἷοι τ᾿ εἰσὶν ἀμύνεσθαι. Ὁ δ’ Αἴσωπος ἀποκρινάμενος ἔφη τοῖς ναυπηγοῖς· τί ποιήσετε ὅταν ἡ γῆ πίῃ τὴν θάλασσαν;

Ἀνάγνωσις τοῦ ιθ’ μύθου

Ἀλέκτορες δύο καὶ ἀετός

Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ’ ιβ’· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.

Ἀνάγνωσις τοῦ κ’ μύθου

Ἀλεκτρυόνες καὶ πέρδιξ

Ὁ ταλαίπωρος πέρδιξ ὑπὸ τοῖν ἀλεκτρυόνοιν τύπτεται. Τὼ δὲ καὶ ἀλλήλω τύπτετον. Διὰ τοῦτο ὁ πέρδιξ παρακαλεῖται.

Ἀνάγνωσις τοῦ κα’ μύθου

Ἡ βίβλος

τὸ τοῦ ταπεινοῦ ἀλέκτορος πέος ὑψοῦται. :laughing: :mrgreen: :stuck_out_tongue:

οὗτος ὁ λόγος λεχθείη ἂν ἐπὶ τὸ Ι.Σ.Ι.Σ. οὗτοι γὰρ καὶ τοὺς Χριστιανούς τε τοὺς Ἰουδαίους μισοῦσι καὶ ἄλλους Μουσουλμάνους. :frowning:

Μῦθοι Αἰσώπειοι· κβ’, κγ’, κδ’

Ἁλιεῖς καὶ θύννος

Οἱ μὲν αἱλεῖς πολὺν χρόνον πεπονηκότες οὐκ ἔλαβον οὐδένα ἰχθύα. Τέλος δὲ τύννος
ἐνήλετο εἰς τὸ πλοῖον.

Ἀνάγνωσις τοῦ κβ’ μύθου

Ἁλιεῖς <λίθον ἀγρεύσαντες>

Οὗτοι μὲν οἱ αἱλεῖς ἔχαιρον ἕνεκα τοῦ βαρέος δικτύου. Ἐπειδὴ δὲ μόνον λίθους ἐν τῷ δικτύῳ εὗρον, ἐλυποῦντο. Γέρων δέ τις ἐξ αὐτῶν ἔδειξε καὶ ἀγαθὰ καὶ κακὰ τοῖς βροτοῖς συμβαίνειν.

Ἀνάγνωσις τοῦ κγ’ μύθου

Ἁλιεὺς αὐλῶν

Οἱ μὲν ἰχθύες οὐκ ὠρχοῦντο ὅτε ὁ ἁλιεὺς ᾖδε τὸν αὐλόν. Νῦν δὲ ἐν τῷ δικτύῳ ὄντες, σπαίρουσιν.

Ἀνάγνωσις τοῦ κδ’ μύθου

Ἡ βίβλος

πρὸς τοὺς πεποιθότας ἐπὶ τοῖς ἑαυτῶν ἔργοις ὁ λόγος οὖτος εὔκαιρος. ἡμᾶς γάρ ἡ χάρις τοῦ Θεοῦ σῴζει, οὐ τὰ ἔργα ἡμῶν.

Ἐφ. 2:8: τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον.


σωτηρίαν γὰρ οὐ φέρει τέχνη, οὐδὲ τύχη, ἀλλὰ τέκτων τις.

Μκ. 6:3: οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας?

Μῦθοι Αἰσώπειοι· κε’, κϛ’, κζ’

Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς>

Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.

Ἀνάγνωσις τοῦ κε’ μύθου

Ἁλιεὺς καὶ σμαρίς

Ἡ δεομένη σμαρὶς μικρά ἐστιν. Ὁ δὲ ἁλιεὺς οὐκ ἀφίησιν αὐτὴν ἐν τῇ χειρὶ αὐτοῦ οὖσαν.

Ἀνάγνωσις τοῦ κϛ’ μύθου

Ἁλιεὺς <ὕδωρ τύπτων>

Ὥσπερ ἁλιεὺς τὸ ὑδωρ τίπτων καὶ μιαίνων ἵνα τοὺς ἰχθύας λαμβάνῃ, οὕτως οἱ δημαγωγοὶ στάσεις ποιοῦνται πανταχοῦ ἐν τῇ οἰκουμένῃ.

Ἀνάγνωσις τοῦ κζ’ μύθου

Ἡ βίβλος

ἆρα φεύξεται οὖν ἡ μεγάλη ἰχθύς? λέγω τὴν Κλίντονα. :laughing:

ἰδοῦ τὰ συνώνυμα:











οὐ τὸν ποταμὸν ταράσσουσιν ὁ Τρύμπ καὶ ὁ Σάνδηρς ἀλλὰ τὸν Ποτόμακ. :laughing: