Οἱ Καταστερισμοὶ ἢ αἱ Ἀστροθεσίαι ἐπιγραφή ἐστι βίβλῳ ἐχούσῃ τοὺς περὶ τῶν τε ἀστέρων καὶ τῶν ἀστερισμῶν μύθους, τοὺς τῶν παλαιῶν Ἑλλήνων. Αὕτη δὲ ἡ βίβλος λέγεται εἶναι ἐπιτομὴ ἐν τῷ πρώτῳ μετὰ Χριστὸν ἀιῶνι συλλεγμένη μείζους τεύχους τινὸς ὃ Ἐρατοσθένης ὁ ἔνδοξος ἀστρονόμος ἔγραψεν. Ἐν δὲ τοῖς μέλλουσιν μησὶν ἐπιθυμῶ φωνῇ μεγάλῃ ἀναγιγνώσκειν πᾶσαν τὴν βίβλον ἠχωγραφὰς ποιῶν. Καὶ δὴ καὶ εὑρήσομαι πίνακας ἵνα δεικνύω τοὺς περὶ τῶν ἀστέρων μύθους, γράφων ὑπομνήματά τινα.
Ἄρκτου μεγάλης
Ἡ τοῦ Λυκάονος θυγάτηρ μετὰ τῆς θεοῦ Ἀρτέμιδός τε καὶ τῶν νυμφῶν ἐθήρευεν. Ἐπεὶ ὁ Ζεὺς συνέμειξεν αὐτῇ, συνέλαβε τέκνον. Ἡ δὲ Ἄρτεμις, εὑροῦσα αὐτὴν ἐν γαστρὶ ἔχουσαν καὶ διόπερ πολὺ ὀργισθεῖσα, εἰς ἄρκτον ἤλλαξεν αὐτήν.
Ἡ δὲ ταπεινὴ γυνὴ, ἄρκτος γεγονυῖα, ἔτεκεν υἱόν, ᾧ ὄνομα Ἀρκὰς ἦν. Ἡ δὲ μήτηρ καὶ ὁ υἱὸς διεχωρίσθησαν πολλὰ ἔτη. Τότε μὲν ἡ ἄρκτος παραβαίνει τὸ τοῦ Δίος ἱερόν, ὁ δὲ Ἀρκάς, φύλαξ αὐτοῦ ὤν, οὕτω διώκει αὐτήν ὥστε ἀποκτείνειν. Μὴ τοῦτο γένοιτο, ὁ Ζεὺς ἄμφω εἰς τὸν οὐρανόν μετέθηκε.
Ὁ τῆς μεγάλης ἄρκτου ἀστερισμός
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος
Markos
February 8, 2015, 7:03pm
3
ὁ οὖν Ἀρκάς, μέλλων τὴν ἀρκτὸν ἀποκτενεῖν, οἶδε ὅτι τὴν μητέρα ἀποκτείνοι?
Ὁ μὲν μῦθος οὐ λέγει τοῦτο, νομίζω δὲ ἔγωγε ὅτι ὁ Ἀρκὰς οὐ ᾔδειν.
Markos
February 8, 2015, 7:41pm
5
ἴσως μὲν καλῶς ἐνόμισας, φίλε. ἴσως δ’ οὐκ ᾔδειν ὁ Οἰδίπους ὅτι ἡ μήτηρ εἴη!
bedwere
February 13, 2015, 5:01am
6
Ἂρκτου μικρᾶς
Ὁ μὲν περὶ ἄρκτου τῆς μικρᾶς μῦθος δοκεῖ εἶναι ὁ αὐτὸς τῷ τῆς μεγάλης. Ἀναγιγνώσκομεν δὲ ὅτι κατὰ τοὺς πολλοὺς τῇ τῆς Ἀρτέμιδος νύμφῃ ὄνομα Φοινίκη ἦν. Ἔστι μέντοι καὶ ἄλλος μῦθος λέγων ὅτι οὖτος ὁ ἀστερισμός ἐστι ὁ τῆς Κυνοσούρας, τῆς τοῦ Διὸς τροφοῦ. Ἄλλοι δέ φασιν τὸ τῆς τροφοῦ ὄνομα εἶναι Ἡλίκη. Ἐπείδη ἐκείνη ἡ γυνὴ τὸν τῶν θεῶν βασιλέα παῖδα ὄντα ἔθρεψε, ὁ Ζεὺς ἐν τοῖς οὐρανοῖς ἔθηκεν αὐτήν.
Ὁ ἄρκτου τῆς μικρᾶς ἀστερισμός μετὰ τοῦ τοῦ δράκοντος . Ὁ δὲ ἐνδοξότατος ἀστὴρ καλεῖται Πόλος, περὶ ὃν ὁ οὐρανὸς στρέφεται.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος
bedwere
February 21, 2015, 10:44pm
7
Δράκοντος
Ἐν τούτῳ τῷ πίνακι θεᾶσθε τὴν Ἥραν ὑπὸ τοῦ Διὸς γαμοῦσαν. Κατὰ δὲ Φερεκύδην τὸν φιλόσοφον, πάντων τῶν θεῶν δῶρα αὐτῇ διδόντων, ἡ Γῆ χρυσᾶ μῆλα τἦ Ἥρᾳ προσήνεγκεν.
Ἡ οὖν θεὸς λίαν τῷ δώρῳ χαρεῖσά τε καὶ ἐν τῷ τῶν Ἑσπερίδων κήπῳ πῆξαι εἰποῦσα, ἐκέλευσε τὰς τρεῖς νύμφας φυλάττειν τὸ δένδρον. Ἐπείδη αἱ παρθένοι ἐνίοτε μῆλον ἓν ἤσθιον, ἡ Ἥρα ἔθηκε καὶ μέγαν ὄφιν ὥστε τοῦ κήπου φύλακα εἶναι.
Τέλος μὲν ὁ Ἡρακλῆς, τὰ χρυσᾶ μῆλα ἐπιθυμῶν καὶ δεινῶς μαχεσάμενος, ἀπέκτεινε τὸν δράκοντα. Νῦν δὲ ἄμφω ἐν τοῖς οὐρανοῖς κεῖσθον.
Ὁ μέγας τοῦ Δράκοντος ἀστερισμός.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος
Markos
February 23, 2015, 3:14pm
8
ὁ μὲν δράκων ὑπερμεγέθης ἦν. ὁ δὲ τοῦ Δράκοντος ἀστερισμὸς λίαν ὑπερμεγέθης.
Reading your Greek summaries before hand makes the text easier to comprehend, and the audio then becomes quite comprehensible.
οὕτος μὲν ὁ ὄφις τὸν καρπὸν φυλάσσει. ὁ δὲ (Γένεσις Γ.) τοὺς ἀνθρώπους ἐσθίειν ποιεῖ.
But that snake will not wind up in the heavens.
bedwere
February 28, 2015, 8:20pm
10
Τοῦ ἐν γόνασιν
Ὁ ἐν γόνασίν ἐστιν Ἡρακλῆς, ὁ τὸν Δράκοντα ἀποκτείνας. Ὁ γὰρ ὄφις τῶν χρυσῶν μήλων φύλαξ ὑπὸ τῆς Ἥρας τεταγμένος ἦν. Ὁ δὲ Ζεύς, ὁ τοῦ Ἡρακλέους τε καὶ πολλῶν ἄλλων πατήρ, ἀνέθηκε τὸν ἀστερισμὸν αὐτοῦ ἵνα οἱ ἄνθρωποι μεμνημένοι τοῦ ἔργου εἴησαν. Ἡ μὲν τοῦ ὄφεως κεφαλὴ ἄνω ἦρται, ὁ δ’ Ἡρακλῆς ἐπιβέβηκεν αὐτῷ. Τὸ μὲν ἕν τοῦ Ἡρακλέους γόνυ κεκαμμένον ἐστίν, ὁ δ’ ἕτερος ποὺς πρὸς τὴν τοῦ Δράκοντος κεφαλὴν τέταται.
Καὶ δὴ καὶ ὁ Ἡρακλῆς ἔχει ῥόπαλον ἐν τῇ δεξιᾷ χειρί.
Ὁ μὲν Ψευδο-Ἐρατοσθένης λέγει ὅτι ὁ Ἡραλκῆς περιβέβληκε τῇ ἀριστερᾷ τὴν λεοντῆν. Ὁ δὲ πίναξ δείκνυσι τὸν Ἡρακλέα τὴν λεοντῆν ἐνδεδυμένον.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος
Στεφάνου
Ὁρᾶτε μὲν ἐν τούτῳ τῷ πίνακι κάλλιστον χρυσοῦν στέφανον, ᾧ πλουσία νυμφή τις ἐστεφανώθη ἐν τοῖς γάμοις αὐτῆς.
Ὁ δὲ Διόνυσος, ὁ τοῦ οἴνου θεός, ἀνέβαλεν εἰς τοὺς οὐρανοὺς τὸν τῆς Ἀριάδνης στέφανον. Ἔγημε γὰρ αὐτὴν πρὸ πασῶν τῶν θεῶν, τὸν στέφανον ἀπὸ τῆς Ἀφροδίτης τε καὶ τῶν Ὡρῶν δεξομένην. Φασὶν δὲ τὸν στέφανον ὑπὸ τοῦ Ἡφαίστου ποιηθῆναι. Ἒστι μέντοι ἄλλος μῦθος λέγων ὅτι ὁ Διόνυσος, τῆς Ἀριάδνης ἐρῶν, ἐλθὼν πρὸς τὸν Μίνω τὸν πατέρα αὐτῆς, ἔδωκε τὸν στέφανον δῶρον ὥστε συμμιγνύναι αὐτῇ. Ἔπειτα ὁ Θησεὺς τῷ φωτίζοντι στεφάνῳ χρώμενος ἐκ τοῦ λαβυρίνθου ἐξῆλθεν. Τέλος δὲ ἐν τῇ Νάξῳ νήσῳ μετὰ τῆς Ἀριάδνης ὤν, ἔθηκε τὸν στέφανον ὡς εἶδος ἐν τῷ οὐρανῷ.
Ὁ τοῦ Στεφάνου ἀστερισμὸς καὶ ὁ τοῦ ἐν γόνασιν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος
Ὀφιούχου
Ὡς τοὔνομα σημαίνει, ὁ Ὀφιοῦχος ἔχει ὄφιν ἐν ταῖς χειρσίν, Ἀσκληπιὸς ὁ ἔνδοξος ἰατρὸς ὤν.
Ὁ μὲν Ἀσκληπιὸς οὕτως ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν Ἱππόλυτον ἐγεῖραι. Τοῦτο δὲ τοὔργον οὐκ ἤρεσε τοῖς θεοῖς, τοῖς ζηλοτύποις οὖσιν.
Διόπερ ὁ Ζεὺς καταβαλὼν κεραυνὸν ἐπὶ τὸν τοῦ Ἀσκληπιοῦ οἶκον ἀπέκτεινεν αὐτόν.Ἔπειτα δ’ ἀνέθηκε τὴν μορφὴν ἐν τῷ οὐρανῷ ἵνα τῷ Ἀπόλλωνι χαρίζοιτο.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος
Σκορπίου

Οὗτος ὁ μέγας σκορπίος ὑπὸ τῆς Ἀρτέμιδος ἐκ λόφου τινὸς τῆς Χίου νήσου ἀπεσταλμένος ἀπέκτεινε τὸν Ὠρίωνα, τὸν θηρευτήν, τὸν ὑβρίσαντα αὐτήν.

Ὁ δὲ Ζεὺς εἰς μνήμην τοῦτου τοῦ ἔργου ἔθηκε τὸ εἶδος ἐν τῷ οὐρανῷ. Οὕτως μέγας ἐστὶν ὁ σκορπίος, ὥστε κεῖσθαι ἐπὶ τῷ ἕκτῳ μέρει τοῦ κύκλου.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων 
Ἡ βίβλος
mwh
March 22, 2015, 1:38am
14
ευγε ω φιλε!
παρα σοὶ μεντοι ορω κεισθαι ταδε, Ὁ μὲν Ἀσκληπιὸς ὅιος ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν Ἱππόλυτον ἐγεῖραι
αλλ’ ουκ ορθως το οιος αγαθος εγραψας· εδει γαρ γραφειν η ουτως αγαθος η τοσουτον αγαθος· ου γαρ;
αρα τον Ἱππόλυτον ητοι ισως τον Πενθεα βουλει λεγειν, ο εστι και ηδη διεσπαραγμενον τινα νεκρον;
ὁ μέγα σκόρπιος· εθελες μεν ουν μέγας.
ἐξ λόφου τινὸς ἐν τῇ Χίῳ νήσῳ ἀπεσταλμένος· βελτιον αν ην εκ λοφου τινος της χιου νησου.
φιλοπόνει.
mwh:
ευγε ω φιλε!
παρα σοὶ μεντοι ορω κεισθαι ταδε, Ὁ μὲν Ἀσκληπιὸς ὅιος ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν Ἱππόλυτον ἐγεῖραι
αλλ’ ουκ ορθως το οιος αγαθος εγραψας· εδει γαρ γραφειν η ουτως αγαθος η τοσουτον αγαθος· ου γαρ;
αρα τον Ἱππόλυτον ητοι ισως τον Πενθεα βουλει λεγειν, ο εστι και ηδη διεσπαραγμενον τινα νεκρον;
ὁ μέγα σκόρπιος· εθελες μεν ουν μέγας.
ἐξ λόφου τινὸς ἐν τῇ Χίῳ νήσῳ ἀπεσταλμένος· βελτιον αν ην εκ λοφου τινος της χιου νησου.
φιλοπόνει.
Χαῖρε, ὦ βέλτιστε διδάσκαλε. Χάριν μὲν μεγάλην ἔχω σοι ὑπὲρ τῶν διορθώσεών σου, τὸ δ’ ἐρώτημα φανερὸν ἔμοιγε οὐκ ἔστιν. Ἴσως λέγεις ὅτι ἔδει τὸν Ἀσκληπίον ἐγεῖραι καὶ τὸν διεσπαραγμένον Πενθέα;
Ἔρρωσο.
Markos
March 22, 2015, 3:11pm
16
ἀκριβῶς ἔγραψας σύγε. “σκορπίος” γὰρ ἀρσενικόν, “μέγα” δ’ οὐδέτερον.
bedwere:
Οὗτος ὁ μέγας σκοπρίος…
ὦ τᾶν! πάλιν ἥμαρτες! δεῖ λέγειν ἢ “ὁ μέγας σκορπίος” ἢ “τὸ μέγα κόπριον.”
mwh
March 22, 2015, 5:48pm
18
χαιρειν.
ἵν’ αποκρίνωμαι το υπο σοῦ ερωτηθὲν περι ὧν έγραψ’ εγώ·
ουκ ευ συνεὶς δια τί τον Ιππόλυτον εξαιρέτως προήνεγκας, εκεῖνον δη προελόμενος εκ των αλλων τεθνηκότων (ἡ βύβλος γαρ ουχ ἕνα τιν’ εκ τουτων των μυριων εκλέγει, ουδ’ οιδα εκεινον γε κατα τους μυθογραφους εκ των νεκρῶν εξαναστάντα), τον Πενθέα εισήγαγον ως και άλλον τινα δυσδαίμονα ου μονον βιαίως αποθανόντα αλλα και τα μέλη διασπαραχθέντα ομοίως και τω ετερω (ει και προς γυναικων αλλ’ου προς ταυρου τινος). αλλὰ ταῦτ’ ω φίλτατε ου διαφέρει ουδέν.
ερρωσο
ὅρα τὸν βιβλίον περὶ εὐσεβείας τοῦ Φιλόδημου, ἐν σελίδι δευτέρᾳ καὶ πεντηκοστῇ.
Ἀσκληπιὸν δὲ Ζεὺς ἐκεραύνωσεν, ὡς μὲν ὁ τὰ Ναυπακτικὰ συνγράψας κὰν Ἀσκληπιῷ Τελέστης καὶ Κεινησίας ὁ μελοποιός, ὅτι τὸν Ἱππόλυτον παρακληθεὶς ὑπ’ Ἀρτέμιδος ἀνέστησεν, ὡς δ’ ἐν Ἐριφύλῃ Στησίχορος, ὅτι Καπανέα καὶ Λυκοῦργον.
κινδυνεύει τὰ τοῦ Ἀρτέμιδος καὶ Ἱππολύτου θεῖα (ἤ τοὺς σεβομένους) πεποιηκέναι τὸν μῦθον.
ἐνταῦθα ἐστι Ψευδο-Ἀπολλόδωρος.
εὗρον δέ τινας λεγομένους ἀναστῆναι ὑπ’ αὐτοῦ, Καπανέα καὶ Λυκοῦργον, ὡς Στησίχορός φησιν ἐν Ἐριφύλῃ, Ἱππόλυτον, ὡς ὁ τὰ Ναυπακτικὰ συγγράψας λέγει, Τυνδάρεων, ὥς φησι Πανύασις, Ὑμέναιον, ὡς οἱ Ὀρφικοὶ λέγουσι, Γλαῦκον τὸν Μίνωος, ὡς Μελησαγόρας λέγει.