Πρότερον μὲν τὰς βίβλους τῶν βασιλείων ἀναγινώσκων οὐκ ἐνεθυμούμην ποτὲ τὸ ἐρώτημα τοῦτο, νῦν δὲ συνίημι ὅτι οὐκ οἶδα τὴν ἀπόκρισιν. Διὰ τί ἀπεβαλεν μὲν ὁ Θεὸς τὸν Σαοὺλ τῆς βασιλείας αὐτὸν στερίσκων, τῷ δὲ Δαυίδ ἀφῆκε τὰς ἁμαρτίας αὐτοῦ; Μὴ δεινοτέρα ἡ τοῦ Σαοὺλ ἀπείθεια ἦν ἢ ἡ μοιχεία τοῦ Δαυίδ;
Ἡ ἁμαρτία τοῦ Σαοὺλ καὶ ἡ τοῦ Δαυίδ διαφέρουσιν. Ἡ μὲν τοῦ Δαυίδ κατὰ ἀνθρώπου ἦν, ἡ δὲ τοῦ Σαοὺλ εὐθὺς κατὰ τοῦ Θεοῦ. Διὰ τοῦτο οὖν δεινοτέρα μοί γε δοκεῖ ἡ τοῦ Σαούλ. Ἀλλὰ καὶ οἱ δυὸ ἄνθρωποι διαφέρουσιν. Ὁ μὲν γὰρ Δαυίδ μετανοήσας τὴν ἁμαρτίαν αὐτοῦ εἶπεν· ἐλέησόν με ὁ Θεός κ.τ.λ., ὁ δὲ Σαοὺλ οὔ. Εἰ δὲ ὁ Σαοὺλ μετενόησε, ἀφῆκε ἂν ὁ Θεὸς τὴν ἁμαρτίαν αὐτοῦ.
χαῖρε φίλε Βλάδιμήρ! καὶ σύ, φίλτατε Ροβέρτο!
καλὸν μὲν οὖν ἐρώτημα, δύσκολὸν δε. ἡ γὰρ γραφὴ (1 Σαμ. 13:14) λέγει περὶ τοῦ Δαυίδ ὅτι ἄνθρωπος κατὰ τὴν τοῦ Θεοῦ καρδίαν ἐστίν. ἀλλὰ διὰ τί? οὐκ οἶδα. μόνον Θεὸς οἶδε. εἰκὼν χάριτος τούτ’ ἐστιν.
ἡμεῖς μὲν οὐκ ἐξαιροῦμεν τὸν Θεόν, ὁ δὲ Θεὸς ἡμᾶς!
ἔρρωσθε, φίλοι.
Διὰ τί οὐκ ἔξην τῷ Σαοὺλ ὁλοκαύτωσιν ποιῆσαι; Ὑστέρησε γὰρ ὁ Σαμουὴλ καὶ διεσπάρη ὁ λαὸς τοῦ Σαοὺλ ἀπ’ αὐτοῦ. Μὴ διὰ τὸ μὴ εἶναι τὸν Σαοὺλ ἱερεύς; Ἀλλ’ οὐδὲ ὁ Σαμουὴλ ἱερεὺς ἦν.
Ὁ μὲν γὰρ Δαυίδ μετανοήσας τὴν ἁμαρτίαν αὐτοῦ εἶπεν· ἐλέησόν με ὁ Θεός κ.τ.λ., ὁ δὲ Σαοὺλ οὔ.
Διὰ τί, φίλε, νομίζεις τὸν Σαοὺλ μὴ μετανοῆσαι; Αὺτὸς γὰρ λέγει τῷ Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, καὶ νῦν ἄρον τὸ ἁμάρτημά μου κτλ.
Τί λέγουσιν οἱ τῆς ἐκκλησίας πατέρες;
Ἐξήτασα τὰς Ἰωάννου τοῦ Χρυσοστόμου ὁμιλίας περὶ τοῦ Σαὺλ καὶ Δαυίδ· λέγει μόνον ὅτι ὁ Δαυὶδ πραϋς ἦν καὶ πρέπει ἡμᾶς μιμηταὶ αὐτοῦ γίνεσθαι κτλ.
Ἆρα ὑπάρχει βίβλος τις τὰ τῶν πατρῶν ὑπομνήματα ἔχουσα ὡς τὸ Glossa ordinaria ἐν τῇ Ῥωμαϊκῇ; Οἶδα μὲν ταῦτα τὰ περὶ τὴν καινὴν διαθήκην βιβλία, οὐ δὲ περὶ τὴν παλαιᾶν εὕρηκα.
Ἐν Λουτεκίᾳ ἐν ἀποθύκῃ τινὶ εἷδόν ποτε δεσμοὺς τῶν πατέρων ἑρμηνευόντων πάντα τὰ ἅγια βιβλία τῆς παλαιᾶς τε καὶ καινῆς διαθήκης γραφέντας γαλλιστὶ ἢ βρεταννιστί.