Τί ἀναγνώσομαι ἠχωγραφὰς ποιῶν;

Χαίρετε, ὤνθρωποι. Ἤδη μὲν σχεδὸν τετέλεκα ἀναγιγνώσκειν τὸ Greek Ollendorff, δωρεὰν ἠχωγραφὰς ποιῶν,νῦν δὲ ἐρωτῶ ὑμᾶς· τί βιβλιον χρηστότατον ἔσται τοῖς τὴν Ἑλληνικὴν μανθάνουσιν; Ὁ δὲ φίλος μου ὁ Στέφανος ἐν νῷ ἔχει τὸ Easy selections adapted from Xenophon (1906), περὶ οὗ ὁ ἄλλος φίλος μου ὁ Μᾶρκος ὧδε γέγραφεν. Τί λέγετε ὑμεῖς;

Ἔρρωσθε

πάνυ γε, φίλε! ἄσμενος δὴ ἀκούσομαί σου ἀναγιγνώσκοντος τὸ Easy selections adapted from Xenophon. εὔκοπον καὶ ὠφέλιμόν ἐστιν τοῦτο τὸ βιβλίον.

I cannot imagine a better text to record. All the sentences are short and easy to process and there is lots of repetition. This abbreviated version of the narrative is fastpaced and yet all the highlights are found, including the famous θάλαττα, θάλαττα! Reading and re-reading this text, in conjunction with your audio, would be very helpful to me and other learners of Ancient Greek.

χαρήσομαι δὴ δεξόμενος ταύτας τὰς καινὰς παρά σου ἠχωγραφάς!