It’s a real possibility. The Talmud is later. However notice the sheer variety of references in the Talmud to the eye of a needle being a restrictive opening. Could this really all be due to Christian influence? I find it hard to believe.
Further support of the original story being about a camel and needle (and not a rope) is the 3rd century “Acts of Peter and Andrew.” This is clearly about a real camel, though the spelling is “κάμιλον” throughout. I found it here (Tischendorf’s Apocalypses apocryphae pg. 164), and have typed it up (so please excuse any errors). It’s a really fun story, with Peter showing off his skills as a sort of 1st century David Blaine, sending a camel back and forth through a needle’s eye. Only then, Onesiphorus tries to pull a dirty trick, and puts a prostitute on the camel’s back! (You’ll have to learn Greek to find out what happens.)
ἦν δέ τις πλούσιος ἐν τῇ πόλει ὀνόματι Ὀνησιφόρος. οὗτος οὖν θεωρήσας τὰ σημεῖα τὰ γινόμενα διὰ τῶν ἀποστόλων λέγει αὐτοῖς· ἐὰν πιστεύσω εἰς τὸν θεὸν ὑμῶν, δύναμαι ποιῆσαι κἀγω σημεῖον ὡς καὶ ὑμεῖς; λέγει αὐτῷ Ἀνδρέας· ἐὰν ἀποτάξει (sic) πάντων τῶν ὑπαρχόντων σου καὶ τῆς γυναικός σου καὶ τῶν τέκνων σου, ὡς καὶ ἡμεῖς ἀπεταξάμεθα, τότε καὶ σὺ ποιήσεις σημεῖα. ταῦτα ἀκούσας ὁ Ὀνησιφόρος, θυμοῦ πλησθεὶς λαβὼν τὸ ἑαυτοῦ λέντιον ἔβαλεν εἰς τὸν τράχηλον τοῦ Ἀνδρέου, καὶ τύπτων ἀυτὸν ἔλεγεν αὐτῷ· μάγος εἶ· τὴν γυναῖκά μου καὶ τὰ τέκνα μου καὶ τὰ ἀγαθά μου πῶς σὺ ἀναγκάζεις με καταλιπεῖν; τότε ὁ Πέτρος στραφεὶς καὶ ἰδὼν αὐτὸν τύπτοντα τὸν Ἀνδρέαν, λέγει αὐτῷ Ὀνησιφόρος· θεωρῶ σε ὅτι φρονιμώτερος αὐτοῦ εἶ· εἰπέ μοι οὖν καὶ σὺ ἵνα καταλείψω τὴν γυναῖκά μου καὶ τὰ τέκνα μου καὶ τὰ ἀγαθά μου· τί σὺ λέγεις; λέγει αὐτῷ Πέτρος· ἕν σοι ῥῆμα λέγω· εὐκοπώτερόν ἐστιν κάμηλον*** διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. ταῦτα ἀκούσας ὁ Ὀνησιφόρος καὶ ἐπὶ πλεῖον πλησθεὶς ὀργῆς καὶ θυμοῦ, λαβὼν τὸ λέντιον ἐκ τοῦ τραχήλου τοῦ Ἀνδρέου ἔβαλεν εἰς τὸν τράχηλον τοῦ Πέτρου, καὶ οὕτως ἔσυρεν λέγων· ὄντως μέγας μάγος, πλείων τούτου· οὐ γὰρ εἰσέρχεται κάμηλος διὰ τρυπήματος ῥαφίδος. εἰ δὲ καὶ δείξεις μοι τοῦτο τὸ θαῦμα, πιστεύω εἰς τὸν θεόν σου· οὐ μόνον δὲ ἐγώ, ἀλλὰ καὶ πᾶσα ἡ πόλις· εἰ δὲ μήγε, μεγάλως τιμωρηθήσῃ ἐν μέσῳ τῆς πόλεως. τᾶυτα δὲ ἀκούσας ὁ Πέτρος, ἐλυπήθη λίαν, καὶ σταθεὶς καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανόν, προσηύξατο λέγων· δέσποτα κύριε ὁ θεὸς ἡμῶν, ἐπάκουσόν μου τῇ ὥρᾳ ταύτῃ· ἀγρεύσουσιν γὰρ ἡμᾶς ἐκ τῶν σῶν λόγων. οὐ γαρ προφήτης εἶπεν ταύτην τὴν δισάφησιν αὐτοῦ ἀπαγγέλλων, οὐδὲ πάλιν πατριάρχης, ἵνα μάθωμεν ταύτην δισάφησιν μετὰ παρρησίας. σὺ οὖν δέσποτα μὴ παρίδῃς ἡμᾶς· σὺ γὰρ εἶ ὁ ὑμνούμενος ὑπὸ τῶν Χερουβίμ.
Ταῦτα δὲ αὐτοῦ εἰπόντος ἐφάνη ὁ σωτὴρ ἐν μορφῇ παιδίου δωδεκαετοῦς, φορῶν ὀθόνιον, καὶ λέγει αὐτοῖς· θαρσεῖτε καὶ μὴ πτοεῖσθε, οἱ ἐκλεκτοί μου μαθηταί· ἐγὼ γάρ εἰμι μεθ᾽ ὑμῶν πάντοτε· ἐνεχθήτω ἡ ῥαφὶς καὶ ὁ κάμηλος. καὶ ταῦτα εἰπὼν ἀνῆλθεν εἰς τοὺς οὐρανούς. πανταπώλης δὲ τις ἦν ἐν τῇ πόλει, πιστεύσας τῷ κυρίῳ διὰ Φιλίππου τοῦ ἀποστόλου· καὶ ἀκούσας ταῦτα, δραμὼν ἐζήτησεν ῥαφίδαν ἔχουσαν μεγάλην τρυμαλιάν, χάριν παρέχων τοῖς ἀποστόλοις. τότε μαθὼν ὁ Πέτρος λέγει· τέκνον, μὴ ζήτει μεγάλην ῥαφήν· οὐκ ἀδυνατεῖ γὰρ τῷ θεῷ πᾶν ῥῆμα· ἀλλὰ μᾶλλον φέρε ἡμῖν λεπτὴν ῥεφήν. τῆς δὲ ῥαφῆς ἐνεχθείσης καὶ παντὸς τοῦ πλήθους τῆς πόλεως ἱσταμένων πρὸς θεωρίαν, ἀναβλέψας ὁ Πέτρος ἴδεν κάμηλον ἐρχομένην. εἶπεν δὲ ἐνεχθῆναι αὐτήν. τότε ἔπηξεν τὴν ῥαφίδαν εἰς τὴν γῆν, καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν· ἐν ὀνόματι τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ ἐπὶ Ποντίου Πιλάτου κελεύω σοι, κάμηλε, ἵνα εἰσέλθῇς διὰ τρυμαλιᾶς τῆς ῥαφίδος. τότε ἡ τρύπη τῆς ῥαφίδος ἠνοίχθη ὡς πύλη, καὶ διῆλθεν δι᾽ αὐτῆς ὁ κάμηλος, καὶ πᾶς ὁ ὄχλος ἐθεώρει. πάλιν λέγει ὁ Πέτρος τῷ καμήλῳ· εἴσελθε πάλιν διὰ τῆς ῥαφίδος. καὶ εἰσῆλθεν πάλιν δεύτερον ὁ κάμηλος. ταῦτα ἰδὼν ὁ Ὀνησιφόρος λέγει τῷ Πέτρῳ· ἀληθῶς μέγας μάγος εἶ· ἐγὼ γὰρ οὐ πιστεύω, εἰ μὴ ἐγὼ πέμψω καὶ φέρω ῥαφίδαν καὶ κάμηλον. καὶ προσκαλεσάμενος ἕνα ἐκ τῶν παίδων αὐτοῦ λέγει αὐτῷ λαθραίως· πορεύθητι καὶ φέρε μοι ὧδε κάμηλον καὶ ῥαφίδαν· εὑρὲ δὲ καὶ γυναῖκα μεμιαμένην, καὶ αὐτὴν ἐπιβιβάσας ἔνεγκε ὧδε. οἱ γὰρ ἄνδρες οὗτοι μάγοι εἰσίν. μαθὼν δὲ ὁ Πέτρος τὸ μυστήριον διὰ τοῦ πνεύματος λέγει τῷ Ὀνησιφόρῳ· πέμψον, φέρε τὴν κάμηλον καὶ τὴν γυναῖκαν (sic) καὶ τὴν ῥαφήν. ὡς δὲ ἤνεγκαν, λαβὼν ὁ Πέτρος τὴν ῥαφὴν ἔπηξεν εἰς τὴν γῆν. ἡ δὲ γυνὴ ἦν καθεζομένη ἐν τῷ καμήλῳ. τότε λέγει ὁ Πέτρος· ἐν τῷ ὀνόμαι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἐσταυρωμένου κελεύω σοι, μάμηλε, ἵνα εἰσέλθῃς διὰ τῆς ῥαφίδος ταύτης. εὐθέως δὲ ἠνοίχθη τῆς βελόνης ἡ τρύπη καὶ ἐγένετο ὡς ἡ πύλη, καὶ εἰσῆλθεν δι᾽ αὐτῆς ὁ κάμηλος. λέγει πάλιν ὁ Πέτρος τῷ καμήλῳ· εἴσελθε πάλιν δι᾽ αὐτῆς, ὅπως ἴδωσιν πάντες τὴν δόξαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπως πιστεύσωσίν τινες εἰς αὐτόν. τότε εἰσῆλθεν πάλιν ὁ κάμηλος διὰ τῆς βελόνης. ἰδὼν δὲ Ὀνησιφόρος ἐβόησεν λέγων· ἀληθῶς [μέγας] ὁ θεὸς Πέτρου καὶ Ἀνδρέου, κἀγὼ ἀπὸ τοῦ νῦν πιστεύω εἰς τὸ ὄνομα τοῦ κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ. νῦν οὖν ἄκουσον τῶν ῥημάτων μου, ὦ Πέτρε. ἔχω τοίνυν ἀρούρας, ἀμπέλους καὶ ἀγρούς· ἔχω δὲ καὶ εἴκοσι ἑπτὰ λίτρας χρυσίου καὶ πεντήκοντα λίτρας ἀργυρίου· ἔχω δὲ ἀνδράποδα πάμπολλα. παρέχω τοῖς πτωχοῖς τὰ ὑπάρχοντά μου, ὅπως καὶ ἐγὼ ποιήσω ἓν θαῦμα ὡς καὶ ὑμεῖς . . . . ὁ δὲ Πέτρος ἦν λυπούμενος, μήποτε οὐκ ἐνεργοῦσιν αὐτῷ αἱ δυνάμεις, ἐπειδὴ οὐκ ἦν λαβὼν τὴν ἐν Χριστῷ σφραγῖδα. ταῦτα δὲ αὐτοῦ ἐνθυμένου, ἰδοὺ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα πρὸς αὐτόν· κελεύω σοι, ποίησον αὐτῷ ὅσα θέλει, ὅθεν πληροφορῶ αὐτὸν ὡς βούλεται. λέγει αὐτῷ ὁ Πέτρος· τέκνον, δεῦρο, ποίησον ὡς καὶ ἡμεῖς. προσελθὼν δὲ ὁ Ὀνησιφόρος ἵσταται ἔμπροσθεν τῆς καμήλου καὶ τῆς ῥαφίδος, καὶ εἶπεν· ἐν ὀ[νόματι] . . . .
*** Codex κάμιλον throughout !!!