Sprechen Sie Attisch?

Χαῖρε


Ἡ μήτηρ ἀσπάζεται τὸν υἱόν.

Τετελεσμένης τῆς τῶν Καταστερισμῶν ἀναγνώσεως, ἄρχεται ἡ ἀνάγνωσις τῶν Ἑλληνικῶν λόγων, τῶν ἐν τῷ Sprechen Sie Attisch? βιβλίῳ. Τοῦτο δὲ τὸ βιβλίον ὑπὸ Ἐδουάρδου Ἰωαννίδου Γερμανικοῦ γεγραμμένον διδάσκει λέγειν τῇ Ἀττικῇ τῆς Ἑλληνικῆς γλώττης διαλέκτῳ. Ἐν δὲ τῷ πρώτῳ διδάγματι μανθάνομεν ἀσπάζεσθαι τοὺς φίλους.

Ἀνάγνωσις τοῦ α’ διδάγματος

Τί πράττεις;


Τρεῖς νεανίσκοι συλλαλοῦσιν ἐν τῇ παλαίστρᾳ. Εἷς δ’ἔχει στλεγγίδα.

Νῦν ἐρωτῶμεν τοὺς φίλους ἡμῶν. Ἆρα εὐδαιμόνως ἔχετε, ὦ φίλοι; Τί πράττετε;

Ἀνάγνωσις τοῦ β’ διδάγματος

Τί πάσχεις


Τί πάσχει ἡ Ἀνδρομάχη; Ὡρακιᾷ γάρ.

Ἐν τῷ δευτέρῳ διδάγματι μανθάνομεν ἐρωτᾶν περὶ τῶν παθῶν. Ἐπειδὰν δέ τις πολὺ πίῃ, κραιπαλᾷ καὶ ἀλγεῖ τὴν κεφαλήν. Ὅταν δὲ ἡ θάλασσα ταράσσηται, πολλοὶ ναῦται ναυτιῶσι καὶ ἰλιγγιῶσιν. Εἰ μὲν τὸ ῥεῦμα ῥεῖ ἐκ τοὺ ῥινός σου, σὺ δὲ ῥιγεῖς, κόρυζά σε λαμβάνει. Ἀλλ’ ἀεὶ θαρρῶμεν μηδὲ σκυθρωπάσωμεν.

Ἀνάγνωσις τοῦ γ’ διδάγματος

Τὸ βιβλίον.

ὁ υἱός μου, ὅταν βλέπῃ οὖτος καλὴν κόρην, ἰλιγγιᾷ.

ἰλιγγιάω – αἰσθάνομαι σκοτοδινίαν…ὡς ὅταν βλέπῃ τις ἀφ` ὑψηλοῦ μέρους πρὸς τὰ κάτω. (Λ.Σ.Κ.)

Ἀλλὰ πάντες ἡμεῖς ποτε. :laughing:

καλῶς ἔχεις πρὸς τὸ ἀναγιγνώσκειν!

ἓν δὲ αἴτημα ἔχω. ὁ μὲν Γερμανικὸς ἔγραψε “χαίρετε, ὦ φίλοι (ὦ δέποιναι)! ὦ κόραι!” καὶ οὖν οὕτως ἀνέγνως τὸν λόγον. εἰ δὲ τοῦτον τὸν λόγον τρίτον ἀνεγνως, μᾶλλον ἄν ἠράσθη μοι.

οὕτω:

χαίρετε, ὦ φίλοι
χαίρετε, ὦ δέποιναι!
χαίρετε, ὦ κόραι!

Ὑγίαινε!


Ὁ Ἡρακλῆς φέρει τὴν ἀποτεθνηκυῖαν Ἄλκηστιν εἰς τὴν ταφὴν αὐτῆς. Ὥς φησιν ὁ Εὐριπίδης, κούφα σοι χθὼν ἐπάνωθε πέσοι.

Ὅταν ἀναχωρῶμεν ἀπὸ τῶν φίλων, λέγομεν αὐτοῖς χαίρετε ἢ ὑγιαίνετε. Οἱ μὲν πάλαι Ἕλληνες τοὺς θεοὺς ὑπὲρ τῶν φίλων ηὔχοντο. Οἱ δὲ Χριστιανοὶ εὔχονται τὴν Τριάδα. Ὅτὰν δὴ ἀποθάνωσιν οἱ φίλοι, οἱ ἀρχαῖοι ἔγραφον ἐπὶ τοῖς μνημείοις εὐχόμενοι μὴ τὴν γῆν βαρεῖαν γενέσθαι τοῖς νεκροῖς.

Ἀνάγνωσις τοῦ δ’ διδάγματος

Ἀντιβολῶ!


Ὦ πάππα φίλτατε, φησὶν ἡ Θέτις τῷ Διί, χάρισαί μοι, ἀντιβολῶ.

Ἆρα διψῆτε ἢ χρῄζετέ τινος ἢ ὁ Ἀγαμέμνων ἀδικεῖ τὸ τέκνον ὑμῶν; Τί λέγομεν ὅταν βουλώμεθά τι ἀπό τινος; Ἀκούσατε οὖν τὸ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ε’ διδάγματος

Ἐπαινῶ!


Ἀλλ’ἐπαινοῦμεν ὑμᾶς, ὦ Φιλήμων καὶ Βαυκίς.

Τί ἐροῦμεν ὅταν χαρισώμεθα; Καὶ τί ἀποκρινοῦμαι ὅταν οἱ ἄλλοι χάριν ἴδωσιν ἧμιν; Μάθωμεν οὖν ἀκούοντες.

Ἀνάγνωσις τοῦ ϛ’ διδάγματος

Τὸ βιβλίον.



δεῖ οὖν ἐμὲ λέγειν “τὸν Θεόν ἐν Χριστῷ εὔχομαί σοι διδόναι πολλὰ κἀγαθὰ ἐκ Πνεύματος.”

λίαν δὲ κούφως ἔπεσεν ἡ γῆ ἑπάνω τοῦ Ἰησοῦ. ἀνέστη γὰρ.

Ἐπαινῶ ὑμᾶς, ὦ φίλοι, ἀεὶ χαρίζοντας με.

Ἐπίστασαι ἑλληνίζειν;


Χαῖρε, ὦ κόρη. Ἐπισταμαι ἑλληνίζειν ἔγωγε. Καὶ σύ; Διαλεχθῶμεν οὖν Ἑλληνιστί.

Τέλος εὑρήκατε τὴν κόρην. Δεῖ νῦν διαλέγεσθαι. Ἀλλὰ πῶς; Ἄρξασθε ἀκούοντες τὸ ἕβδομον δίδαγμα.

Ἀνάγνωσις τοῦ ζ’ διδάγματος

Ἐρωτήματα


Τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται;

Μὴ φοβηθῆτε, ὦ φίλοι. Οὐ γὰρ ἀκούομεν τῆς Σφιγγὸς ἐν τῷ ὀγδόῳ διδγάματι, ἀλλὰ μανθάνομεν ῥᾴδια ἐρωτήματά τινα.

Ἀνάγνωσις τοῦ η’ διδάγματος

Ὄνομά σοι τί ἐστιν;


δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·

Μάθωμεν μὲν ἐν τῷ ἐνάτῳ διδάγματι καὶ ἐρωτᾶν καὶ λέγειν τοὔνομα. Συμφέρει δ’ ἐνίοτε κρύπτειν τὸ ἡμέτερον ὄνομα.

Ἀνάγνωσις τοῦ θ’ διδάγματος

Τὸ βιβλίον.

τοῦτο τὸ αἴνιγμα νομίζω ἐπιλελυκέναι.

ὁ ἄνθρωπος! ὢν γὰρ βρέφος, ὡς τετράπους (δύο χεροῖν καὶ δύο ποδοῖν) ἔρχεται. ὅταν δὲ ἀνὴρ γίνηται, ὡς δίπους βαδίζει, ὀρθῶς ἐν δύο ποδοῖν. καὶ γέρων ὢν, ὡς τρίπους γίνεται. περιπατεῖ γὰρ μόλις σὺν δύο ποδοῖν καὶ βακτηρίᾳ.

εἰκότως γε! μάλιστα! ἔγωγε νὴ Θεόν! διαλεχθῶμεν οὖν ἑλληνικῶς!

τέτραπους, ὁ, ἡ – ὁ ἔχων τέσσαρας πόδας. (Λ.Σ.Κ.)

Εὖγε, ὦ Μᾶρκε. Ἀμείνων γὰρ τοῦ Οἰδίποδος εἶ. :smiley:

Τίς ὥρα ἐστίν;


Κάτω· οἱ γεωργοὶ πονοῦσιν ἐν τῷ ἀγρῷ διὰ τὰς τῆς ἐργασίας ὥρας.
Ἄνω· ὁ οἰκοδεσπότης δίδωσι τὸν μισθὸν τοῖς τῆς ἑνδεκάτης ὥρας ἐργάταις.

Ἐν τῷ δεκάτῳ διδάγματι μανθάνομεν ἐρωτᾶν καὶ λέγειν τὴν ὥραν. Τοῦτο δὲ χρήσιμόν ἐστι καὶ τοῖς σπουδαίοις καὶ τοῖς τῆς ἑνδεκάτης ὥρας.

Ἀνάγνωσις τοῦ ι’ διδάγματος

Μέρη τῆς ἡμέρας


Τὰ τῆς ἡμέρας μέρη κατὰ τὸν Γουλιέλμον Χόγκαρθ.
Ἄνω, ἐξ εὐωνύμων· ἡ ἕως. Ἄνω, ἐκ δεξιῶν· ἡ μεσημβρία.
Κάτω, ἐξ ἀριστερῶν· ἡ ἑσπέρα. Κάτω, ἐκ δεξιῶν· ἡ νύξ.

Ἐν τῇ ἑνδεκάτῃ ἠχωγραφῇ ἀκούομεν πῶς τὰ τῆς ἡμέρας μέρη καλεῖται. Οὐ δ’ἐν τῇ Λονδίνῃ τῆς Βρεταννίας, ἀλλ’ ἐν ταῖς Ἀθῆναις τῆς Ἑλλάδος.

Ἀνάγνωσις τοῦ ια’ διδάγματος

Ὁ νῦν χρόνος. Ἑορταί


Αἱ ὧραι τοῦ ἔτους.
Εἰκὼν τοῦ τετάρτου ἀιῶνος μετὰ τὸν Χριστὸν ἐν τῇ πόλει Κομπλούτῳ τῆς Ἰσπανίας.
Ἄνω, ἐκ δεξιῶν· τὸ ἔαρ. Ἄνω, ἐξ εὐωνύμων· τὸ θέρος.
Κάτω ἐξ ἀριστερῶν, τὸ φθινόπωρον. Κάτω, ἐκ δεξιῶν· ὁ χειμών.

Ἐν τῷ δωδεκάτῳ διδάγματι μανθάνομεν λέγειν καὶ περὶ τοῦ νῦν χρόνου καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἑορτὰς καὶ τοὺς μῆνας. Προσεσχετε δή· τὸ ἔναγχος ἐκ τοῦ ἄγχι, ἐγγύς, πλησίον· τὸ τῆτες σημαίνει ἐν τούτῳ τῷ ἔτει· τὸ πέρυσιν σημαίνει ἐν τῷ παρελθόντι ἔτει· τὸ νέωτα σημαίνει ἐν τῷ νέῳ ἔτει. Καὶ δὴ καί ἐσμεν νῦν ἐν τῷ δισχιλιοστῷ πέμπτῳ δεκάτῳ ἔτει. Κατὰ δὲ τοὺς Ἕλληνας τὸ δισχιλιοστὸν ἔνατον δέκατον ἔτος ἐστὶ ἐξ αὐτοῦ τὸ πέμπτον, οὐδὲ τὸ τετάρτον.Τέλος, τὸ “ἐπετείος, ον” ἐπίθετον σημαίνει κατ’ ἔτος.

Ἀνάγνωσις τοῦ ιβ’ διδάγματος

Τὸ βιβλίον.

Ὁ ἀήρ


Εὐδία ἐστίν. Οἱ οὐν ἄνθρωποι σχολάζουσιν ἐν τῇ ἐξέδρᾳ.

Τὸ δέκατον καὶ τρίτον δίδαγμα διδάσκει λέγειν περὶ τοῦ ἀέρος. Διὸ νομίζω ὅτι τοῦτο μάλα χρηστὸν ἔσται τοῖς τὴν Ἑλληνικὴν γλῶτταν λελεῖν πειρωμένοις.

Ἀνάγνωσις τοῦ ιγ’ διδάγματος

Ἔξοδος


Ἁμαξοστοιχία* ἀπερχομένη ἐκ τοῦ τῆς Ὀλυμπίας σιδηροδρομικοῦ* σταθμοῦ.

Ἐν τῷ δεκάτῳ καὶ τετάρτῳ διδάγματι ἀκούομεν νέους λόγους τινάς. Οἱ μὲν πάλαι οὐδὲ εἶχον τὴν ἁμαξοστοιχίαν οὐδὲ τὸν σιδηροδρομικὸν σταθμόν. Οἱ δὲ νῦν ἔχουσι καὶ τὸ ἀεροσκάφος.

Ἀνάγνωσις τοῦ ιδ’ διδάγματος

Τὸ ἔρχεσθαι. Ἡ ὁδός.


Οἱ μὲν βαδίζουσιν, οἱ δὲ χρῶνται τῇ ἁμάξῃ, οἱ δὲ τῷ λεωφορείῳ.

Ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ διδάγματι ἀκούομεν ὅπως οἱ ἄνθρωποι ἔρχονται πρὸς τὸν σταθμόν. Τί δ’ ἐστὶ τὸ λεωφορεῖον; Οἱ γὰρ πάλαι οὐκ εἶχον αὐτό. Ἀλλὰ ῥᾴδιόν ἐστιν· τὸ λεωφορεῖόν ἐστιν ὄχημα τὸν λαὸν φέρον.

Ἀνάγνωσις τοῦ ιε’ διδάγματος

Τὸ βιβλίον.

πάνυ γε. τοῦτο δὲ μανθάνωμεν παρὰ Κωνσταντιηίδου:

Mεῖνον!


Ἐπίσχες, μεῖνον, στῆθι, φησὶ ὁ Ἀπόλλω τῇ Δάφνῃ.

Ἐν τῷ ἑξηκαιδεκάτῳ μαθήματι πυνθανόμεθα ὅπως κελεύομεν μέν τινα μεῖναι. Ἐνίοτε δ’ἡ κελευσ θεῖσα οὐ μένει.

Ἀνάγνωσις τοῦ ιϛ’ διδάγματος

Δεῦρ’ ἐλθέ!


Δεῦρ’ ἐλθέ, κυνίδιον.

Ἐν τῷ δεκάτῳ καὶ ἑβδόμῳ διδάγματι ἀκούομέν τινος καλοῦντος ἕτερον. Ὁ μὲν πρῶτον προσέρχεται, ἔπειτα δὲ φροῦδός ἐστιν - τοῦτ’ἔστι πρὸ ὁδοῦ - εἰς τὸ κουρεῖον, ὅπου ὁ κορεὺς κείρει τὰς τρίχας τε καὶ ξυρεῖ τοὺς πώγωνας.

Ἀνάγνωσις τοῦ ιζ’ διδάγματος

Φέρε ζῦθον!


Εἰκὼν ἐν Πομπήοις δεικνῦσα καπηλεῖόν τι. Πάρεισιν δ’ ἐν τῷ καπηλείῳ τέτταρες ὠνῆται καὶ εἷς παῖς.

Ἡ δεκάτη καὶ ὀγδόη ἠχωγραφὴ διδάσκει τί λέγωμεν ἐν τῷ καπηλείῳ. Ἐκεῖ οἱ μὲν ἄνθρωποι πίνουσιν ζῦθον καὶ ἐσθίουσι λαγῷα, ὁ δὲ παῖς κομίζει αὐτούς. Διὰ δὲ τὸ πολὺ ζῦθον πίνειν μεθύσκονται. Καπνὸς δὲ γίγνεται ἐκ τοῦ πυρός.

Ἀνάγνωσις τοῦ ιη’ διδάγματος

Τὸ βιβλίον.

σημαίνει τοῦτο ὅτι δεῖ ἢ χέζειν ἢ ἐξ ἀφεδρῶνος ἐξέρχεσθαι. :mrgreen:

χέζω – ἀποπατέω (Λ.Σ.Κ.)

Τοῦτο τὸ σῆμα θαυμαστόν ἐστιν ἔμοιγε, ὦ Μᾶρκε. :open_mouth:

Πεινῶ


Ἐν ταύτῃ τῇ εἰκόνι εἰσὶν μὲν πρόσω ἐξ εὐωνύμων δύο πειρούνια*, τέτταρα
λεκάνια, ἕν χειρόμακτρον ἐπὶ τῶν λεκανίων, ἕν μαχαίριον, δυό κουτάλια*.

Ὀπίσω δὲ δυὸ τρυβλία, ἓν ποτήριον ἀλλ’ οὐδὲν κύπελλον.
Ἆρα πεινᾶτε; Πῶς ἐν τῇ Ἀττικῇ διαλέκτῳ λέγομεν ὅτι φαγεῖν ἐθέλομεν; Ἀκούωμεν τὸ ἔνατον καὶ δέκατον δίδαγμα.

Ἀνάγνωσις τοῦ ιθ’ διδάγματος

Τὸ δεῖπνον


Οἱ δοῦλοι παρασκευάζουσι τὸ δεῖπνον. Ἔμπροσθεν μέν ἐστι κρέα λαγῷα. Ὄπισθεν δ’ ὁρῶμεν ὀρνίθεια. Παῖς τις φέρει κρέα ὠπτημένα μετὰ γεωμήλων καὶ λαχανικοῦ εἰς τὴν τράπεζαν.

Τέλος ἐν τῷ εἰκοστῷ διδάγματι αὐκούομεν περὶ δείπνου. Οἱ μὲν ἄνθρωποι ἐσθίουσι διὰ τοῦ δείπνου κρέα μετὰ γεωμήλων καὶ λαχανικοῦ καὶ καταχύσματος. Ἔπειτα διὰ τοῦ ἐπιδείπνου ἔχουσι πλακοῦς καὶ τυρός καὶ πόπανα. Διὰ δὴ παντός ἐστιν οἶνος.

Ἀνάγνωσις τοῦ κ’ διδάγματος

Εἰς τὸ γυμνάσιον


Ῥωμαϊκὴ εἰκὼν ποιηθεῖσα μεταξὺ τοῦ ρπ’ καὶ τοῦ ρπε’ ἔτους μετὰ Χριστὸν
καὶ δεικνῦσα ἕνα διδάσκαλον καὶ τρεῖς μαθητάς.

Ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ διδάγματι ἀκούομεν ὅτι καιρός ἐστι ἡμῖν βαδίζειν εἰς τὸ διδασκαλεῖον. Τοιγαροῦν καθ’ ἡμέραν μανθάνωμεν.

Ἀνάγνωσις τοῦ κα’ διδάγματος

Τὸ βιβλίον.

Ὕστερος παρών


Τοῦτο τὸ ὡρολόγιον οὐκέτι χωρεῖ.

Ὁ ταλαίπωρος μαθητὴς ὕστερος ἥκει εἰς τὸ γυμνάσιον ὅτι οὐ χωρεῖ τὸ ὡρολόγιον αὐτοῦ. Ὀργίζεται οὖν ὁ διδάσκαλος. Ἡμεῖς δὲ ἀκούσωμεν τὸ εἰκοστὸν καὶ δεύτερον δίδαγμα.

Ἀνάγνωσις τοῦ κβ’ διδάγματος

Τὸ γράφειν


Αὑτὴ ἡ εἰκὼν ἐν Πομπήιοις εὑρεθεῖσα δείκνυσι κόρην τινὰ ἔχουσαν γραφεῖον καὶ πίνακα.

Τὸ εἰκοστὸν καὶ τρίτον δίδαγμα ἔχει διάλογον μεταξὺ διδασκάλου καὶ μαθητοῦ. Τὸ δὲ τοῦ μαθητοῦ ἔργον οὐκ ἀρέσκει τῷ διδασκάλῳ.

Ἀνάγνωσις τοῦ κγ’ διδάγματος

Τὸ γραμματικόν


Πρισκιανὸς ὁ εὔδοξος Ῥωμαϊκὸς γραμματικὸς ἐξηγεῖται τοῖς μαθηταῖς τὴν γραμματικήν.

Τοῦτο τὸ δίδαγμα, τὸ εἰκοστὸν τέταρτον ὄν, περὶ τὴν γραμματικήν ἐστιν. Ἀκούσατε οὖν τὰ ὀνόματα τῶν πτώσεων καὶ τῶν χρόνων καὶ τῶν φωνῶν καὶ τῶν ἐγκλίσεων καὶ τῶν κεραιῶν.

Ἀνάγνωσις τοῦ κδ’ διδάγματος

Τὸ βιβλίον.

Οὐκ ὀρθαὶ ἀποκρίσεις


Λέγε, ὦ ’γαθέ!

Ὁ μὲν διδάσκαλος ἐρωτᾷ τὸν μαθητήν. Ὁ δὲ μαθητὴς οὐκ ὀρθῶς ἀποκρίνεται. Διὰ τοῦτο ὁ διδάσκαλος ὀργιζόμενος μέμφεται αὐτόν. Ἀκούσατε οὖν τὸ εἰκοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ κε’ διδάγματος

Εἰκών τις


Ἡ διδάσκαλος δείκνυσι τὴν εἰκόνα τοῖς μαθηταῖς.

Τὸ μὲν εἰκοστὸν καὶ ἕκτον δίδαγμα μικρόν. Ὁ δὲ διδάσκολος κελεύει τοὺς μαθητὰς βλέψαι εἰκόνα τινά.

Ἀνάγνωσις τοῦ κϛ’ διδάγματος

Ἑλληνικοὶ ποιηταί


Οἱ τῶν Ἑλλήνων καὶ οἱ τῶν Ῥωμαίων καὶ οἱ τῶν Ἰταλῶν ποιηταὶ κατὰ τὸν Ῥαφαήλ.

Ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ διδάγματι ἔστι διάλογος μεταξὺ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ περί τῶν βελτίστων Ἑλληνικῶν ποιητῶν.

Ἀνάγνωσις τοῦ κζ’ διδάγματος

Τὸ βιβλίον.

Τὸ μεταβάλλειν


Τοῦτο τὸ βιβλίον ἔχει τάς τε πράξεις τῶν ἀποστόλων ἐν τῇ Ἑλλινικῇ καὶ τὴν μεταγραφὴν ἐν τῇ Ῥωμαϊκῇ.

Ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ διδάγματι ἀκούομεν χρήσιμά τινα περὶ τοῦ μεταβάλλειν ἢ τοῦ μεταγράφειν.

Ἀνάγνωσις τοῦ κη’ διδάγματος

Ἄσχολος


Ὁ μὲν διδάσκαλος κελεύει τοὺς μαθητὰς προσέχειν τῷ ἔργῳ, οἱ δὲ μαθηταὶ δρῶσιν αὐτό.

Νῦν δὴ τὸ ἔργον ποιητέον. Τοῦτο οὖν μέλει τοῖς μαθηταῖς μετ’ἀλλήλων συλλαλοῦσιν. Ἀκούσατε, ὦ φίλοι, τὸ εἰκοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ κθ’ διδάγματος

Ἔπαινος καὶ μέμψις


Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.

Ἰλιάς, βίβλος ί, στίχοι σμθ’ καὶ σν’

Ὁ μὲν Ὀδυσσεὺς οὐ θέλει τὸν Διομήδη οὔτε ἐπαινεῖν οὔτε μέμφεσθαι αὐτόν. Τοῦτο δὲ οὐ μέλει τῷ διδασκάλῳ. Ἀκούσωμεν οὖν τὸ τριακοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ λ’ διδάγματος

Τὸ βιβλίον.