poihma, dikhn Mesomhdou

[size=134]
οἳ ἀρχόμενοι στίχοι δακτυλικοί. οἳ δὲ λοιποί εἰσι
παροιμιακοὶ ἅμα ἀποκρότοις.

πλοῦτον ἄναχθ’ ὑμνεῖν ἄρχω·
εὐφημούντων ἄνθρωποι.
κέκλυτε δὴ νῦν μύθων μύστων
ὥς γε μάθηθ’ ὑμεῖς ναμερτές.

ἦν ζεύς ποτ’ ἄναξ ἐπὶ τοῖς θεοῖς,
βασιλεύς τε πατήρ τε σοφῶς μέδων·
νῦν δ’ ὡς ἔβαλ’ )/αιδι γηγενῆ,
ἔλαβ’ ἄλλος ἕδρην κρονίδου βίῃ.
πλοῦτος γὰρ ἀνάσσει πανταχοῦ,
καὶ κόσμος ὄρωρε ποταίνιος.
ἦ κτῆματα περνάμεν’ οἱ θεοί·
)/αρης τ’ ὀλοὴν νόσον ἐμπολᾷ,
)ασκλήπιος οὐδ’ ἀπόμισθος
ἥρωα μόνον θεραπεύει·
πορνεῖον ἔχει κύπρις εὐκλεές
καὶ πόρνος ἔφυν γανυμήδης.
ἀπεκηρύχθη τε θέμις ταχύ,
δηώ τε τρέφει πενέας κόνι.
παλλάς τε διδάσκει πωλέειν·
τὸ μάθημα μάταιον ὃ χρυσὸν
οὐ μισθοδοτεῖ συχνὰ καὶ ῥυδόν.
ἦ νῦν δὲ δύνασθε μαμωνᾷ
δουλεύειν καὶ δὴ γολγαθᾷ.
[/size]