Hello. I present here a hymn in homeric dialect. It has some issues such as Hermann’s Bridge breaks (| ἕτεροι δὲ, πεσόντες ἐν αὐτοῖς,), Naeke’s Bridge breaks ( | πιστεύει τέκνα βόρην τε. ||), and awkward hiatus (|| ὠγύγιον δεδαῶτα | ἀνιηρὴν…).
The poem describes an animal similar to the ringtail, known as ‘cacomixtle’ in Spanish and ‘tlacomiztle’ in Nahuatl (ναϝατλιστί, if you like; pl. “tlacomiztin”).
Do you see any composition problems? Thank you!
κικλήσκω σῑγηλὸν ὀρειλέχεα τλακομίστλυ,
ἕρπετον ὑλήεντα, ποδαρκέα, δενδρομέλαθρον,
παννύχιον, σκιερὸν πυκινῶν συνίστορα κῶμων,
ὠγύγιον δεδαῶτα ἀνιηρὴν δύσιν ἄστρων
λῃστὴν καρπομανῆ, φύγαδ᾽ ἀνθρώπων ἕνεκ᾽ ἔργων,
ὅν περὶ οὐρῆς τεῦξε Φάνης στεφανῇσι παραλλὰξ,
εὐφροσύνην ἐλελιζομένην τρυφερῆς μετὰ ἠοῦς.
ὥς ὅτε δὴ, στάντες δίχα δυσμενέες πολεμοῦνται,
κινύμενοι δὲ μόγις διαγώνιοι ἀντιμάχονται·
οἱ μὲν ἐπερχομένους μένον ἔμπεδον, οὐδ’ ἐδύναντο
τηλόσ᾽ ἀπώσασθαι. ἕτεροι δὲ, πεσόντες ἐν αὐτοῖς,
οὖκ οἷοί τε κρατεῖν τ´, ἀλάπαξάμεναι τε φάλαγγας.
ἔνθα δέ τις θητῶν, βρώμη βροτολοιγῷ Ἄρευι,
διπλ᾽ ἐπέβη, λιγρῶς δὲ πεσῶν κλονέει πέρι πάντα.
δεύει δ᾽ αἷμα μέλαν δίχροον πεδίον πεσσείης.
ὥς αἰολὴν καὶ ἀμοιβαιὴν καὶ λευκομέλαιναν
ἀλκαίαν, προμολὼν γὲ, ταλάντευει τλακομίστλυ.
ὑψοβατὴς γὰρ ἄγει φερεκάρποισιν τ´ ἐπὶ δένδροις
καὶ δολιχοῦ πόλεως ὀροφὰς ἔπι παιπαλόεσσας,
ἀργαλέας τε καὶ ἡδίστας βιότοιο κελεύθους,
τῇ δὲ ῥοπῇ μέλεων πιστεύει τέκνα βόρην τε.
Πάν ὅταν αἰγιπόδης ᾽Ᾱναῦακ ἐς ἀγνὸν ἐπέλθῃ,
συρίζων θέλγει Κραναὴν πυκινότριχα θάμνοις,
καὶ τότε δὴ ἅμ᾽ ἕπουσιν ἐλισσόμενοι τλακομίστιν,
τoῦς περὶ κῆρι φίλησεν, ἐπεὶ μάλα εἴκελοί εἰσιν
πόλλοισι ζωοῖσι. ἀλώπεκος ἐστι καρή σφων.
αἰλούρου δὲ δέμας, οὐρὴν προκυνός δ᾽ ἀνέφηναν.
ἄλλα τάχ´ ἄν νῦν ἔσσι φύσει σύ γε, τόν τὸ πάρος περ
ὅσσοι ναιέταον κορυφὰς νιφόεντος Ἀχούσκου
ἡμιλέοντα κάλεον, νῦν ἐν πόλεϊ δολιχοῖκῳ.
χαῖρε, μακὰρ τλακομίστλυ, ποδαρκὲς, δενδρομέλαθρε,
σεῦ δηὖτ´ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.