Welcome to the Odyssey Reading Group! Anyone is welcome to join in at any time, regardless of their Greek ability. If you’re itching to explore Homer’s epic tale of survival, adventure, love, lust, kinship, betrayal and spooky dead people, hop on in, you’ll be very welcome. People who have some Greek but have never tried reading Homer before are doubly welcome.
Please feel free to ask any question in this thread, no matter how basic you think it is, and we will try to help you with an answer.
Check the introductory thread for a description of how the group works.
We’re working from Geoffrey Steadman’s Odyssey Books 6-8, a freely-available pdf with vocabulary and notes
Resources for deeper study are available in the group dropbox folder
We started at Book 6. Here are all the threads so far:
Book 6
Lines 1-23
24-47
48-70
71-92
93-118
119-140
141-161
162-185
186-210
211-238
239-261
262-294
295-331 [end]
Book 7
1-26
27-47
48-77
78-102
103-132
133-157158 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
159 “Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
160 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
161 οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
162 ἀλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
163 εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
164 οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
165 σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
166 δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.”
167 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
168 χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
169 ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
170 υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
171 ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
172 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
173 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
174 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
175 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
176 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
177 αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
178 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
179 “Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
180 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
181 σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.”
182 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
183 νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.