Sections 74-76 from the W source of the Life of Aesop. The story is mostly redacted from the G source, though it is present in the Latin version.
I thought it was a good example of a section with a number of words that were not obvious to me at first, but as the event is “retold” twice over, become obvious from the context.
Try it without a dictionary and see if you get it.
Aesop has just saved his master from the consequences of an unwise bet.
Ἐλθόντος δὲ αὐτοῦ εἰς τὴν οἰκίαν, προσελθὼν αὐτῷ ὁ Αἴσωπος λέγει “ὁ πάντα σου τὸν βίον σώσας ἄξιός εἰμι τυχεῖν ἐλευθερίας.” ὁ δὲ Ξάνθος ὑβρίσας ἐξεδίωξεν αὐτὸν λέγων “τί; ἐγὼ τοῦτο οὐκ ἐνεθυμούμην;” Αἴσωπος δὲ ἀχαριστηθεὶς ἐλυπήθη, καί φησι “μεῖνόν με· ἐγώ σε ἀνταμυνοῦμαι.”
Ἐν μιᾷ οὖν τῶν ἡμερῶν μονωθείς, ἐκδυσάμενος καὶ τὰς χεῖρας ἑαυτοῦ κροτῶν καὶ τινάσσων, ἤρξατο ποιεῖν τὸ ποιμενικὸν καὶ ἄτακτον σχῆμα. ἡ δὲ τοῦ Ξάνθου γυνή, ἐκ τοῦ οἴκου αἴφνης καταλαβοῦσα, φησίν “Αἴσωπε, τί τοῦτο,” ὁ δὲ λέγει “κυρία, εὐεργετοῦμαι καὶ τὴν γαστέρα ὠφελεῖ.” θεασαμένη δὲ ἐκείνη τὸ μῆκος καὶ τὸ πάχος τῆς αἰδοῦς αὐτοῦ ἑάλω, καὶ ἐπιλαθομένη τῆς ἀμορφίας αὐτοῦ εἰς ἔρωτα ἐτρώθη. φωνήσασα δὲ αὐτὸν κατ’ ἰδίαν φησί “νῦν μοι ἐὰν τὰ ἀρεστὰ ποιήσῃς μὴ ἀντιπίπτων, ἔσῃ εὐφραινόμενος πλεῖον τοῦ κυρίου σου.” ὁ δὲ πρὸς αὐτήν· “οἶδας ὅτι <ἐὰν> ὁ δεσπότης μου τοῦτο μάθῃ οὐ μικρὸν ἐπάξιον λυγρὸν ἀνταμείψει.” ἡ δὲ γελάσασα ἔφη “ἐάν μοι δεκάκις συνέλθῃς, στολήν σοι ἱματίων χαρίσομαι.” ὁ δέ φησιν “ὄμοσόν μοι.” ἐκείνη δὲ καπριῶσα ὤμοσεν αὐτῷ. ὁ δὲ Αἴσωπος πιστεύσας, θέλων δὲ καὶ τῷ δεσπότῃ ἀνταμύνασθαι, ἐπετέλει τὸ πάθος ἕως ἐννέα, καί φησι “κυρία, ἄλλο οὐ δύναμαι.” ἡ δὲ πεῖραν λαβοῦσα λέγει “εἰ μὴ τὰ δέκα πληρώσεις οὐδὲν λαμβάνεις.” πολλὰ οὖν κοπιάσας τὸ δέκατον εἰς τὸν μηρὸν ἐτέλεσεν, καί φησι “δός μοι τὰ ἱμάτια, ἐπεὶ ἐγκαλῶ κατὰ σοῦ τῷ δεσπότῃ.” ἔφη δὲ ἡ γυνή “ἐγὼ εἰς τὸν ἐμόν σε ἐμισθωσάμην ἀγρὸν σκάπτειν· σὺ δὲ ὑπερβὰς τὸ μεσότοιχον εἰς τὰ τοῦ γείτονος ἔσκαψας. ἀπόδος οὖν, καὶ λάβε τὴν στολήν.” (76) ὁ δὲ Αἴσωπος ἐλθόντι τῷ Ξάνθῳ προσῆλθε καί φησι “κριθῆναί <με> μετὰ τῆς κυρίας μου ἐπὶ σοί.” ὁ δὲ ἀκούσας, “τί;” φησι. καὶ ὁ Αἴσωπος· “δέσποτα, ἡ κυρία μετ’ ἐμοῦ πορευομένη εἶδε κοκκυμηλέαν κατάκαρπον. θεασαμένη κλάδον ἕνα πλήρη ἐπιθυμήσασα λέγει ‘ἐὰν δυνήσῃ ἑνὶ λίθῳ βαλεῖν μοι δέκα κοκκύμηλα παρέχω σοι στολὴν ἱματίων.’ βαλὼν οὖν ἐγὼ εὐστόχως ἑνὶ λίθῳ ἤνεγκα αὐτῇ δέκα, ἓν δὲ ἐξ αὐτῶν ἔλαχεν εἰς κόπρον ἐμπεσεῖν, καὶ νῦν οὐ θέλει μοι τὴν στολὴν δοῦναι.” ἀκούσασα δ’ ἐκείνη λέγει τῷ ἀνδρί “ὁμολογῶ εἰληφέναι τὰ ἐννέα, τὸ δὲ εἰς τὴν κόπρον οὐ λογίζομαι· βαλλέτω οὖν πάλιν καὶ ἐκτιναξάτω μοι τὸ ἓν κοκκύμηλον, καὶ λαμβανέτω τὰ ἱμάτια.” Αἴσωπος ἔφη “οὐκέτι μου ὁ καρπὸς εὐγονεῖ.” ἔκρινεν οὖν Ξάνθος δοθῆναι τῷ Αἰσώπῳ τὴν στολὴν καί φησι πρὸς αὐτόν “Αἴσωπε, πορευσώμεθα ἕως τῆς ἀγορᾶς, ὅτι νωχλεύω· ἅμα δὲ ἐκτινάξεις μοι τὰ κοκκύμηλα ὅπως καὶ τῇ κυρίᾳ ἐνέγκωμεν.” ἡ δὲ εἶπεν “<οὕτως ποιείτω, κύριε> [μὴ θέλη κύρι ἵνα σὺ βάλλει ἐξ αὐτῶν], ἐγὼ δὲ ὡς ἐκέλευσας δώσω τὰ ἱμάτια.”