From Μελίτωνος Περὶ Πάσχα [2nd cent. AD]

Καὶ οὕτως ὑψοῦ[ται ἐ]πὶ ξύλου καὶ τίτλος πρόσκει[ται]
τὸν πεφονευμένον σημαίνων. Τίς [οὗτ]ος; Τὸ εἰπεῖν βαρὺ
καὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντες
δι’ ὃν ἐτρόμησεν ἡ γῆ·

Ὁ κρεμάσας τὴν γῆν κρέμαται.
Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκ[ται].
Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται.
Ὁ δεσπότης παρύβρισται.
Ὁ θεὸς πεφόνευται.
Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται
ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος.
Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς. Ὁ δεσπότης

παρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆς
ἠξίωται ἵνα μὴ θεαθῇ. Διὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά-
φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ-
λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ-
λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς.

Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος
ἔτρεμεν ἡ γῆ.
Τοῦ λαοῦ μὴ φοβηθέντος
ἐφοβήθησαν οἱ οὐρανοί.
Τοῦ λαοῦ μὴ περιεσχισμένου
περιεσχίσατο ὁ ἄγγελος.
Τοῦ λαοῦ μὴ κωκύσαντος
»ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,
καὶ ὕψιστος ἔδωκεν φωνήν».
Διὰ τοῦτο, ὦ Ἰσραήλ,
ἐπὶ τοῦ κυρίου οὐκ ἐτρό[μης]ας,
ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθ[ης],
[ἐπὶ τ]οῦ κυρίου οὐκ ἐκώκυσας,
ἐπὶ τῶν π[ρωτοτόκων σου ἀ]νεκώκυσας,
<ἐπὶ> τοῦ κρεμαμέν[ου κυρίου οὐ π]εριεσχίσω
ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω·
Ἐγκατέλι[πες τὸν κύριον],
[οὐ]χ εὑρέθης ὑπ’ αὐ[τοῦ].
[Ἠδάφισας τὸν κύριον],
[ἠδαφίσθης χαμαί].
[Καὶ σὺ μ]ὲν [κεῖσαι νεκρός],
[ἐκεῖνος] δὲ ἀνέστη ἐκ ν[εκρῶν]
[καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν] οὐρανῶν.
Κύριος, ἐνδυ[σάμενος τὸν ἄν]θρωπον,
καὶ παθὼν δ[ιὰ τὸν πάσχον]τα,
καὶ δεθεὶς διὰ τὸν κρ[ατούμενον],
καὶ κριθεὶς διὰ τὸν κατά[δικον],
[καὶ] ταφεὶς διὰ τὸν τεθαμμέν[ον],
[ἀνές]τη ἐκ νεκρῶν καὶ ταύτην [ἐβόησεν] τὴν φωνήν
»‘Τίς ὁ κρινόμε[νος πρός] με;
Ἀντιστήτω μοι.’
Ἐγὼ τὸ[ν κατά]δικον ἀπέλυσα.
Ἐγὼ τὸν νεκρ[ὸν] ἐζωοποίησα.
Ἐγὼ τὸν τεθαμμ[ένον] ἀνίστημι.
Τίς ὁ ἀντιλέγων μοι;
Ἐγώ, φησίν, ὁ Χριστός,
ἐγὼ ὁ καταλύσας τὸν θάνατον
καὶ θριαμβεύσας τὸν ἐχθρὸν
καὶ καταπατήσας τὸν ᾅδην
καὶ δήσας τὸν ἰσχυρὸν
καὶ ἀφαρπάσας τὸν ἄνθρωπον
εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν,
ἐγώ, φησίν, ὁ Χριστός.»
»Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν
ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων.
Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις,
ἐγὼ τὸ πάσχα τῆς σωτηρίας,
[ἐγὼ ὁ] ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς,
ἐγὼ τὸ λ[ύτρον] ὑμῶν,
ἐγὼ ἡ ζωὴ ὑμῶν,
ἐγὼ ἡ ἀνάστασις ὑμῶν,
ἐγὼ τὸ φῶς ὑμῶν,
ἐγὼ ἡ σω[τηρία] ὑμῶν,
[ἐγὼ] ὁ βασιλεὺς [ὑμῶν].
Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τ[ὰ ὑψηλὰ] τῶν οὐρανῶν.
Ἐγὼ ὑμῖν δείξω [τὸν] ἀπ’ αἰώνων πατέρα.
Ἐγὼ ὑμᾶς ἀν[αστή]σω διὰ τῆς ἐμῆς δεξιᾶς.»

Οὗτός ἐς[τιν ὁ ποιήσας] τὸν οὐρανὸν καὶ τὴν γῆν,
καὶ π[λάσας] ἐν ἀρχῇ τὸν ἄνθρωπον,
ὁ διὰ νόμου [καὶ προ]φητῶν κηρυσσόμενος,
ὁ [ἐν παρθέ]νῳ σαρκωθείς,
ὁ ἐπὶ ξύλ[ῳ κρεμασθείς],
ὁ εἰς γῆν ταφείς,
ὁ ἐκ ν[εκρῶν ἀναστα]θείς,
καὶ ἀνελθὼν εἰς [τὰ ὑψηλὰ τῶν οὐρανῶν],
[ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός],
[ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι <καὶ> σῴζειν]
[δι’ οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ’ ἀρχῆς μέχρι αἰώνων].
[Οὗτός ἐστιν «τὸ <Α> καὶ τὸ <Ω>]«.
[Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος]«,
[ - ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον] - .
[«Οὗτός ἐστιν ὁ Χριστός].»
[Οὗτός ἐστιν ὁ βασιλεύς].
[Οὗτός ἐστιν Ἰησοῦς],
[οὗτος <ὁ> στρατηγός],
[οὗτος ὁ κύριος],
[οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν],
[οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός].
[Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται],
[«ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν]».

[Μελίτωνος Περὶ Πάσχα]
[Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ]-
[γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας].