Below is a marked text of the first 100 lines of the Iliad. There are some very minor errors that I am still working out (noted below). Along with the text is a recording, which is also a bit of a rough draft.
Line 57: ἐφῑεὶϲ should have a lower macron to indicate an extended short, not an upper macron. This is already fixed in the latest version. (Yes, I know what Autenrieth says, and will explain more fully if anyone asks.)
Line 97: There should be an undertie beneath the first two characters of πρὶν to indicate that they are pronounced as one consonant. This is a problem with Textkit / or the Chrome browser. It looks fine in my text editor.
I haven’t gone through and policed -α and -ας before double consonants and line end yet, as vowel length for that will have to be done manually.
This is only a sample. I have a similar text of the entire Iliad / Odyssey. If you notice any errors, or have suggestions, they would be appreciated. Also, I may be in a position to give some detailed statistical information about any particular question of Homeric meter that you might have.
https://www.youtube.com/watch?v=qvcgyWXoDUI
A1 μῆνιν ἄειδε θεᾱ̀ Πηληϊάδε̥ω Ἀχιλῆοϲ
A2 οὐλομένην ἣ μῡρί Ἀχαιοῖϲ ἄλγε ἔθηκε
A3 πολλᾱ̀ϲ δ’ ἰφθῑ́μουϲ ψῡχᾱ̀ϲ Ἄϊδι προΐαψεν
A4 ἡρώων αὐτοὺϲ δὲ ἑλώρια τεῦχε κύνεϲϲιν
A5 οἰωνοῖϲί τε πᾶϲι Διὸϲ δ’ ἐτελείετο βουλή
A6 ἐξ οὗ δὴ τὰ πρῶτα διαϲτήτην ἐρίϲαντε
A7 Ἀτρεΐδηϲ τε ἄναξ ἀνδρῶν καὶ δῖοϲ Ἀχιλλεύϲ
A8 τίϲ τ’ ἄρ ϲφωε θεῶν ἔριδι ξυνέηκε μάχεϲθαι
A9 Λητοῦϲ καὶ Διὸϲ υἱόϲ ὃ γὰρ βαϲιλῆϊ χολωθεὶϲ
A10 νοῦϲον ἀνὰ ϲτρατὸν ὄρϲε κακήν ὀλέκοντο δὲ λᾱοί
A11 οὕνεκα τὸν Χρῡ́ϲην ἠτῑ́μαϲεν ᾱ̓ρητῆρα
A12 Ἀτρεΐδηϲ ὃ γὰρ ἦλθε θοᾱ̀ϲ ἐπὶ νῆαϲ Ἀχαιῶν
A13 λῡϲόμενόϲ τε θύγατρα φέρων τ’ ἀπερείϲι ἄποινα
A14 ϲτέμματ’ ἔχων ἐν χερϲὶν ἑκηβόλου‿Ἀ̱πόλλωνοϲ
A15 χρῡϲέ̥ῳ‿ἀνὰ ϲκήπτρῳ καὶ λίϲϲετο πάνταϲ Ἀχαιούϲ
A16 Ἀτρεΐδᾱ δὲ μάλιϲτα δύω κοϲμήτορε λᾱῶν
A17 Ἀτρεΐδαι τε καὶ‿ἄλλοι‿ἐϋκνήμῑδεϲ Ἀχαιοί
A18 ῡ̔μῖν μὲν θε̥οὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντεϲ
A19 ἐκπέρϲαι Πριάμοιο πόλι̱ν εὖ δ’ οἴκαδ’ ἱκέϲθαι
A20 παῖδα δ’ ἐμοὶ λῡ́ϲαιτε φίλην τὰ δ’ ἄποινα δέχεϲθαι
A21 ἁζόμενοι Διὸϲ υἱὸν ἑκηβόλον Ἀ̱πόλλωνα
A22 ἔνθ’ ἄλλοι μὲν πάντεϲ ἐπευφήμηϲαν Ἀχαιοὶ
A23 αἰδεῖϲθαί θ’ ἱερῆα καὶ‿ἀγλαὰ δέχθαι‿ἄποινα
A24 ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θῡμῷ
A25 ἀλλὰ κακῶϲ ἀφίει κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε
A26 μή ϲε γέρον κοίλῃϲιν ἐγὼ παρὰ νηυϲὶ κιχείω
A27 ἢ νῦν δηθῡ́νοντ’ ἢ ὕϲτερον αὖτιϲ ἰόντα
A28 μή νύ τοι‿οὐ χραίϲμῃ ϲκῆπτρον καὶ ϲτέμμα θεοῖο
A29 τὴν δ’ ἐγὼ‿οὐ λῡ́ϲω πρίν μιν καὶ γῆραϲ ἔπειϲιν
A30 ἡμετέρῳ ἐνὶ οἴκῳ‿ἐν Ἄργεϊ τηλόθι πάτρηϲ
A31 ἱϲτὸν ἐποιχομένην καὶ‿ἐμὸν λέχοϲ ἀντιόωϲαν
A32 ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε ϲαώτεροϲ ὥϲ κε νέηαι
A33 ὣϲ ἔφατ’ ἔ̱δειϲεν δ’ ὃ γέρων καὶ‿ἐπείθετο μῡ́θῳ
A34 βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίϲβοιο θαλάϲϲηϲ
A35 πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὃ γεραιὸϲ
A36 Ἀ̱πόλλωνι ἄνακτι τὸν ἠΰκομοϲ τέκε Λητώ
A37 κλῦθί μευ‿ἀργυρότοξ’ ὃϲ Χρῡ́ϲην ἀμφιβέβηκαϲ
A38 Κίλλᾱ́ν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάϲϲειϲ
A39 Ϲμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα
A40 ἢ εἰ δή ποτέ τοι κατὰ πῑ́ονα μηρί ἔκηα
A41 ταύρων ἠδ’ αἰγῶν τὸ δέ μοι κρήηνον ἐέλδωρ
A42 τῑ́ϲειαν Δαναοὶ ἐμὰ δάκρυα ϲοῖϲι βέλεϲϲιν
A43 ὣϲ ἔφατ’ εὐχόμενοϲ τοῦ δ’ ἔκλυε Φοῖβοϲ Ἀπόλλων
A44 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενοϲ κῆρ
A45 τόξ’ ὤμοιϲιν ἔχων ἀμφηρεφέᾱ τε φαρέτρην
A46 ἔκλαγξαν δ’ ἄρ’ ὀϊϲτοὶ‿ἐπ’ ὤμων χωομένοιο
A47 αὐτοῦ κῑνηθέντοϲ ὃ δ’ ἤϊε νυκτὶ ἐοικώϲ
A48 ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν μετὰ δ’ ῑ̓ὸν ἕηκε
A49 δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο
A50 οὐρῆαϲ μὲν πρῶτον ἐπῴχετο καὶ κύναϲ ἀργούϲ
A51 αὐτὰρ ἔπειτ’ αὐτοῖϲι βέλο̱ϲ ἐχεπευκὲϲ ἐφῑεὶϲ
A52 βάλλ’ αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί
A53 ἐννῆμαρ μὲν ἀνὰ ϲτρατὸν ᾤχετο κῆλα θεοῖο
A54 τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέϲϲατο λᾱὸν Ἀχιλλεύϲ
A55 τῷ γὰρ ἐπὶ φρεϲὶ θῆκε θεᾱ̀ λευκώλενοϲ Ἥρη
A56 κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήϲκονταϲ ὁρᾶτο
A57 οἳ δ’ ἐπεὶ‿οὖν ἤγερθεν ὁμηγερέεϲ τε γένοντο
A58 τοῖϲι δ’ ἀνιϲτάμενοϲ μετέφη πόδαϲ ὠκὺϲ Ἀχιλλεύϲ
A59 Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθένταϲ ὀῑ́ω
A60 ἂψ ἀπονοϲτήϲειν εἴ κεν θάνατόν γε φύγοιμεν
A61 εἰ δὴ‿ὁμοῦ πόλεμόϲ τε δαμᾷ καὶ λοιμὸϲ Ἀχαιούϲ
A62 ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
A63 ἢ καὶ‿ὀνειροπόλον καὶ γάρ τ’ ὄναρ ἐκ Διόϲ ἐϲτιν
A64 ὅϲ κ’ εἴποι ὅ τι τόϲϲον ἐχώϲατο Φοῖβοϲ Ἀπόλλων
A65 εἴτ’ ἄρ’ ὅ γ’ εὐχωλῆϲ ἐπιμέμφεται‿ἠδ’ ἑκατόμβηϲ
A66 αἴ κέν πωϲ ἀρνῶν κνῑ́ϲηϲ αἰγῶν τε τελείων
A67 βούλεται‿ἀντιάϲᾱϲ ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι
A68 ἤτοι‿ὅ γ’ ὣϲ εἰπὼν κατ’ ἄρ’ ἕζετο τοῖϲι δ’ ἀνέϲτη
A69 Κάλχᾱϲ Θεϲτορίδηϲ οἰωνοπόλων ὄχ’ ἄριϲτοϲ
A70 ὃ̱ϲ ᾔδη τά τ’ ἐόντα τά τ’ ἐϲϲόμενα πρό τ’ ἐόντα
A71 καὶ νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν Ἴ̄λιον εἴϲω
A72 ἣν διὰ μαντοϲύνην τήν οἱ πόρε Φοῖβοϲ Ἀπόλλων
A73 ὅ ϲφι̱ν ἐὺ φρονέων ἀγορήϲατο καὶ μετέειπεν
A74 ὦ Ἀχιλεῦ κέλεαί με Διῑ̀ φίλε μῡθήϲαϲθαι
A75 μῆνιν Ἀπόλλωνο̱ϲ ἑκατηβελέτᾱο ἄνακτοϲ
A76 τοὶ γὰρ ἐγὼν ἐρέω ϲὺ δὲ ϲύνθεο καί μοι‿ὄμοϲϲον
A77 ἦ μέν μοι πρόφρων ἔπεϲιν καὶ χερϲὶν ἀρήξειν
A78 ἦ γὰρ ὀῑ́ομαι‿ἄνδρα χολωϲέμεν ὃϲ μέγα πάντων
A79 Ἀργείων κρατέει καί οἱ πείθονται‿Ἀχαιοί
A80 κρείϲϲων γὰρ βαϲιλεὺϲ ὅτε χώϲεται‿ἀνδρὶ χέρηϊ
A81 εἴ περ γάρ τε χόλον γε καὶ‿αὐτῆμαρ καταπέψῃ
A82 ἀλλά τε καὶ μετόπιϲθεν ἔχει κότον ὄφρα τελέϲϲῃ
A83 ἐν ϲτήθεϲϲιν ἑοῖϲι ϲὺ δὲ φράϲαι‿εἴ με ϲαώϲειϲ
A84 τὸν δ’ ἀπαμειβόμενοϲ προϲέφη πόδαϲ ὠκὺϲ Ἀχιλλεύϲ
A85 θαρϲήϲᾱϲ μάλα εἰπὲ θεοπρόπιο̱ν ὅ τι οἶϲθα
A86 οὐ μὰ γὰρ Ἀ̱πόλλωνα Διῑ̀ φίλον ᾧ τε ϲὺ Κάλχᾱν
A87 εὐχόμενοϲ Δαναοῖϲι θεοπροπίᾱϲ ἀναφαίνειϲ
A88 οὔ τιϲ ἐμεῦ ζῶντοϲ καὶ‿ἐπὶ χθονὶ δερκομένοιο
A89 ϲοὶ κοίλῃϲ παρὰ νηυϲί βαρείᾱϲ χεῖραϲ ἐποίϲει
A90 ϲυμπάντων Δαναῶν οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃϲ
A91 ὃϲ νῦν πολλὸν ἄριϲτοϲ Ἀχαιῶν εὔχεται‿εἶναι
A92 καὶ τότε δὴ θάρϲηϲε καὶ‿ηὔδᾱ μάντιϲ ἀμῡ́μων
A93 οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆϲ ἐπιμέμφεται‿οὐδ’ ἑκατόμβηϲ
A94 ἀλλ’ ἕνεκ’ ᾱ̓ρητῆροϲ ὃν ἠτῑ́μηϲ’ Ἀγαμέμνων
A95 οὐδ’ ἀπέλῡϲε θύγατρα καὶ‿οὐκ ἀπεδέξατ’ ἄποινα
A96 τοὔνεκ’ ἄρ’ ἄλγε ἔδωκεν ἑκηβόλοϲ ἠδ’ ἔτι δώϲει
A97 οὐδ’ ὅ γε π͜ρὶν Δαναοῖϲιν ἀεικέα λοιγὸν ἀπώϲει
A98 πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
A99 ἀπριάτην ἀνάποινον ἄγειν θ’ ἱερὴν ἑκατόμβην
A100 ἐϲ Χρῡ́ϲην τότε κέν μιν ἱλαϲϲάμενοι πεπίθοιμεν