In Italiam volaturus opto omnibus vobis felicem Christi diem natalem!
Πτησόμενος εἰς τὴν Ἰταλίαν εὔχομαι πᾶσιν ὑμῖν καλὴν γέννησιν τοῦ Χριστοῦ.
In Italiam volaturus opto omnibus vobis felicem Christi diem natalem!
Πτησόμενος εἰς τὴν Ἰταλίαν εὔχομαι πᾶσιν ὑμῖν καλὴν γέννησιν τοῦ Χριστοῦ.
εὔχομαί σοι καλὴν γέννησιν τοῦ Χριστοῦ. Καλλικαντζάροις φυλᾶττε! ἀλλὰ δήπου οὐκ εἶναι οἱ Καλλικαντζάροι ἐν τῇ Ἰταλίᾳ.
Χαίρε, ὦ Ἰωήλ. Οὐ δ’ οἶδα ἀκριβῶς περὶ τῶν δαιμονίων ἐκείνων. Ἐν τῇ γὰρ Ἰταλίᾳ εἰσὶ μὲν πολλοὶ μῦθοι περὶ τῶν δαιμονίων, οὐδὲποτε δὲ ἤκουσα περὶ τῶν τὴν τοῦ Χριστοῦ γέννησιν μισούντων. Νῦν δὲ ἐν τῷ μεγίστῳ τῆς Λονδίνης ἀερολιμένι εἰμί, προσδοκῶν τὴν πρὸς Βονωνίαν πτῆσιν τὴν ἑκάστην. Οὐ γὰρ οἷός τε ἦν λαβεῖν τὴν πτῆσιν τὴν προτέραν. Μακρὰ δὴ ἡ ἡμέρα μου.
Χαῖρε, ὦ Ἰωήλ, χαίρετε, ὦ οἱ ἄλλοι φίλοι. Ἐπανεληλυθὼς δὲ εἰς τὴν Καλιφορνίαν, ἀποκρίνομαί σοι. Οὐ γὰρ εὕρον οὐδένα μῦθον περὶ τοὺς Καλλικαντζάρους. Ὅπου μὲν οἱ γονεῖς μου οἰκοῦσιν, ἐν τῷ τοῦ Πάδου ἢ Ἠριδανοῦ ποταμοῦ πεδίῳ, ἐνταῦθα τις πάντως οὐδένα μῦθον περὶ οὐδένα δαιμόνια οὐχ εὑρίσκει. Ἐπὶ δὲ τοῖς ὄρεσίν τε καὶ ἐγγὺς τῶν ὑλῶν οἱ ἄνθρωποι ἔτι μέμνηνται τῶν δαιμονίων. Ἀσμένως δὲ αὖ ἑλληνίσω σοι, εἀν θέλῃς.
Ἔρρωσο