John 3:16: οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
Nonnus of Panopolis’ paraphrase of John 3:16: οὕτω γὰρ πολύμορφον ἐφίλατο κόμον ἀλήτην ὑψιμέδων σκηπτοῦχος, ὅτι χραισμήτορα φωτῶν μουνογενῆ λόγον υἷα πόρεν τετράζυγι κόσμῳ, ὄφρα μιν ὃς δέξοιτο μετάτροπον ἦθος ἀμείψας, πίστιν ἐς ἀστυφέλικτον ἑκούσιον αὐχένα κάμπτων, ζωῆς οὐρανίης αἰώνιον εἰς χορὸν ἔλθῃ, ναίων ἄφθιτον οἶκον ἐν εὐδένδρῳ παραδείῳ.
1. ὁ Θεὸς ἠγάπησε τὸν κόσμον. ἔδωκεν γὰρ τὸν υἱὸν τὸν αὐτοῦ μονογενῆ. πᾶς οὖν ὁ πιστεύων εἰς αὐτὸν οὐκ ἀπολέσει, ἀλλ’ ἕξει ζωὴν αἰώνιον.
-
μάλιστα ἡμᾶς ἐφίλησεν ὁ πατήρ, τὸν παῖδα τὸν ἀγαπητὸν πέμψας, ὅπως πιστεύοντες ἐν αὐτῷ, εἰς τοὺς αἰώνας ζῶμεν.
-
τοὺς ἀνθρώπους γὰρ ἀγαπήσας, προσήνεγκεν ὁ Κύριος τὸν Ἰησοῦν, χαριζάμενος ζωὴν τοῖς πιστεύουσι.
-
ἡ γὰρ τοῦ Θεοῦ ἀγάπη σῴζει ἡμᾶς ἐκ θανάτου διὰ τοῦ δώρου τοῦ Ἰησοῦ, εἴπερ αὐτῷ πιστεύωμεν.
-
τεθανάτωται δὴ ὁ θάνατος διὰ τοῦ θανάτου Ἰησοῦ τοῦ δοθέντος ὑπὸ θεοῦ τοῦ ἀγαπῶντος τοὺς ἁμαρτώλους.
-
ἐδόθη δὴ ὁ τοῦ θεοῦ υἰὸς ἐν ἀγάπῃ τῷ κόσμῳ. ἐὰν οὖν πιστεύῃ τις ἐπὶ αὐτῳ, σωθήσεται οὗτος.
-
δῶρον ἐκ θεοῦ ἐστιν ὁ Ἰησοῦς. τὸν γὰρ κόσμον ἀγαπᾷ ὁ θεός. πίστις οὖν νῦν θάνατον λύει.
-
οὐράνιος ζωή ἔστιν τοῖς ἔχουσι πίστιν ἐν τὸν υἱὸν ὃν ὁ φιλανθρωπεύων πατὴρ παρέδωκε.
-
ἴδε ποταπὴν ἀγάπην ὁ πατὴρ ἔδωκε τῷ κόσμῳ, ἵνα σύ, πιστεύσας εἰς τὸν υἱὸν, σωτηρίαν ἔχῃς.