Ἀττικιστὶ φιλοσοφεῖν σήμερον 2026 ἐν τῷ κήπῳ τῶν μουσῶν

ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2026 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ ΑΓΩΝ KAI ΕΡΓΟΝ ΚΑΛΟΝ K ́ΑΓΑΘΟΝ TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!

Ἀττικιστὶ διαλέγεσθαι - τριάκοντα καί τέσσαρα - ἐν τῷ κήπῳ τῶν Μουσῶν – 12.07-26.07

Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ. Τοῦδε δὲ τοῦ ἔτους ἡ διδασκαλία γενήσεται ἐν τῷ κήπῳ.Κάλλιστοι οὖν ἔσονται οἱ διάλογοι πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀξιώτατα τῶν ἀρχαίων ἐξηγούμενοι αὐτὰ κατὰ τὸ ἔθος τῶν φιλολόγων καὶ φιλοσοφούμενοι περὶ τῶν νοημάτων αὐτῶν.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ. Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ

Herrn Florian Feicht
Schützenstraße 14 - 12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Tel.: 0049 170-5835320

ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: τριακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ. πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος

Andreas Drekis
Tel 0030 26910 72488 oder
0030 6972263356 WhatsApp
E-mail: info@idyllion.eu