Ἐγὼ μὲν ἤδη ἀκούω τῆς παλαιᾶς Γερμανικῆς ᾠδῆς «Παλεστίναλιδ», ἥ ἑλληνιστῖ «Ἡ τῆς Παλαστίνας ᾠδή» ὀνομάζοιτο ἄν, κἀμοὶ ἐκχεῖ τὸ πνεῦμα τοῦ συγγράφειν, ἵνα συγγράφω τὰ πάντα τὰ εἰς τὴν ψύχην τὴν ἐμὴν ἴοι ἄν. ἡ δὲ ᾠδὴ διηγῇ περὶ τὰς σταυροφορίας τῶν Χριστιάνων ἐν τοῖς Μεσαιῶσι, αἵτινες πόλεμοι ἦσαν κατὰ τοὺς Μουσλίμους τοὺς ἐν τῇ γῇ τῇ Παλαστίνῃ τότε ἐνοικοῦντας.

Ὁ τῆς ᾠδῆς ποιητής, ὁ Βάλτερ Φὸν Δὲρ Φόγελβαλδ
(Ἡ δὲ ᾠδὴ ἐνθάδε ἀκούεσθαι δύναται: https://www.youtube.com/watch?v=J_zjgZJOFl4)
Αἱ σταυροφορίαι ἤρχοντο ὅτε ὁ πάπα Οὐρβάνος ὁ δεύτερος, παρακαλεσαμένου αὐτοῦ τοῦ τῶν Ῥωμαίων αὐτοκράτωρος Ἀλέξιου ὁ πρῶτος εἰς τὸ μάχεσθαι τοῖς Tουρκοῖς οἷς τῇ αὐτοῦ γῇ ἐφέστησαν, λόγον ἐποίησεν ἐν τῇ πόλει τῇ Κλερμώνι ὡς τοὺς Χριστιάνους χρῴη τοῖς Μουσλίμοις πολεμεῖν, τήν τε ἱερὴν πόλιν Ἱεροσόλυμαν ἀναιρεῖν ὅπως αὖθις δυναστῶσι οἱ Χριστιάνοι ὁδοιπόροι τοὺς τῶν πόνων τοῦ Χριστοῦ τόπους ἀσφαλῶς ἐπισκοπεῖν.

Ὁ Οὐρβάνος ἐπὶ τῇ Κλερμώνι
Οἱ δὲ ἱππεὶς τῆς Εὐρώπης καὶ οἱ ταπείνοι ἅμα τὴν ἀγγέλιαν ἡδέως ἐπεδέξαντο, σταύρους δὲ ἐπὶ τοῖς αὐτῶν στήθεσι ῥάπτειν ἤρχοντο, παρασκεύομενοι ἑαυτοὺς εἰς τὸν μέγαν πόλεμον ὑπὲρ τῆς ἅγιας γῆς καὶ τῆς τῶν αὐτῶν ψύχων καθάρσεως .
Ἱππεὶς καὶ γυνὴ ὑπὲρ τῆς σταυροφορίας τὴν πατρίαν λιπόντες
Πρώτος μὲν στράτον ἡγεῖτο εἰς πόλεμον Πέτρος ὁ «Ἐρῆμος» καλούμενος, ὁ δὲ αὐτοῦ στράτος ἐκ τῶν πτώχων καὶ τῶν ἄδολων γεωργῶν, τῶν παίδών τε γυναικῶν συνέστησεν. Διὸ καὶ τοὺς Οὑνγαροὺς ἥρπαξαν καὶ τοὺς ἐν τῇ Κωνσταντινούπολῃ Ῥωμαίους ὕβρισαν, οὐδμίαν βοηθείαν ἑαυτοῖς εὗρον, καὶ ταχὺ τοῖς Τούρκοις ἐσφάλθησαν. Αὕτη ἡ ἄκαρπος σταυροφορία, διὰ τὸ μηδὲν αὐτῇ ὑπαρχεῖν οὔτε ἱππεὶς οὔτε γεγυμνσαμένοι στρατιώται, «ἡ τῶν χωρίτων σταυροφορία» ὀνομάζεται.

Ὁ Πέτρος, τοῖς Ῥωμαίοις διαφωνῶν
Τὴν δὲ πρώτην σταυροφορίαν, τὴν μόνην αὐτῶν ἥ παντελῶς εὐτυχὴς ἦν, ἥγοντο ὁ Γοδέφροι τῆς Βολόνιας καὶ ὁ ἀδελφὸς αὐτοῦ Βάλδεουιν, Ῥοβέρτος ὁ τῆς Φλανδέριας στρατηγὸς, ὁ Βοέμονδ τοῦ Τάραντος, καὶ ὁ Τάνκρεδ τοῦ Αὐτέβιλ, καὶ δὴ καὶ Ῥοβέρτος τῆς Νορμανδίας, ὁ τοῦ τῶν Ἀγγλῶν βασιλέως Οὐιλιάμου τοῦ δευτέρου ἀδελφός.
Οἱ στρατηγοὶ, ὅτε πρὸς τὴν Παλαστίναν ἐπήρχοντο, πολιουρκίαν μηνὸς καὶ ἡμιμηνὸς ἐποίησαν πρὸς τὴν Ἱεροσόλυμαν. Τὸ μὲν καῦμα τοῦ θέρου σφᾶς κτείεν ἔμελλε, οἱ δὲ πολέμιοι ἰσχυρῶς αὐτοῖς ἀνθίστασαν .

Ὀ Γόδεφροι, τὸ τῆς σταυροφορίας σημεῖον κρατῶν ἐπὶ τῇ Ἱεροσόλυμᾳ
Ὕστερον δὲ, οἱ σταυροφόροι τῇ ῥώμῃ καὶ ἵσως τῇ εὐχῇ τὴν πόλιν τὴν ἅγιαν ἀνεῖλον, τούς τε οἰκοῦντας διέφθειραν, ἐν οἷς ἦσαν καὶ Ἰουδαίοι καὶ Μουσλίμοι. Μετὰ τὴν πολιουρκίαν, ἐπέστησαν οἱ Χριστιάνοι τρεῖς ἀρχὰς ἐν τῇ ἀναιρεθείσῃ γῇ, ἐν αἷς δύο ἦσαν βασιλεῖαι, ἡ τῆς Ἱεροσόλυμας καὶ ἡ τῆς Ἀντιόχειας, καὶ μία στρατηγία, ἡ τῆς Ἔδεσας.

Τὸ τῆς βασιλείας τῆς Ἱεροσόλυμας σημεῖον