Μῦθοι Αἰσώπειοι

Μῦθοι Αἰσώπειοι· σλ’, σλα’, σλβ’

Λύκος <κεκορεσμένος> καὶ πρόβατον

Λύκος τις πολὺ ἐδηδὼς, λαβὼν ἄρνα χαμαὶ κείμενον, ἔφη αὐτῷ· ἐὰν τρία ἀληθῆ εἴπῃς, ἀπολύσω σε. Ὁ δὲ οἶς ἀπεκρίνατο λέγων ὅτι οὐ βουλόμενος ἀπαντῆσαι αὐτῷ καὶ ἁμάρτοι καὶ εὔχοιτο θάνατον πᾶσιν τοῖς λύκοις. Ὁ οὖν λύκος ἠλευθέρωσεν αὐτόν.

Ἀνάγνωσις τοῦ σλ’ μύθου

Λύκος <τετρωμένος> καὶ πρόβατον

Λύκος τις διωχθεὶς καὶ διψῶν ἐδεήθη προβάτου παρατυχόντος ὕδωρ ἐκ τοῦ ῥοῦ ἐνεγκεῖν. Αὐτὸν γὰρ τὴν τροφὴν εὑρήσεσθαι. Τὸ δὲ πρόβατον συνῆκεν αὐτὸ τροφὴ τῷ λύκῳ γενησόμενον ἐὰν τὸ αἰτούμενον ποιήσῃ.

Ἀνάγνωσις τοῦ σλα’ μύθου

Λύχνος

Λύχνος τις ὑπερήφανος ὢν ἐνόμιζε λαμπρότερος τοῦ ἡλίου εἶναι. Σβεσθέντος δὲ τῷ ἰσχυρῷ ἀνέμῳ αὐτοῦ, πάλιν τις ἁψάμενος ἐμέμφθη αὐτὸν λέγων δεῖν αὐτὸν σιγᾶν. Οἱ γὰρ ἀστέρες οὔποτε σβέννυνται.

Ἀνάγνωσις τοῦ σλβ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σλγ’, σλδ’, σλε’

Μάντις

Μάντις τις προεφήτευεν ἐν τῇ ἀγορᾷ. Ἀκούσας δὲ ὅτι κλέπται πάντα τὰ αὐτοῦ κλέψαιεν, οἴκαδε ἔδραμεν. Οὗτος ὁ προφήτης, ἔφη τις, οὐ δυνάμενος περὶ ἑαυτοῦ μαντεύεσθαι πῶς ἂν περὶ ἄλλων προόρῳ;

Ἀνάγνωσις τοῦ σλγ’ μύθου

Μέλισσαι καὶ Ζεύς

Αἱ μέλιτται ὀργισθεῖσαι ὅτι οἱ ἄνθρωποι τὸ μέλι ἀπ’ αὐτῶν ἀπολαμβάνοιεν προσελθοῦσαι πρὸς τὸν Δία ἐδεήθησαν αὐτοῦ τρόπον τινὰ ἵνα ἀμύνοισθε αὐτούς. Ὁ δὲ Ζεὺς τοὺς ἀνθρώπους φιλῶν ἔδωκε μὲν αὐταῖς τὸ κέντρον εἴασε δὲ αὐτὰς μόνον ἅπαξ χρῆσθαι αὐτῷ.

Ἀνάγνωσις τοῦ σλδ’ μύθου

Μελισσουργός

Μελισσέως τινὸς ἀπόντος, κλέπτης ἔκλεψε τό τε μέλι καὶ τὰ κηρία. Ὁ δ’ ἐπανελθὼν καὶ ἐπισκοπήσας ὑπὸ τῶν μελιττῶν ἐπαίσθη. Διὰ τοῦτο ἐμέμψατο τὰ ζῷα.

Ἀνάγνωσις τοῦ σλε’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σλϛ’, σλζ’, σλη’

Μηναγύρται

Ἱερεῖς τινες τῆς Ῥέας πολὺν χρόνον ἐχρῶντο ὄνῳ ὡς τὰ σκεύη βαστάζοντι. Τοῦ δὲ ὄνου τελευτήσαντος τὸν βίον, ἐκεῖνοι ἐποιήσαντο τύμπανα ἐκ τοῦ δέρματος αὐτοῦ. Τουντεῦθεν οὖν ὁ ὄνος καὶ μείζονας πληγὰς ἐλάμβανεν. Τοῦτο γὰρ αὐτοὶ ἄλλοις ἱερεῦσιν περὶ τοῦ ὄνου ἐρομένοις εἶπον.

Ἀνάγνωσις τοῦ σλϛ’ μύθου

Μύες καὶ γαλαῖ

Οἱ μύες καὶ αἱ γαλαὶ ἐμάχοντο πρὸς ἀλλήλους. Ἐπειδὴ οἱ μύες ἀεὶ ἡσσῶντο, εἵλοντο στρατηγοὺς ἐξ ἑαυτῶν. Οἱ οὖν κέρατα ἐπὶ τῇ κεφαλῇ θήσαντες ἤγαγον τοὺς μύας πρὸς τὴν μάχην. Πάλιν δὲ ἡσσηθέντων τῶν μύων, οἱ μὲν στρατιῶται εἰς τὰς ὀπὰς φυγόντες ἐσώθησαν, οἱ δὲ στρατηγοί, τῶν κεράτων αὐτοὺς εἰσιέναι κωλυόντων, ἀπέθανον ὑπὸ τῶν γαλῶν.

Ἀνάγνωσις τοῦ σλζ’ μύθου

Μυῖα

Μυῖά τις ἐμπεσοῦσα εἰς χύτραν πλήρη κρέως εὐδαίμων ἦν ἐκεὶ ἐν τοσούτῳ σίτῳ ἀποθανουμένη.

Ἀνάγνωσις τοῦ σλη’ μύθου

Ἡ βίβλος



ὑπὲρ ταύτης τῆς παραφράσεως χάριν σοι οἶδα.

μην-αγύρτης, ου, ὁ – ἱερεὺς τῆς Μήνης ἤτοι τῆς Κυβέλης… (Λ.Σ.Κ.)

τετελεύτηκε μὲν ὁ ὄνος, ἔτι πάσχει δέ.

δηλοῖ ὁ μῦθος ὅτι ἔτι κακὰ πολλὰ πάσχουσι μετὰ θάνατον οἱ ἄδικοι οἱ χωρὶς Χριστοῦ.

ὁ λόγος παραπεφρασμένος:

δηλοῖ ὁ μῦθος ὅτι ὁ Ῥοβέρτο τε καὶ ὁ Μᾶρκος, τὴν τοῦ Χριστοῦ σάρκα τραγόντες, καὶ τὸ αἶμα αὐτοῦ πιόντες, καὶ λουθέντες ἐν τούτῳ τῷ αἵματι, τοῦ θανάτου καταφρονοῦσι.

Καλῶς ἔγραψας. ὦ φίλε. Δεῖ γὰρ ἡμᾶς μόνον τὸν τῆς ψυχῆς θάνατον φοβεῖσθαι, μηδὲ τὸν τοῦ σώματος.

Μῦθοι Αἰσώπειοι· σλθ’, σμ’, σμα’

Μυῖαι

Ἐπειδὴ σκεῦος μέλιτος ἐξεχύθη, πολλαὶ μυῖαι συνῆλθον εἰς τὸ μέλι τοῦ φαγεῖν αὐτό. Ἐπεῖτα δέ, οὐ δυνάμεναι ἀποπέτεσθαι, ἐμέμφθησαν ἑαυτὰς ὡς ἀκρατεῖς στόμα οὖσαι.

Ἀνάγνωσις τοῦ σλθ’ μύθου

Μύρμηξ

Γεωργός τις πολὺ ἐπόνει ἐν τοῖς ἀγροῖς οὐ μόνον τοὺς ἑαυτοῦ καρποὺς συλλέγων ἀλλὰ καὶ τοὺς τῶν γειτόνων. Διὸ ὁ Ζεὺς ὀργισθεὶς περὶ τῆς ἀδικίας αὐτοῦ μετήλλαξεν αὐτὸν εἰς μύρμηκα. Καὶ δὲ σῆμερον ὁ μύρμηξ τὸ αὐτὸ ποιεῖ.

Ἀνάγνωσις τοῦ σμ’ μύθου

Μύρμηξ καὶ κάνθαρος

Διὰ τοῦ θέρους ὁ μὲν μύρμηξ ἐπόνει συλλέγων κρίθας καὶ πυρούς, ὁ δὲ κάνθαρος ἡσυχάζων κατεφρόνει αὐτόν. Χειμῶνος δὲ γενομένου, ἡ τοῦ κανθάρου κόπρος διελύθη τῷ ὑετῷ. Ὁ οὖν κάνθαρος πεινῶν πρὸς τὸν κανθάρον ἐλθὼν παρῃτήσατο αὐτὸν σῖτον. Ὁ δὲ μύρμηξ ἀπεκρίνατο λέγων ὅτι ἔδει αὐτὸν ἐν τῷ θέρει πονῆσαι ἵνα τροφὴν ἔχοι διὰ τοῦ χειμῶνος.

Ἀνάγνωσις τοῦ σμα’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σμβ’, σμγ’, σμδ’

Μύρμηξ καὶ περιστερά

Μύρμηξ τις πιεῖν ἐκ κρήνης βουλόμενος, πεσὼν ἔμελλεν ἀποπνίγεσθαι. Περιστερὰ δέ ἰδοῦσα ἔβαλε πρὸς αὐτὸν καρφὸς ἵνα ὁ μύρμηξ ἐπ’ αὐτῷ σωθείη. Τοῦτο μὲν τότε ἐγένετο, ἐπεῖτα δὲ ὁ μύρμηξ ἀπέδωκε τῇ περιστερᾷ. Ὁ γὰρ δακὼν τὸν πόδα ἰξευτοῦ τινος πειρησαμένου λαβεῖν τὴν περιστεράν, ἠλευθέρωσεν αὐτήν.

Ἀνάγνωσις τοῦ σμβ’ μύθου

Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός

Μῦς τις ἐν τῷ ἄστει οἰκῶν προσελθὼν παρὰ μῦν ἐν τῇ ἀρούρᾳ ἐκεῖ διέτριβεν. Καὶ τῆς τροφῆς φαύλης οὔσης, ὁ ἐκ τῆς πόλεως παρῄνεσε τῷ ἐκ τῶν ἀγρῶν ἰέναι εἰς τὸ ἄστυ μετ’ αὐτοῦ. Ὁ γὰρ σῖτος ἐν τῇ πόλει πολὺς καὶ ἡδύς ἐστιν. Ἐκεῖ μέντοι εἰσὶ καὶ πολλοὶ καὶ φοβούντες κίνδυνοι. Διὸ οὕτερος μῦς ἐπανῆλθεν οἴκαδε.

Ἀνάγνωσις τοῦ σμγ’ μύθου

Μῦς καὶ βάτραχος

Μῦς ἐκ τῆς χέρσου καὶ βάτραχος φίλω ἐγενέσθην. Καὶ δεσμοῦ μεταξὺ τῶν ποδῶν δεθέντος, συνεδείπνησαν ἐπὶ τῆς γῆς. Ἔπειτα δὲ προσῆλθον εἰς τὸ ὕδωρ. Ἐνταῦθα δ’ ὁ μὲν βάτραχος εἰς τὸ βάθος ἔνευσεν, ὁ δὲ μῦς ἀπεπνίχθη. Ἰκτῖνος δὲ ἰδὼν τὸ πτῶμα ἥρπασε καὶ τὸν δεδεμένον βάτραχον.

Ἀνάγνωσις τοῦ σμδ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σμε’, σμϛ’, σμζ’

Ναυαγὸς καὶ θάλασσα

Ναυαγίαν παθών τις καὶ εἰς νῆσον ἀφιγμένος κατηγόρουν τῆς θαλάσσης, ὡς αὐτὴ τὸ μὲν πρῶτον πραεῖα φαινομένη ἀπατῴη τοὺς ναύτας, ἔπειτα δὲ ὠργισμένη ἀποκτείνοι αὐτούς. Ἡ δὲ θάλασσα γυναικὶ ἐοικυῖα ἐφάνη λέγουσα τοῦτο, αὐτῆς ἀκούσης, διὰ τοὺς ἀνέμους γίγνεσθαι.

Ἀνάγνωσις τοῦ σμε’ μύθου

Νεανίσκοι καὶ μάγειρος

Νεανία τινὲ εἰς σκήνην μαγείρου εἰσηλθέτην. Πράγματός τινος τῷ μαγείρῳ μέλοντος, ὁ ἕτερος ἁρπάσας μέρος κρέως ἔκρυψεν αὐτὸ ἐν τῷ θατέρου κόλπῳ. Ἐπειδὴ ὁ μάγειρος γνοὺς τὸν δόλον ᾐτιάθη αὐτούς, ὁ μὲν κλέψας οὐκ ἔφη ἔχειν, ὁ δ’ ἔχων ἠρνήσατο κλέψαι. Ὁ οὖν μάγειρος ἐκάλεσε τὴν τῶν πανοπτῶν θεῶν τιμωρίαν ἐπ’ αὐτούς.

Ἀνάγνωσις τοῦ σμϛ’ μύθου

Νεβρὸς καὶ ἔλαφος

Τοῦ νεβροῦ τὸν πατέρα ἐρομένου διὰ τί οὗτος καίπερ θάττων τε τῶν κυνῶν ὢν καὶ κέρατα ἔχων φοβοῖτο αὐτούς, ὁ ἔλαφος ἀπεκρίνατο λέγων ὅτι τοῦτο γίγνοιτο ὥσπερ αὐτοματιζούσης τῆς φύσεως.

Ἀνάγνωσις τοῦ σμζ’ μύθου

Ἡ βίβλος

χάριν σοι οἴδαμεν, φίλε Βεδωερε, δίδοντι ἡμῖν καινοὺς μύθους.

ἐν μὲν τούτῳ τῷ μύθῳ, τὰ πνέυματα τὴν θάλλασαν ἀγρίαν ποιεῖ. ἐν δὲ ταῖς γραφαῖς…

Γεν. 1:2β: καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.

…τὴν θάλασσαν τὸ Ἅγιον Πνεῦμα δαμάζει.

Ἀποκ. 21:1β: καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.

ἐν δὲ τούτῳ χαίρομεν δή.

ἰδοῦ ἡ παράφρασις:

Graecus Venetus 1:2β: σκότος τ’ ἐπὶ προσώπου τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἵπτατο κατὰ προσώπου τοῦ ὕδατος.

ἵπταμαι – ἕτερος τύπος τοῦ πέτομαι (Λ.Σ.Κ.)

πάλιν εὐχαριστήσω σοι καινὸυς μύθους παρά σου δεξόμενος. ἔρρωσο!

Κἀγὼ ἀεὶ ἥδομαι τὰ ὑπομνήματά σου ἀναγιγνώσκων, ὦ βέλτιστε. Εἱς ὕστερον.

Μῦθοι Αἰσώπειοι· σμη’, σμθ’, σν’

Νέος ἄσωτος καὶ χελιδών

Οἱ μὲν πολλοὶ ἴσασιν ὅτι μία χηλιδὼν ἔαρ οὐ ποιεῖ. Νεανίας δέ τις, τὴν τοῦ πατρὸς οὐσίαν διαφθείρας, ἰδὼν χηλιδόνα ἐπώλησε καὶ τὸ ἱμάτιον. Ψυχροῦ δὲ πάλιν γενομένου, ἡ μὲν χηλιδὼν ἀπέθανεν, ὁ δὲ νεανίας ἐμέμφθην αὐτὴν ὥς ἀμφοτέρους ἀπολέσασαν.

Ἀνάγνωσις τοῦ σμη’ μύθου

Νοσῶν καὶ ἰατρός

Ἰατρός τις ἤρετο ἀρρωστοῦντά τινα πῶς ἔχοι. Ἀποκρινομένου δὲ αὐτοῦ ὅτι πολὺ ἵδρωκεν, ὁ ἰατρός εἶπε τοῦτο ἀγαθὸν εἶναι. Παλὶν δὲ τοῦ ἰατροῦ ταὐτὸ ἐρομένου, ὁ νοσῶν εἶπεν ὅτι συνεχῶς σέσεικεν. Ἀλλὰ τοῦτο ἀγαθὸν, ἔφη ὁ ἰατρός. Ἔπειτα δὲ τῷ ἰατρῷ βουλομένῳ περὶ αὐτοῦ εἰδέναι ὁ ἀσθηνῶν ἀπεκρίνατο λέγων ὅτι διάρροιαν πέπονθεν. Ἀλλὰ καὶ τοῦτο ἤρεσεν τῷ ἰατρῷ. Διὸ δὴ ὁ ταλαίπωρος ἀνὴρ τῷ δούλῳ περὶ τοῦ δεσπότου φροντίζοντι εἶπεν ὑπὸ τῶν ἀγαθῶν ἀπολωλέναι.

Ἀνάγνωσις τοῦ σμθ’ μύθου

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια

Νυκτερὶς, ἥτις ἐστὶ μῦς πετόμενος, καὶ βάτος, ἥτις ἐστὶ φυτὸν ἀκανθινόν, καὶ αἴθυια, ἥτις ἐστὶν ὄρνις θαλασσία, ἐμπορικὴν κοινωνὶαν ποιησάμεναι ἐπὶ ναῦν ἐπέβησαν. Ἡ μὲν νυκτερὶς εἶχε νομίσματα δεδανεισμένα, ἡ δὲ βάτος ἱμάτια, ἡ δὲ αἴθυια χαλκόν. Χειμῶνος δὲ γενομένου, νεναυαγηκυῖαι καὶ πάντα ἀπολωλεκυῖαι ἐσώθησαν εἰς τὴν ἤπειρον. Ἀπὸ δὲ τούτου ἡ μὲν νυκτερὶς φοβοῦσα τοὺς τραπεζίτας μόνον νυκτὸς οἴκοθεν ἐξέρχεται, ἡ δὲ βάτος ζητοῦσα τὰ ἑαυτῆς ἱμάτια διαφθέρει τὰ τῶν λοιπῶν, ἡ αἴθυια παραμένει παρὰ τοὺς ἀγιαλοὺς ἐλπίζουσα τὴν θάλασσαν ἀποδώσειν τὸν χαλκὸν αὐτῆς.

Ἀνάγνωσις τοῦ σν’ μύθου

Ἡ βίβλος

Μᾶρκος ἀσπάζεται φίλον Ῥοβέρτο.



ἰδοῦ αἱ παραφράσεις:



περὶ Ἰησοῦ εὔκαιρος ὁ λόγος. ἀπέθανε γὰρ διότι ἡγάπησεν ἡμᾶς. καλὸν δὲ τοῦτό ἐστιν. ὑπὸ τῶν οὖν ἀγαθῶν ἀπόλωλεν Ἰησοῦς.

τὴν ἀλήθειαν σὺ λέγεις, φίλτατε. χαίρει δ’ ἡ νυκτερὶς ὅτι οὐ δύναται πέτεσθαι ἡ αἴλουρος. :laughing:

https://ia601206.us.archive.org/35/items/lexiconvarinou/downloaded(12).pdf

ἐν Ἰησοῦ ἔρρωσο.

Καὶ σύ, ὦ φίλε Μᾶρκε, χάριν ἀπ’ ἐμοῦ λελημμένος.

Μῦθοι Αἰσώπειοι· σνα’, σνβ’, σνγ’

Νυκτερὶς καὶ γαλαῖ

Νυκτερίς τις ὑπὸ γαλῆς ἀλοῦσα ἐδεήθη τῆς σωτηρίας. Καὶ τῆς γαλῆς ἀρνηθείσης ὡς πάντας τοὺς ὄρνιθας μισούσης, εἰποῦσα μῦς εῖναι διἐλύθη. Πάλιν δὲ γαλῆς ἄλλης τινὸς τὴν νυκτερίδα συλλαβούσης καὶ αὐτῆς τοὺς μύας πολεμούσης, ἡ νυκτερὶς προσποιησαμένη ὄρνις εῖναι ἠλευθερώθη.

Ἀνάγνωσις τοῦ σνα’ μύθου

Ξύλα καὶ ἐλαία

Τὰ δένδρα βουλόμενα βασιλέα ἔχειν πρῶτον μὲν προσήνεγκε τὴν βασιλείαν τῇ ἐλαίᾳ. Ἡ δ’ εἱλουμένη τὸ πίονας καρποὺς ἐκφέρειν ἀντὶ τοῦ βασιλεύειν ἠρνήσατο. Ἔπειτα δὲ προσελθόντα πρὸς τὴν συκῆν ἤκουσεν αὐτῆς λεγούσης ὅτι μᾶλλον ἀρέσκοι αὐτῇ γλυκέας καρποὺς ἐκφέρειν. Τέλος δὲ ἡ ῥάμνος δεξαμένη τὴν βασιλείαν ἠπείλησεν αὐτοῖς πῦρ καιόμενον.

Ἀνάγνωσις τοῦ σνβ’ μύθου

Ξυλευόμενος καὶ Ἑρμῆς

Ξυλοτόμος τις ἀπολέσας τὴν ἀξίνην ἐν τῷ ποτάμῳ πολὺ ἔκλαεν. Ὁ δ’ Ἑρμῆς ἐλέησας αὐτὸν καταβὰς εἰς τὸν ποταμὸν ἤνεγκε πέλεκυν χρυσῆν. Τοῦ δὲ Ἑρμοῦ ἐρομένοῦ εἰ αὕτη εἴη ἡ πέλεκυς αὐτοῦ, ὁ ἐργάτης ἠρνήσατο. Ἔπειτα δ’ ὁ θεὸς πάλιν καταβὰς ἔδωκεν αὐτῷ πέλεκυν ἀργυρῆν. Ἀλλὰ καὶ ταύτην οὐκ ἐδέξατο ὁ ἄνθρωπος. Τέλος δὲ ὁ Ἑρμῆς εὑρὼν τὴν πέλεκυν αὐτοῦ καὶ ἐπαινῶν τὴν δικαιοσύνην τὰς τρεῖς πελέκεις ἔδωκεν αὐτῷ. Ἄλλος δὲ ξυλοτόμος τις ταῦτα ἀκούσας, ἐλπίζων καὶ αὐτὸς χρυσόν τε καὶ ἄργυρον ἀπὸ τοῦ θεοῦ ληφθήσεσθαι, βαλὼν τὴν πέλεκυν εἰς τὸν ποταμόν, ἔκλαεν. Ὁ μὲν οὖν Ἑρμῆς ἐλέησας καὶ καταβὰς καὶ δείξας πέλεκυν χρυσῆν ἤρετο τοῦτον τὸν ἄνθρωπον εἰ αὕτη εἴη ἡ πέλεκυς αὐτοῦ. Ὁ δὲ ψευδῆς ὢν κατένευσεν. Ὁ δὲ Ἑρμῆς γνοὺς τὴν πονηρὰν φύσιν αὐτοῦ οὐκ ἔδωκεν αὐτῷ οὐδέν.

Ἀνάγνωσις τοῦ σνγ’ μύθου

Ἡ βίβλος

ἰδοῦ ἡ παράφρασις:

ὑπὲρ σωτηρίας ἱκέτευεν ἡ νυκτερίς.

ἰδοῦ αἱ παραφράσεις:





ὁ μὲν Ἑρμῆς, ἰδὼν τὴν τοῦ ξυλευομένου δικαιοσύνην, τούτῳ πελέκεις τρεῖς ἔδωκεν. ὁ μὲν Θεός, ἰδὼν ἐν ἡμῖν τὴν τοῦ Χριστοῦ δικαιοσύνην, ἡμῖν δῶρα τριαδικὰ δίδωσιν. (λέγω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.)

Χαῖρε, ὦ Μᾶρκε. Καὶ δὴ λέγεις μέγα μυστήριον. Εὐχαριστῶ οὖν σοι.

Μῦθοι Αἰσώπειοι· σνδ’, σνε’, σνϛ’

Ὁδοιπόροι καὶ ἄρκτος

Ἄρκτος ἐπεφάνη φίλοιν ἅμα βαδιζόντοιν. Ὁ μὲν ἕτερος φυγὼν ἀνὰ δένδρον ἀνέβη. Ὁ δ’ ἕτερος χαμαὶ πεσὼν προσεποιεῖτο τεθνηκέναι ὅτι οἱ ἄρκτοι οὐκ ἐσθίουσι τοὺς νεκρούς. Ἡ οὖν ἄρκτος ὀσφρανθεῖσα περὶ τὸ ὠτάριον αὐτοῦ ἀπῆλθεν. Ὁ δὲ πρῶτος ἐκ δένδρου καταβὰς ἤρετο τί εἴποι ἡ ἄρκτος. Ὁ δὲ δεύτερος ἀποκρινάμενος εἶπεν ὅτι δέοι συμπορεύσεσθαι μετὰ φίλων μὴ καταλιπόντων αὐτὸν ἐν κινδύνοις.

Ἀνάγνωσις τοῦ σνδ’ μύθου

Ὁδοιπόροι καὶ κόραξ

Οἰδοπόροι τινὲς εἶδον κόρακα μονόφθαλμον. Εἷς δ’ αὐτῶν εἶπε τοῦτο σημαίνειν αὐτοῖς ἐπανιτέον. Ἄλλος δὲ ὑπολαβών· οὗτος ὁ ὄρνις, ἔφη, οὔτε τὴν ἑαυτοῦ συμφορὰν προεῖδεν οὔτε τὰ μέλλοντα ἡμῖν προορᾷ.

Ἀνάγνωσις τοῦ σνε’ μύθου

Ὁδοιπόροι καὶ πέλεκυς

Συμπορευομένων δύο ὁδοιπόρων εἷς εὗρεν ἀξίνην. Ὁ δὲ δεύτερος εἶπεν ἀμφοτέρους εὑρηκέναι. Ὁ δὲ πρῶτος ἀρνηθεὶς εἶπεν αὐτὸς μόνος εὑρηκέναι. Ἔπειτα δὲ οἱ τὴν ἀξίνην ἀποβεβληκότες παραγενόμενοι ἐδιόκον τὸν πρῶτον τὸν ἔχοντα αὐτήν. Ὁ μὲν πρῶτος ἀποτρέχων ἐκρασεν ἀμφοτέρους ἀπολωλέναι. Ὁ δὲ δεύτερος εἶπεν αὐτὸν μόνον ἀπολωλέναι.

Ἀνάγνωσις τοῦ σνϛ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σνζ’, σνη’, σνθ’

Ὁδοιπόροι καὶ πλάτανος

Συνεπορεύοντο δύο τινές. Καὶ διὰ τὸ πολὺ καῦμα κεκοπιακότες ἐκλίνθησαν ὑπὸ τῇ σκιᾷ πλατάνου τινός. Λεγόντων δὲ αὐτῶν ὅτι ἡ πλάτανος καρποὺς οὐ διδοῦσα ἀχρήσιμός ἐστιν, αὕτη κατεῖπεν αὐτῶν τὴν ἀχαριστίαν ὥς γε τῇ σκιᾷ αὐτῆς χρησομένων.

Ἀνάγνωσις τοῦ σνζ’ μύθου

Ὁδοιπόροι καὶ φρύγανα

Ἄνθρωποί τινες συνοδεύοντες εἶδον ἀπὸ μάκροθεν κλάδους ἐν τῇ θαλάσσῃ. Καὶ νομίζοντες τούτους εἶναι ναῦν, ἐπέμενον αὐτούς. Μετὰ δ’ ὀλίγον χρόνον οἱ κλάδοι ἐδόκουν εἶναι πλοῖον. Τέλος δέ, τούτων πρὸς τὸν ἀἰγιαλὸν ἀφιγμένων, τὸ μὲν ἀληθὲς ἐφάνη οἱ δ’ ἄνθρωποι συνῆκαν τὴν ἁμαρτίαν.

Ἀνάγνωσις τοῦ σνη’ μύθου

Ὁδοιπόρος καὶ Ἀλήθεια

Ἄνθρωπός τις ἐν τῇ ἐρήμῳ παρέτυχεν γυναικὶ ταλαιπώρῳ. Καὶ αὐτὴ ἦν ἡ Ἀλήθεια τοὺς ἀνθρώπους πεφευγυῖα ὅτι πάντες ἐν ταῖς πόλεσιν ψευδεῖς γένοιντο.

Ἀνάγνωσις τοῦ σνθ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σξ’, σξα’, σξβ’

Ὁδοιπόρος καὶ Ἑρμῆς

Ὁδεύων τις προσευξάμενος τὸν Ἑρμῆν περὶ ἀργυρίου ὑπέσχετο δώσειν τὸ ἥμισυ τῷ θεῷ. Εὑρὼν δὲ πήραν πλήρη φοινίκων καὶ ἀμυγδάλων ὀργισθεὶς κατέφαγεν αὐτά. Καὶ ἐλέγχων τὸν θεὸν ἔθυσεν αὐτῷ μόνον τὰ ὀστᾶ καὶ τὰ κελύφη.

Ἀνάγνωσις τοῦ σξ’ μύθου

Ὁδοιπόρος καὶ Τύχη

Ἄνθρωπός τις πολὺ πορευθεὶς μάλα ἔκαμνεν. Ὁ οὖν κατακλιθεὶς περὶ φρέαρ ἐκάθευδον. Μελλόντος δὲ αὐτοῦ καταπεσεῖσθαι, ἡ Τύχη ἐγείρουσα αὐτόν, « Ὦ οὗτος, ἐὰν ἐγὼ μὴ ἔσῳζον σε, » ἔφη, « σὺ ἤλεγχές με. »

Ἀνάγνωσις τοῦ σξα’ μύθου

Ὄνοι πρὸς τὸν Δία

Οἱ τῶν ὄνων πρέσβεις προσελθόντες πρὸς τὸν Δία ᾐτήσαντο αὐτοῦ ἀνάπαυσιν τῶν μεγάλων πόνων. Τούτου δὲ ἀδυνάτου ὄντος, ὁ μὲν Ζεὺς γελῶν εἶπεν ὅτι δέοι αὐτοὺς πρῶτον ποιῆσαι ποταμὸν ἐκ τοῦ οὔρου αὐτῶν, οἱ δ’ ὄνοι ἐπείσθησαν. Μετὰ οὖν τοῦτο ὁτὰν ὄνος οὐρῇ καὶ οἱ ἄλλοι περιεστῶτες ὕδωρ ποιοῦσιν.

Ἀνάγνωσις τοῦ σξβ’ μύθου

Ἡ βίβλος

Μῦθοι Αἰσώπειοι· σξγ’, σξδ’, σξε’

Ὄνον ἀγοράζων

Ἄνθρωπός τις ἐπρίατο ὂνον ὡς δοκιμάσων αὐτὸν πρὶν ἐκτεῖσαι. Ἰδὼν οὖν τὸν ὄνον φοιτῶντα τοὺς κακίστους ἑαυτοῦ ὄνους, γνοὺς τὴν φύσιν αὐτοῦ ἀπέδωκεν αὐτὸν τῷ πωλοῦντι.

Ἀνάγνωσις τοῦ σξγ’ μύθου

Ὄνος ⟨ἄγριος καὶ ὄνος ἥμερος⟩

Ὄναγρός τις κατανοῶν ὄνον πετὰ τῶν ἀνθρώπων οἰκοῦντα ἐθαύμασε τῆς ὑγιείας τε καὶ τῆς λιπαρότητος αὐτοῦ. Ἐπεῖτα δ’ ἰδὼν τὸν αὐτὸν ὄνον βαστάζοντα μέγαν φόρτον καὶ κέντρῳ ὑπὸ τοῦ δεσπότου κινούμενον μετενόησεν.

Ἀνάγνωσις τοῦ σξδ’ μύθου

Ὄνος ἅλας βαστάζων

Ὄνος τις βαστάζων ἅλα διὰ ποταμοῦ σφαλεὶς ἔπεσεν. Διαλυθέντος οὖν τῷ ὕδατι τοῦ ἅλος, ὁ φόρτος ἐκείνου ἐγένετο κοῦφος. Ἐπεῖτα δὲ ὁ ὄνος βαστάζων σπόγγους ἕκων ἐσφάλην ἐν τῷ ποταμῷ. Τοῦ φόρτου βαρυτέρου γενομένου, ὁ οἴνος ἀπεπνίγη ἐν τῷ ὕδατι.

Ἀνάγνωσις τοῦ σξε’ μύθου

Ἡ βίβλος