yes, 50 was my round-about way of saying 48! the topic that had to be followed was Tyro, and accordingly my poem is a mini biography, and lamentably not in Aeolic dialect (i tried that originally, but i soon hit words that just didn’t occur in the dialect and i was producing an odd looking creature with psilosis and everything!).
ἠνίδ’, ὦ Τυροῖ, φιλία νεᾶνις,
νῦν πέφευκας, εὐπατέρεια μόσχε
καλλίμορφέ τ’ Αἰολίδου τυράννου,
δώματα τραχῆ.
Κρήθευς γάρ σε σχετλίαν φιλόφρων
ἐκ χερῶν σώσας φονίων Σιδηροῦς,
εἰς ταχύρροθ’ ἦχεν Ἐνιπέως σε
χεύματα λάθρη,
ἔνθα χρυσοφεγγὲς ὕδωρ σιωπῇ
ἐν γύαισιν Θεσσαλικοῖς καταρρεῖ.
καὶ σέθεν φαενν’ ἐφιλεῖτον ἁγνὸν
ὄσσε ῥέεθρον·
καὶ κέαρ σὸν ἔπτετ’ ἀπῆμον ἄχθων.
ἔνθ’ ἔρωτος, παῖς, ἐπλανῶ ζαπληθὴς
πολλάκις πτύσσειν ποταμῷ ποθοῦσα
χεῖρας ἐπ’ ὠκεῖ.
ἀλλὰ πόντιος θεὸς ἐνθάδ’ εἴς σε
δύσμορον, Τυροῖ καθαρά, δεδορκὼς
ῥεύματος θύμῳ δολίῳ καλὴν ᾑ–
ρήσατο μορφήν.
φεῦ, τάλαινα· φαυλότατον Ποσειδῶ
ἠσπάσω βραχίονι κἀν νόμοισιν
συγκαθηύδησας ἀμαθῶς ἐνύδροις
δαίμονι δεινῷ.
ἐκκαλύψας δ’ αὐτὸν ἐκεῖ Ποσειδῶν
θᾶσσον ὀβρίμης σ’ ἔλιπεν θυέλλης
παῖδε, Σαλμῶνις, δίδυμ’ ἐν ταλαίνῃ
γαστρὶ φέρουσαν.
Νηλέ’ ἄλκιμον Πελίαν τε δριμὺν
ἠθέλησας βλέμματα πάντα κρύψαι,
τῆμος ἐν δένδροις σκοτίοισιν Αἵδῃ
τῶδ’ ἐπέτρεψας.
μητρὶ προσπέπτωκε κακίον’ ἄχθη;
ἢ φρονεῖς εὐδαιμονίσειν γυναῖκα
τέκν’ ἐφεῖσαν; νῦν δὲ θεοί σε δακρύ–
ουσαν ἴδοντες
καὶ στένουσαν ταῦτα πάθη πανοῦργα
σ’ ᾤκτισαν καὶ Κρηθέ’, ἄριστον εἴδει,
θεῖον εὐφιλέστατον, ὤπασάν σοι
δυσθεραπεύτῳ.
νῦν δὲ λείψομαί σε, Τυροῖ, μάκαιραν
σοῦ γὰρ ἄχθη ποικίλα καὶ γοεδνὰ
δωρεᾷ τῶν ἀθανάτων κεκούφιστ–
αι φιλογηθῶν.
εὖ δὲ τοῦτ’ ἴσθ’· ἡδ’ ἔτι δόξα μίμνει
σοί γ’ ἀρίστη καίπερ ἔγωγ’ ἀοιδῇ
τῇδ’ ἀκόμψῳ πάντα μέλη παλαιὰ
κάρτα μιαίνων.
~DJB
Coll.Chr.Cant. Jan. MMV