Welcome to the Odyssey Reading Group! Anyone is welcome to join in at any time, regardless of their Greek ability. If you’re itching to explore Homer’s epic tale of survival, adventure, love, lust, kinship, betrayal and spooky dead people, hop on in, you’ll be very welcome. People who have some Greek but have never tried reading Homer before are doubly welcome.
Please feel free to ask any question in this thread, no matter how basic you think it is, and we will try to help you with an answer.
Check the introductory thread for a description of how the group works.
We’re working from Geoffrey Steadman’s Odyssey Books 6-8, a freely-available pdf with vocabulary and notes
Resources for deeper study are available in the group dropbox folder
We started at Book 6. Here are all the threads so far:
Book 6
Lines 1-23
24-47
48-70
71-92
93-118
119-140
141-161
162-185
186-210
211-238
239-261
262-294
295-331 [end]
Book 7
1-26
27-47
48-77
78-102
103-132
133-157
158-183
184-206207 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
208 “Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
209 ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
210 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
211 οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
212 ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
213 καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
214 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
215 ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
216 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
217 ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
218 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
219 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
220 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
221 ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
222 ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
223 ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
224 καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
225 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.”
226 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
227 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
228 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
229 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
230 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
231 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
232 ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
233 τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
234 ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
235 καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
236 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·