Introduction

Ὁ Βρύσων τοῖς συμφιλολόγοις χαίρειν.

δώδεκα ἔτη ἤδη τὸν νοῦν τῇ τῶν ἀρχαίων ἑλλήνων προσχὼν γλώττῃ, ἀρξάμενος ἐκ τοῦ ἀναγιγνώσκειν, ἔπειτα πρὸς τὸ συγγράφειν προβεβηκὼς καὶ τὸ διαλέγεσθαι, ἅμα βουλόμενος ὡς μάλιστά τε καὶ τάχιστα ἐπὶ τὸ βέλτιον ἐπιδοῦναι, ἀσμένως ὑμῖν ἐπέτυχον ὡς λίαν πεπαιδευμένοις καὶ τὴν αὐτήν μοι ἔχουσι γνώμην.

βουλόμενος νὖν τὸ διαλέγεσθαι πάλιν μελετᾶν ζητῶ τοὺς οὕτω βουλομένους διαλέγεσθαί μοι καὶ αὐτους. ἄρα πάρεισιν ἐνθάδε οἱ τοιοῦτοι;

ὑγιαίνετε πάντες.

Ἄσμενοι ἀποδεχόμεθά σε, ὦνερ.

ἥσθην δεξάμενος τοὺς λόγους σου. ἄρα πάρεισι ἐνταῦθα οἰ ἑλληνιστὶ διαλεγόμενοι ἀπὸ στόματος; εἴ γε, πῶς ἂν κἀγὼ ταύτης μετέχοιμι τῆς συνουσίας;