Greek

[size=150]χαῖρε,
ἔμοιγε ἐκκαμόντι ἄρτι τὸ ῾Ρωμαιστὶ λέγειν ἔδοξε γράφειν Ἑλληνιστὶ ολίγας ἡμέρας· εἴ τις βούλεται ἢ πεζῇ ἢ ἐν μέτρῳ Ἑλληνίζειν, νῦν γράφε.[/size]

νῦν ποίημα συντίθημι δίκην μεσομήδου, ἀλλ’ οὐκέτι ἐξετέλεσα. τὰ γὰρ μετρικὰ χαλεπά.

ὀλιγον οὖν λέγω. μετ’ ἐνίας ἡμέρας ἴσως πλείονα γράψω.

ἔρρωσθε φίλτατοι. ἀρτίως ἀφικόμην ἐν τῇ ὑμετέρᾳ ἀγορᾷ, μακάριόν με δ’ ἐποιήσατε τοῖς ἐνθάδε γραφομένοις. (/ελλην γάρ εἰμι καὶ χαίρω ὁρῶν ὑμᾶς τοσοῦτον φιλοῦντας τὴν ἑλληνικήν. διαλεχθῶμεν οὖν ἑλληνιστί. :exclamation: :smiley: :smiley:

χαίρω, ἀπορῶ δ’ ἅμα. πῶς οὐ γράφετε ἕλληνάς τε καὶ λατίνους λόγους ἐν διακριτοῖς τῆς ἀγορᾶς μορίοις, ἀλλὰ προτιμᾶτε ἐν τῷ αὐτῷ ποιεῖσθαι ἀμφοτέρους;

:slight_smile:

χαῖρε, ὦ δημήτριε.

ὡς ὁρᾷς, κακῶς καὶ βραδέως (ελληνίζω, ἀλλὰ χαίρων πειρῶ.

ἔγωγε θαυμάζω ὑμῶν τὴν ἑλληνομάθειαν καὶ δοκεῖτέ μοι ἀμέμπτως ἑλληνίζειν :slight_smile:

[size=150]ἆρα σύ, ὦ δημήτριε, παιδευθεὶς ἐν τῇ (ελλάδι, ἀνεγίγνωσκες πολλὰ τῶν βιβλίων τοῦ πλάτωνος; διελεγόμην γὰρ ἀρτίως σὺν ἀνδρί τινι παιδευθέντι καὶ ἐν τῇ (ελλάδι, ᾧ βρασίδας ὄνομα, ὃς ἔφη τόν οἱ διδάσκαλον, αἱρομενον βιβλίον τι τοῦ πλάτωνος, εἰπεῖν· “βρασίδας, ἀναγίγνωσκέ νυν τοῦτο” ἢ καὶ “εῖπε μοι, τί ἔφη περὶ τοῦ δικαίου, ὁ πλάτων;”· εἰ δ’ οὐκ ἀποκρινόμενος, ἐκολάζετο ἄν.[/size]

[size=150])εν μὲν τῷ σχολείῳ ἐδιδάχθην τὴν τοῦ πλάτωνος πολιτείαν τε καὶ πρωταγόραν. )εν δὲ τῷ πανεπιστημίῳ ἀνέγνων τὸν μενέξενον. )/ενιοι δὲ σπουδάζοντες τὴν ἀρχαίαν φιλολογίαν εἵλοντο ἂν ἀκοῦσαι καὶ μαθήματα ἢ συμποσίου ἢ χαρμίδου πέρι. )ιδίᾳ δὲ ανέγνωκα κρατύλον, συμπόσιον, ευθύδημον, φαίδωνα, κρίτωνα καὶ )απολογίαν σωκράτους. διαφερόντως ἠγάπησα τὸ συμπόσιον καὶ τὸν φαίδωνα.[/size]