Thekla 
Σεπτέμβριος κδ´
Ἄθλησις τῆς ἁγίας πρωτομάρτυρος ἐν γυναιξὶ καὶ ἀποστόλου Θέκλας. Αὕτη γέγονεν ἐκ πόλεως Ἰκονίου, μητρὸς Θεοκλείας τῶν εὐγενῶν καὶ ἐνδόξων. Κατηχήθη δὲ τὸν λόγον τῆς πίστεως παρὰ Παύλου τοῦ θείου ἀποστόλου, διδάσκοντος ἐν τῷ τοῦ Ὀνησιφόρου οἴκῳ. Ἦν δέ, ὅτε προσῆλθε τῇ πίστει, ἐτῶν δεκαοκτώ, μνηστευθεῖσα Θαμυρίδι· τῷ δὲ θείῳ ἔρωτι μᾶλλον γενομένη κάτοχος, περιφρονήσασα καὶ μητρὸς καὶ μνηστῆρος, τῷ Παύλῳ ἠκολούθησε· καὶ μετ’ αὐτοῦ γενομένη ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας καὶ τῷ τῆς πόλεως ἡγεμόνι ἐμφανισθεῖσα, θηρίοις ἐκδίδοται· μείνασα δὲ τῆς ἐξ αὐτῶν λύμης ἀλώβητος, ὡς καὶ πρότερον τῆς καμίνου, εἰς ἣν ἀπερρίφη ἐν Ἰκονίῳ, ἐκ νεφέλης ὕδατος καὶ χαλάζης αὐτῇ ἐκχυθέντων καὶ πολλοὺς τῶν ἀπίστων διαφθειράντων, ἐπὶ πλεῖον ἐπέτεινεν ἑαυτὴν τῷ τοῦ Χριστοῦ πόθῳ· ἦν γὰρ αὐτὸς ὁ Χριστὸς ἐν εἴδει Παύλου φανεὶς αὐτῇ. Ταύτης δὲ λεγούσης πρὸ τοῦ ἐπιβῆναι τοῦ πυρός· “Ὡς μικροψύχῳ καὶ ἀγεννεῖ πάντως οὔσῃ ἦλθε Παῦλος ὀφθῆναί μοι,” ὁ Χριστὸς εἰς οὐρανοὺς ἀνῄει ὁρώσης αὐτῆς· καὶ ταῦτα μὲν πρὸ τοῦ ἐπιβῆναι τοῦ πυρός· πρὸ δὲ τοῦ θηρίοις ἐκδοθῆναι ἐν Ἀντιοχείᾳ Φαλκωνίλλαν τὴν θυγατέρα Τρυφαίνης, θανοῦσαν καὶ ἑλληνίδα οὖσαν τῇ πίστει, μετήνεγκε διὰ προσευχῆς ἐπὶ τὸν χορὸν τῶν δικαίων· ἦν γὰρ ἡ Φαλκωνίλλα τοῦτο αἰτησαμένη δι’ ὀνειράτων Τρύφαιναν τὴν οἰκείαν μητέρα· ὡς δὲ τῶν θηρίων, ἄρκτου τε καὶ λεαίνης καὶ λέοντος παραδόξως ἀπηλλάγη, ἰδοῦσα λάκκον μεμεστωμένον ὕδατος καὶ φώκας(1) ἔχοντα ἐν τῷ ὕδατι, καθῆκε τῷ λάκκῳ ἑαυτὴν εἰποῦσα· “Βαπτίζομαι ἐν τῷ ὀνόματί σου, κύριε Ἰησοῦ Χριστέ.” Τῇ ὑστέρᾳ τῇδε ἡμέρᾳ ἀμέλει καὶ θηρίων ἑτέρων τῷ λάκκῳ ἐπιβληθέντων, πυρὸς καὶ ἀστραπῆς φέγγος ταῖς φώκαις ἐπιφανὲν νεκρὰς πάσας ἀναπλεῦσαι (ὡσαύτως καὶ τὰ θηρία) πεποίηκε· τὴν Θέκλαν δὲ νεφέλη πυρὸς ἐπισκιάσασα, οὐ μόνον ἄψαυστον αὐτὴν ἐποίησεν, ἀλλὰ καὶ γυμνὴν θεωρεῖσθαι οὐ παρεῖχέ τινι· ὕστερον δὲ προσδεθεῖσα καὶ ταύροις καὶ ὑπεράνω πάντων γενομένη καὶ πολλοὺς πρὸς τὴν πίστιν ἐπιστρέψασα καὶ ἐν Μύροις τῆς Λυκίας γενομένη πρὸς τὸν ἅγιον Παῦλον καὶ ὑπ’ αὐτοῦ τὴν ἀποστολὴν λαβοῦσα, ἐν τῇ ἰδίᾳ πατρίδι παραγίνεται· καὶ ἔν τινι τῶν ὀρέων τῆς λεγομένης παλαιᾶς Σελευκείας, καλουμένῳ Καλαμεῶνι, ἰδιάσασα τὸν βίον κατέλιπε, πέτρας ῥαγείσης καὶ ὑποδεξαμένης αὐτήν, ὡς μηδεμίαν ὅλως ἁρμονίαν φαίνεσθαι. Ὁ δὲ πᾶς χρόνος αὐτῆς ἐγένετο ἔτη ἐνενήκοντα. Πολλὰ δὲ θαύματα ἰδιάζουσα πεποίηκεν ἡ πρωτόμαρτυς· εἰς τὴν πέτραν δὲ διὰ τοὺς αὐτῇ ἐπιστάντας ἀκολάστους ἄνδρας τοῦ διαφθεῖραι αὐτὴν εὐξαμένη ῥυσθῆναι εἰσῆλθε, θείας φωνῆς αὐτῇ προτρεψάσης. Οἱ δὲ βέβηλοι οὗτοι ἄνδρες τὸ μέγα τοῦτο θεασάμενοι θαῦμα, τοῦ ὠμοφορίου(2) τῆς καλλινίκου ἐπιλαβόμενοι διεσπάσαντό τι μέρος κατὰ θείαν οἰκονομίαν, εἰς πίστιν μὲν τοῦ γενομένου, εἰς εὐλογίαν δὲ καὶ παραμύθιον τῶν εἰς ὕστερον φιλοχρίστων. Τελεῖται δὲ ἡ αὐτῆς σύναξις ἐν τῷ μαραὐτῆς τῷ ὄντι ἐν τοῖς Κριθοπωλίοις.
(1) φώκη, ἡ: seal
(2) ὠμοφόριον, τό: palliolum (little Greek cloak)
Euphrosyne
Σεπτέμβριος κε´
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας καὶ ἀειμνήστου Εὐφροσύνης. Αὕτη γέγονε θυγάτηρ Παφνουτίου τοῦ Αἰγυπτίου, ἀνδρὸς σφόδρα πλουσίου. Ἥτις μόνη αὐτῷ καταλειφθεῖσα, τῆς μητρὸς τὸν βίον ἀπολιπούσης, πρὸς ὥραν ἐλθοῦσα τοῦ γάμου, λάθρα τοῦ πατρὸς κειραμένη τὴν κόμην καὶ ἀνδρὸς σχῆμα ἀναλαβοῦσα, πρός τι μοναστήριον ἔρχεται, Σμάραγδος λεγομένη καὶ τὸν εὐνοῦχον ὑποκρινομένη πᾶσαν δὲ ἄσκησιν διελθοῦσα καὶ ὑπὸ πάντων διαβοωμένη ἐθαυμαστώθη. Μετὰ δὲ τριάκοντα ὀκτὼ ἐτῶν περίοδον ἀρρωστίᾳ περιπεσοῦσα, πολλῶν ἐρχομένων εἰς ἐπίσκεψιν, συνῆλθεν ὡς εἷς τῶν πολλῶν καὶ ὁ ταύτης πατήρ. Ἡ δὲ τοῦτον ἰδοῦσα ἔφη· “Μὴ λυποῦ, πάτερ, μηδὲ ζήτει τὸ τέκνον σου· ἐγὼ γάρ εἰμι.” Καὶ παραυτίκα τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Αὐτὸς δὲ ἀθυμίᾳ τὴν ψυχὴν παραλυθείς, ἐφ’ οἷς εἶδε, μόλις ποτὲ εἰς ἑαυτὸν ἐλθὼν τό· “Κύριε ἐλέησον” ἀνέκραξε καὶ τὸ κελλίον τῆς θυγατρὸς παραλαβὼν καὶ πάντα τὸν λοιπὸν χρόνον ἐν αὐτῷ διανύσας, πρὸς Κύριον ἐξεδήμησε.
John
Σεπτέμβριος κϲ´
Μνήμην ἐπιτελοῦμεν τῆς μεταστάσεως τοῦ ἁγίου Ἰωάννου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Οὗτος ἦν υἱὸς Ζεβεδαίου καὶ Σαλώμης, ἥτις ἦν θυγάτηρ Ἰωσὴφ τοῦ μνήστορος. Ὁ γὰρ Ἰωσὴφ τέσσαρας υἱοὺς ἔσχε, Ἰάκωβον, Συμεὼν καὶ Ἰούδαν καὶ Ἰωσῆν, καὶ θυγατέρας τρεῖς· τὴν Ἐσθὴρ καὶ τὴν Μάρθαν καὶ τὴν Σαλώμην, ἥτις ἦν γυνὴ Ζεβεδαίου, μήτηρ δὲ Ἰωάννου· ἐντεῦθεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεῖος ἦν Ἰωάννου ὡς ἀδελφὸς Σαλώμης τῆς θυγατρὸς Ἰωσήφ· οὗτός ἐστιν Ἰωάννης ὁ ἐπὶ τῷ στήθει τοῦ Χριστοῦ ἀναπεσὼν διὰ τὸ σφόδρα καὶ φιλεῖν αὐτὸν καὶ φιλεῖσθαι ὑπ’ αὐτοῦ. Μετὰ τὴν ἀνάληψιν οὖν τοῦ Κυρίου καὶ τὴν κοίμησιν τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου, ἐν Ἀσίᾳ τὸν Χριστὸν κηρύξας καὶ ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ ἐξορισθείς, ἔνθα καὶ τὸ πάνσεπτον αὐτοῦ καὶ θεῖον εὐαγγέλιον μετὰ καὶ τῆς ἀποκαλύψεως ἔγραψεν, ἐπί τινα τῶν οὐ πόρρω πόλεων μετὰ τὴν ἀπὸ τῆς Πάτμου κάθοδον παραγίνεται, Δομετιανοῦ τελευτήσαντος καὶ Νερούα βασιλεύσαντος· ἐν ᾗ τὸν νεανίσκον ἐκεῖνον, ὃν δὴ τῷ τῆς πόλεως ἐπισκόπῳ παρέθετο, ἀποδράσαντα ἐξ αὐτοῦ καὶ λῄσταρχον γενόμενον ἀνεκαλέσατο πρὸς μετάνοιαν αὖθις· ἐν αὐτῇ δὴ καί τινα ἕτερον βάρει χρεῶν βαρούμενον οὐκ ὀλίγων καὶ διὰ τοῦτο δὶς μὲν φάρμακον δηλητήριον πεπωκότα, παρά τινος Ἑβραίου τοῦτο λαβόντα, μηδὲν δὲ πεπονθότα δεινόν, τὸ τοῦ θείου σταυροῦ σημεῖον ἐπιβάλλοντα τῷ φαρμάκῳ, τοῦ θανάτου ἐρρύσατο· προσέτι δὲ καὶ τὸν Ἑβραῖον ἐκπλαγέντα τῷ πράγματι, ἐπείπερ κατεῖδεν ὁ θεῖος ἀπόστολος βαπτισθῆναι ζητοῦντα, ὡδήγησε πρὸς Χριστόν· καὶ λύει μὲν τῷ ἐνδεεῖ ἐκείνῳ ἀνδρὶ τὰ τῆς ἀπορίας, χόρτον πολὺν ἀμείψας εἰς χρυσὸν καθαρώτατον καὶ αὐτῷ ἐπιδούς, τὸν δὲ Ἑβραῖον βαπτίσας καὶ υἱὸν φωτὸς ἀναδείξας, ἦλθεν ἐν Ἐφέσῳ καὶ πολλὰ πλήθη προσαγαγὼν τῷ Χριστῷ καὶ θαύματα ἄπειρα ἐργασάμενος, ἃ διεξοδικώτερον ἡ κατ’ αὐτὸν δήλη τοῖς πᾶσιν ἱστορία διέξεισιν, ἐν εἰρήνῃ ἐτελειώθη, ὑπὸ τῶν ἰδίων μαθητῶν τῇ γῇ παραδοθείς· μετ’ ὀλίγον δὲ ψηλαφηθεὶς οὐχ εὑρέθη· μετετέθη γάρ. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ σεπτῷ ἀποστολείῳ, τῷ ὄντι πλησίον τῆς μεγάλης ἐκκλησίας.
Callistratus
Σεπτέμβριος κζ´
Ἄθλησις τοῦ ἁγίου μάρτυρος Καλλιστράτου καὶ τῶν σὺν αὐτῷ μαρτύρων. Ὁ ἅγιος Καλλίστρατος ὑπῆρχε ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως ἐν Ῥώμῃ· κατασχεθεὶς δὲ πρῶτος τῶν ἄλλων παρὰ Περσεντίνου τοῦ στρατηλάτου, τύπτεται ἀφειδῶς, καὶ πλήθους ὀστράκου λεπτοῦ ὑποστρωθέντος, σύρεται ἄνωθεν· καὶ χώνης(1) αὐτοῦ τῷ στόματι τεθείσης, λεκάνη ὕδατος πλήρης τῷ στόματι τοῦ ἁγίου ἐγχέεται, ὡς ἀσκοῦ δίκην πληρωθῆναι αὐτόν· εἶτα σάκκῳ ἐμβάλλεται καὶ κατὰ τοῦ βυθοῦ ῥίπτεται τῆς θαλάσσης· τοῦ σάκκου δὲ θείᾳ προνοίᾳ διαρρηχθέντος, δύο δελφῖνες τὸν ἅγιον τοῖς νώτοις ὑπολαβόντες μετεωρίζουσι καὶ τῇ γῇ ἀποτίθενται· τούτου δὲ γενομένου, σαράκοντα ἐννέα μάρτυρας προσηγάγετο εἰς τὴν τοῦ Χριστοῦ πίστιν, πᾶσαν αὐτοῖς τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίαν ἐκθέμενος. Οἳ καὶ ῥοπάλοις τυφθέντες ἐγκλείονται καὶ πάλιν τυφθέντες εἰς τὴν πλησίον ἀπορρίπτονται κολυμβήθραν, Ὠκεανὸν καλουμένην. Εὐξαμένου δὲ τοῦ ἁγίου βαπτισθῆναι τοὺς τεσσαράκοντα ἐννέα ἐπὶ τῆς κολυμβήθρας, λύονται αὐτῶν τὰ δεσμά, ἃ περιέκειντο, καὶ φαιδραῖς ταῖς στολαῖς καὶ ταῖς ὄψεσιν εὐθὺς ἀνέρχονται ἀπὸ τοῦ ὕδατος. Ὡράθη δὲ καὶ ὁ ἅγιος Καλλίστρατος στέφανον ἐπὶ τῆς κεφαλῆς φορῶν εὐπρεπέστατον καὶ φωνὴ αὐτῷ ἐξηκούσθη οὐρανόθεν λέγουσα· “Θάρσει, Καλλίστρατε, σὺν τῷ ποιμνίῳ σου” καὶ “Δεῦτε ἤδη ταῖς αἰωνίαις σκηναῖς ἐπαναπαυσόμενοι”, ἅμα δὲ τῇ φωνῇ καὶ μέγα ὁ Θεὸς ἔσεισεν, ὥστε τὸ πλησίον ἄγαλμα καταπεσεῖν καὶ εἰς κόνιν διαλυθῆναι. Τούτων οὕτω γενομένων, προσῆλθον τῷ Χριστῷ καὶ ἕτεροι τῶν στρατιωτῶν τριάκοντα καὶ πέντε πρὸς [τοῖς ἑκατὸν] τὸν ἀριθμόν. Ὁ δὲ ἅγιος Καλλίστρατος καὶ οἱ σὺν αὐτῷ σαράκοντα ἐννέα ἐν τῇ φυλακῇ ἀπαχθέντες, ἐν αὐτῇ τὸ τοῦ μαρτυρίου τέλος ἐδέξαντο, ξίφεσι μεληδὸν(2) κατακοπέντες.
(1) χώνη (contr. χοάνη), ἡ: funnel
(2) μεληδόν = μελεϊστί (limb from limb)
ὡς οὖν ὁ Ἀρίων ῥιφεὶς εἰς τὴν θάλατταν ὁ Καλλίστρατος ἐσώθη ὑπὸ τῶν δελφίνων.

Τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην, στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον, τελευτῶντα δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ. Καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον, τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον. (Hdt. 1.24)
Chariton
Σεπτέμβριος κη´
Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ θεοφόρου Χαρίτωνος, καθηγητοῦ τῆς ἐρήμου καὶ ὁμολογητοῦ. Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ τοῦ βασιλέως ἐκ πόλεως Ἰκονίου τῆς Λυκαόνων ἐπαρχίας· προσαχθεὶς δὲ τῷ ὑπατικῷ καὶ δυνάμει λόγων ἐλέγξας αὐτὸν καὶ παρρησίᾳ τὸν Χριστὸν ὁμολογήσας, τανυσθεὶς ἐκ τεσσάρων τύπτεται καὶ πυρὶ φλέγεται. Μετὰ δὲ τὴν καταστροφὴν Αὐρηλιανοῦ ἀπολυθεὶς τῆς φρουρᾶς καὶ ἐπὶ τὴν Ἠλιοῦ καὶ Ἰωάννου ἔρημον ἐπειγόμενος, ζηλωτὴς ὢν τῆς πολιτείας αὐτῶν, περιπίπτει λῃσταῖς καὶ δεσμευθεὶς παρ’ αὐτῶν καὶ τεθεὶς ἐν φρουρᾷ λυτροῦται καὶ αὖθις τῆς χειρὸς αὐτῶν, παραδοξοποιΐας τινὸς γενομένης. Εἰς γὰρ τὸ κεράμιον, ἐν ᾧ τὸν οἶνον εἶχον οἱ λῃσταί, ἔχις προσερπύσασα τὸν ἰὸν ἐξέχεεν· οὗ ἐμφορηθέντες οἱ λῃσταὶ πάντες ἐξέψυξαν. Ὁ οὖν ἅγιος Χαρίτων αὐτό τε τὸ σπήλαιον εἰς ἐκκλησίαν κατέστησεν (ἔνθα νῦν ἐστι λαῦρα ἡ οὕτω Φαρὰν λεγομένη), καὶ ἐν ἑτέροις τόποις λαύρας(1) δειμάμενος καὶ ἐν αὐταῖς πλήθη μοναχῶν συναγαγὼν καὶ πολλοῖς αἴτιος ἀκριβοῦς γενόμενος πολιτείας καὶ παντοίων νόσων φανεὶς ἰατὴρ καὶ ἐξ ἀκροτόμου πέτρας ὕδωρ διαυγὲς ἐξενεγκών, ἐν βαθεῖ γήρᾳ τὸν βίον ἀπέλιπε.
(1) λαύρα, ἡ: alley, passage; monastery (later Greek)
Cyriacus
Σεπτέμβριος κθ´
Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυριακοῦ τοῦ ἀναχωρητοῦ τῆς λαύρας τοῦ Σουκᾶ. Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ ἐκ πόλεως Κορίνθου, πατρὸς Ἰωάννου πρεσβυτέρου τῆς τῶν Κορινθίων ἐκκλησίας καὶ μητρὸς Εὐδοξίας, ἀνεψιὸς Πέτρου τοῦ πρὸς μητρὸς μὲν θείου, ἐπισκόπου δὲ τῆς τῶν προειρημένων ἐκκλησίας, ἀναγνώστης τὴν τάξιν· ὀκτωκαιδέκατον δὲ ἔτος τῆς ἡλικίας ἀνύων εἰς τὰ Ἱεροσόλυμα παραγίνεται καὶ τὸ τῶν μοναχῶν λαμβάνει σχῆμα παρὰ τοῦ μεγάλου Εὐθυμίου· πολλὴν δὲ ἐπιδειξάμενος ἄσκησιν καὶ διὰ σκληροτάτης ἀγωγῆς τὸν βίον διενεγκὼν καὶ τοὺς τὰ Ὠριγένους φρονοῦντας ἐλέγξας, πολλὰ θαύματα τῇ συνεργείᾳ τοῦ Χριστοῦ ἐκτελέσας, ἐν βαθυτάτῳ γήρᾳ τὸν βίον ἀμείβει. Ἦν δὲ πρᾶος, εὐπρόσιτος(1) καὶ ἐκ θείας ἀποκαλύψεως περὶ τῶν μελλόντων προλέγων, μέγεθος ἔχων σώματος μετὰ καί τινος εὐπρεπείας καὶ χάριτος, σῶα πάντα τὰ τοῦ σώματος μέρη φυλάττων, μὴ μετασχόντα τῆς ἀπὸ τοῦ χρόνου φθορᾶς, ἐπί τινας χρόνους καθηγησάμενος τῆς λαύρας τοῦ ἁγίου Χαρίτωνος.
(1) εὐπρόσιτος, -ον: accessible, affable; acceptable