I came across “καυσοπολῖται” recently, and did some digging for the source. Here were a couple of bits from Doctrina Jacobi that I found interesting.
Go back (actually, forwards) to the Greek
Ἐγὼ δὲ ὡς ἐνώπιον τοῦ Θεοῦ ἐπληροφορήθην ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐκ τῆς ἁγίας Μαρίας γεννηθεὶς, καὶ εὐχαριστῶ τῷ Θεῷ ὅτι καὶ μὴ θέλοντα ἐβάπτισάν με καὶ χριστιανόν. Ἐξ ὅτε δὲ ἐβαπτίσθην, νυκτὸς καὶ ἡμέρας μετὰ δακρύων καὶ κλαυθμοῦ καὶ νηστείας, οὐκ ἐπαυσάμην ψηλαφῶν τὸν νόμον καὶ τοὺς προφήτας τῇ ἑλληνίδι γλώσσῃ ἀπὸ τῆς ἐκκλησίας χρώμενος βιβλία διὰ φίλων Χριστιανῶν, ἀπὸ ἑνὸς μαναστηρίου ἐν Καρταγέννῃ, ζητῶν μήπως ἐπλανήθην βαπτισθεὶς καὶ γενόμενος χριστιανός.
…καὶ ὅτε ἐβασίλευσε Φωκᾶς ἐν Κωνσταντινουπόλει, ὡς Πράσινος παρεδίδουν τοῖς Βενέτοις τοὺς Χριστιανοὺς, καὶ Ἰουδαίους καὶ Μαμζιροὺς ἀπεκάλουν. Καὶ ὅτε οἱ Πράσινοι ἐπὶ Κρουκίου ἔκαυσαν τὴν μέσην, καὶ εἶχαν τὴν κακὴν, ὡς Βένετός, φησὶ, πάλιν ἐκύλλωνα τοὺς Χριστιανοὺς ὡς Πρασίνους ὑβρίζων, καὶ Καυσοπολίτας ἀπεκάλουν καὶ Μανιχαίους.
Καὶ ὅτε ὁ Βόνοσος ἐν Ἀντιοχείᾳ ἐτιμώρει τοὺς Πρασίνους καὶ ἐφόνευσεν, ἀπῆλθον εἰς Ἀντιόχειαν, καὶ πολλοὺς ἐβάκλισα Χριστιανοὺς ὡς Πρασίνους, καὶ ἀντάρτας ἀπεκάλουν, ὡς Βένετος καὶ εὐνοιτῆς βασιλέως. Καὶ ὅτε ἐν Κωνσταντινουπόλει ἔσυραν τὸν Βόνοσον οἱ Πράσινοι, μετ᾽ ἀυτῶν ἔσυρα αὐτὸν ἐξ ὅλης καρδίας ὡς Χριστιανόν. Ἐγὼ γὰρ ἐθνιστὶ ἐχρώμεν τοῖς Χριστιανοῖς, νομίζων, ὅτι τὸν Θεὸν ἐθεράπευον. Ἤμην γὰρ καὶ νεώτερος τῷ σώματι ὡς ἐτῶν εἰκοσιτεσσάρων, μάταιος, καὶ ὅπου ἐὰν εἶδον ἢ ἤκουον μάχην ἔτρεχον.