πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθ’ ὅπερ ἐστὶ μάλισθ’ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας τε καὶ δόξης, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ (̔σχέτλιον γὰρ ἂν εἴη τοῦτό γἐ,) ἀλλὰ τοὺς νόμους καὶ τὸν ὅρκον
The bolded bit is pretty weird. I’ve never seen anything like it. Seems to involve quite a lot of hyperbaton. I’m guessing the basic word order was something like this:
περὶ τοῦ πῶς ὑμᾶς δεῖ ἀκούειν ἐμοῦ