jeidsath: you are lucky to have an exceptionally patient καθηγητής in Hylander.
Looking at it now, I see Dionysius didn’t rewrite/tamper with this condition. He does treat the rest of the passage though, adding extra pronouns just like we do when teaching and rearranging clauses so as to water down Demosthenes’s rhetorical vigor.
For the beginning:
ἁπλῶς ἂν ὁ λόγος ἦν καὶ κατ᾽ εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως κατεσκεύασεν αὐτόν: “πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων καθ᾽ ἑκάστην σχεδὸν ἐκκλησίαν, περὶ ὧν ἀδικεῖ Φίλιππος ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας, ἀφ᾽ οὗ τὴν εἰρήνην ἐποιήσατο.” νυνὶ δὲ τό τε ὀλίγου δεῖν παραληφθὲν ἀντὶ τοῦ σχεδὸν καὶ τὸ ἀδικεῖ Φίλιππος διαιρεθὲν καὶ διὰ μακροῦ τὴν ἀκολουθίαν κομισάμενον καὶ τὸ οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, δυναμένου καὶ χωρὶς ἀποφάσεως διὰ τῆς συμπλοκῆς μόνης τὸ πρᾶγμα δηλῶσαι, τοῦ συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν λέξιν.
And the next bit (πάντων οἶδ᾽ ὅτι φησάντων γ᾽ ἄν… Dion. has an ευ before οτι):
ὁμοίως δὲ καὶ τὸ ἐπιλεγόμενον τούτῳ, εἰ μὲν ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που [p. 146] τὸν τρόπον ἀπήγγελτο: “καὶ πάντων λεγόντων, καὶ εἴ τινες τοῦτο μὴ ποιοῦσιν, ὅτι δεῖ καὶ λέγειν καὶ πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει.” οὕτω δὲ ἐξενεχθέν: “καὶ πάντων εὖ οἶδ᾽ ὅτι φησάντων γ᾽ ἄν” οὐ σῴζει τὴν εὐθεῖαν τῆς λέξεως ὁδόν. τό τε γὰρ οἶδ᾽ ὅτι χώραν οὐκ ἀναγκαίαν εἶχε, καὶ τὸ φησάντων γ᾽ ἂν ἀντὶ τοῦ φασκόντων παρειλημμένον οὐ τὴν ἀφελῆ διάλεκτον ἀλλὰ τὴν ἐξηλλαγμένην καὶ περίεργον ἐμφαίνει.