ἐνίκησεν αὐτὸς σὺν Θεῷ. ![]()
καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα [καὶ] δύο. καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
I’m not saying that this has anything to do with Election Day, though ![]()
How Alcibiades got inside of the 24-hour news cycle:
ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν, ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων ὅτι πάντες ἐπὶ τῷ κυνὶ δάκνονται καὶ λοιδοροῦσιν αὐτόν, ἐπιγελάσας, ‘γίνεται τοίνυν,’ εἶπεν, ‘ὃ βούλομαι: βούλομαι γὰρ Ἀθηναίους τοῦτο λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι.’
Socrates on how to engage in politics:
οὐκ ἄρα, ἔφη, τά γε πολιτικὰ ἐθελήσει πράττειν, ἐάνπερ τούτου κήδηται.
νὴ τὸν κύνα, ἦν δ’ ἐγώ, > ἔν γε τῇ ἑαυτοῦ πόλει καὶ μάλα, οὐ μέντοι ἴσως ἔν γε τῇ πατρίδι, > ἐὰν μὴ θεία τις συμβῇ τύχη.
μανθάνω, ἔφη· ἐν ᾗ νῦν διήλθομεν οἰκίζοντες πόλει λέγεις, τῇ ἐν λόγοις κειμένῃ, ἐπεὶ γῆς γε οὐδαμοῦ οἶμαι αὐτὴν εἶναι.
ἀλλ’, ἦν δ’ ἐγώ, ἐν οὐρανῷ ἴσως παράδειγμα ἀνάκειται τῷ βουλομένῳ ὁρᾶν καὶ ὁρῶντι ἑαυτὸν κατοικίζειν. διαφέρει δὲ οὐδὲν εἴτε που ἔστιν εἴτε ἔσται· τὰ γὰρ ταύτης μόνης ἂν πράξειεν, ἄλλης δὲ οὐδεμιᾶς.
εἰκός γ’, ἔφη.
Advice from God:
μὴ πεποίθατε ἐπ’ ἄρχοντας
καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία.
Παροιμίαι Σαλομῶντος, κγ’, ιζ’-ιη’
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.
νὴ τὸν Δία, φίλε. ὅς ἔχει ὦτα, ἀκουέτω!
φίλοι νῦν εἰσιν Τρὺμπ καὶ Ὀβᾶμα. πῶς γὰρ οὔ? ὁ μὲν γὰρ τὴν πατρίδα ἄρχει. ὁ δ’ ἄρξει.
καλῶς, φίλε Παῦλε, τοῦτο λέγεται. ὁ δὲ Τρὺμπ ἐδόθη στόμα μέγαν καὶ νοῦν μέγα τοῦ ποιεῖν μεγάλα. τὸ γὰρ τεῖχος οἰκοδομήσει. τὴν δ’ Ἀμερίκαν πάλιν μεγάλην ποιήσει δή οὗτος.
καλὸν εἶπε Σολομών, ὦ ἄριστε Βεδωερε. καὶ τῷ τοῦ Κλίντονος πτώματι οὐκ ἐπιχαιρήσω. τοῖς γὰρ νεκροῖς Μᾶρκος οὐκ ἐπιχαίρω. ἡ δ’ Ἱλαρία πολιτικῶς νεκρά ἐστι. μόνον προσεύχομαι ὅτι μενεῖ νεκρὰ αὕτη.
χαῖρε Ἰωήλ, ὁ ἀδελφός μου. εὖ βουλεύει Θεός. ἐν δὲ τῷ Τρύμπ οὐ πιστεύω, ἀλλὰ ἐν τῷ Θεῷ τῷ ποιήσαντι τὸν Τρὺμπ καὶ χρίσαντι.
οἱ μὲν σοφοὶ προεῖπον ὅτι νικηθήσεται ὁ Τρὺμπ. ὁ δὲ δῆμος οὐ. μακάριος οὖν ὁ δῆμος. καὶ τοῦτο ἀναγιγνώσομεν.
Κορ Α 1:20β: οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
ἐνίκησεν αὐτὸς σὺν Θεῷ.
εἰ σὺν Θεῷ, ἐρρέτω Θεός.
τῷ δὲ Μάρκῳ ἐδόθη στόμα μέγα καὶ νοῦς μικρός.
καλῶς γράφεις, φίλτατε, καὶ ἀκριβῶς τε γελοίως. ![]()
Ἄνδρες, γενναῖοι ἔστε, ἀντιβολῶ. Οὐ γὰρ θέλοιμι ἂν ταύτην τὴν ὁμιλίαν κλεῖσαι.
κλεῖσον, κλεῖσον, ὦ φίλε· οὔποτε γὰρ ἔχρη αὐτὴν ἀνοιχθῆναι.
ἀλλ’ ὃ ἐβουλόμην εἰπεῖν, τοῦτ’ εἴρηκα. ἔτι δὲ καὶ βεβοήθηκα τῷ ἡμετέρῳ Μάρκῳ ἐπιχειροῦντι ἑλληνιστὶ γράφειν.
πειρώμενος γίνεσθαι γενναῖος ἐνυβρίσω τοὺς ἀμφοτέρους·
__ ἱλαρὰ μὲν ἡ Ἵλαρι
___ ὁ δὲ Τρύμπος τρύμη.
[τρύμη [ῡ], ἡ, (τρύω) a hole: metaph. a sharp fellow, sly knave]
ὁ δὲ Τρύμπος τρύμη.
εὖ εἶπες, φίλτατε. εἰς γὰρ τὸ Τεῖχος τὸ Κύανον ἐτρύπησε Τρύμπ.
τὸ Τεῖχος τὸ Κύανον – ΜΙ, ΜΝ, ΠΑ, καὶ ωι.