Ἀττικιστὶ διαλέγεσθαι ἐν τῷ κήπῳ τῶν Μουσῶν 19.08 - 02.09.

Ἀττικιστὶ διαλέγεσθαι ἐν τῷ κήπῳ τῶν Μουσῶν
19.08 - 02.09. 2017



ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2017
EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ ΟΣ
ΕΛΛΗΝΙΚΟΝ ΕΙΔΥΛΛΙΟΝ ΟΝΟΜΑ ΕΧΕΙ

ΑΓΩΝ KAI ΕΡΓΟΝ ΚΑΛΟΝ K ́ΑΓΑΘΟΝ 2017
ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ

ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ

Ἀκμάζοντος τοῦ θέρους κατὰ τὸ σύνηθες φίλαι καὶ φίλοι μέν τινες φιλέλληνες ἐν τῷ καλουμένῳ κήπῳ τῶν Μουσῶν ἁθροίσονται ὡς συναττικίσοντες. Οὗτος δὲ ὁ κῆπος, μέγας καὶ ἐπίσκιος καὶ παραθαλάττιος ὤν, εὑρίσκεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Καλλίστη δὲ γενήσεται ἡ ἡμετέρα διδασκαλία πολλῶν καὶ ἄλλων φιλελλήνων τῶν λόγων μετεχόντων.
∆ιὰ μὲν οὖν τοῦτο παρακαλοῦμεν πάσας καὶ πάντας ὑμᾶς ἐκ πάσης τῆς οἰκουμένης, αἳ/οἳ χαίρετε τῇ τῶν ἀρχαίων σοφίᾳ καὶ τοῖς λόγοις αὐτῶν, προσελθόντες συνδιαλέγεσθαι ἡμῖν. Ποία δὲ γενήσεται ἡ διδασκαλία; ∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ αναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Οὐδενὶ δὲ ἀνάγκη ἔσται ἐξ ἀρχῆς ἀττικιστὶ ὥσπερ Γοργίας μακροὺς λόγους προφέρειν. Ἔξεστι γὰρ παντὶ τὸ πρῶτον μόνον ἀκροατὴς γενέσθαι. Ἀλλὰ ταχέως ὄψεσθε ὡς ῥαδίως ταῖς τῶν ἀρχαίων Ἑλλήνων λέξεσιν διαλεγόμεθα. Μελέτη γὰρ τὸ πᾶν, ὥς φησι Περίανδρος.
Ἡ δὲ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διαγωγὴ οὐ μονον ἐκ διαλόγων σύγκειται, ἀλλὰ καὶ ἄλλα γένοιτο ἄν πολλά. Πολλάκις γὰρ μουσικοί τε καὶ ἄλλοι τινὲς παιδείαν τιμῶντες ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ διατρίβουσιν, ὥστε συναυλίαι καὶ ἀκροάσεις τινὲς γίγνονται ἑσπέρας. Καὶ οἷόν τε ἂν εἴη ἄλλον τόπον θεάσασθαι καὶ δρᾶμά τι ἐν ἀρχαίῳ τινὶ θεάτρῳ.
Τοῦδε δὲ τοῦ ἐνιαυτοῦ πρόκειται ἡμῖν ὡς ἀναγνωστέος Όμηρος μελετῶσι. Ὁ δὲ διδασκαλίαρχος ἐκλογὴν τινα κομψοτάτων στίχων τοῦ Όμήρου παρασχήσει.
Ἐάν τι πλέον καὶ ἀκριβέστερον θέλητε μαθεῖν – περὶ μάλιστα τῆς νυκτερινῆς διαμονῆς καὶ τῶν δωματίων καὶ τῶν λοιπῶν – εἰκὸς ἄν εἴη ὑμᾶς ἐν καιρῷ πυθέσθαι τοῦ τῆς διδασκαλίας καθηγητοῦ

Κυρ. Florian Feicht
Schützenstraße 14
12165 Berlin
E-Mail: flofeicht@googlemail.com
Phone: 0170-5835320

ἡ τιμὴ ἡ τῆς ἐν πολυκλίνοις δωματίοις διαμονῆς: διακόσια καὶ πεντήκοντα εὐρώ. ἡ τῆς διδασκαλίας τιμή: πεντήκοντα εὐρώ. πυθέσθαι ἔξεστι καὶ τοῦ κτίστου καὶ κυρίου τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ ταύτην λαμπρῶς τὴν διδασκαλίαν χορηγοῦντος

Κυρ. Andreas Drekis

Φαίνεται ὅτι ἐς τοῦτον τὸν εἰδύλλιον εἷμι μᾶλλον ἤ τὴν σύνοδον τὴν γενησομένην ἐν Ἀμερίκῃ. Ἐγγύτερος γάρ μοι ὑπάρχει καὶ εὐτελεστέρα ἡ τιμή.

Ἆρα καὐτός παρέσῃ, ὦ κρατίστε Βεδεῦρε;

Παρῆν μὲν πέρυσιν, ὦ φίλτατε. Οὐ δ’ ἤδη οἶδα τί ποιήσω τούτῳ τῷ θέρει. Κρέμαται γὰρ ἐκ τῆς ἐργασίας μου.