γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

ἄρα δύνασθε μνημονεύειν τούτων τῶν λόγων ; τοῦ εἰσίν ;

σύμμαχός γέ σοι μόνος.
ἢν δ ' ἀνσπάσωμαί γ ' ὃν μετέρχομαι βόλον...
πέποιθα δ' . ἢ χρὴ μηκέθ ' ἡγεῖσθαι θεούς,
εἰ τἄδικ ' ἔσται τῆς δίκης ὑπέρτερα.


ἐὰν μὲν τύχοιτε, εὖ,
ἢν δὲ οὐ,
πῶς νομίζετε ταῦτα ἁρμόζεσθαι τῷ νῦν καιρῷ ;

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by jeidsath »

Νοῦς ἐστι ὁ σύμμαχος ὁ μόνος τῶν ἀνθρώπων. ἀμφιβάλλων δίκτυον τῶν λόγων πείθει ἡμᾶς τῆς ἀληθείας ὅτι οὐκ εἴσι τῷ ὄντι θεοί, ὥς φῃς, καὶ τὸ ἄδικον κρεῖσσον.

οὐ πέπεισμαι δ᾽ ἔγωγε τούτοις τοῖς λόγοις ὑποπτεύων αὐτοὺς ἁμαρτάνειν.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

οὐδ ᾽ ἐγώγε. οὐδε αὐτὸς ὁ ταῦτα λέγων. ἀλλά τι ἕτερον ἔχοις ἐιπεῖν περὶ τοῦ γράψαντος ; τίς δὴ ἐστι ;

Aetos
Textkit Zealot
Posts: 1041
Joined: Sat May 19, 2018 6:04 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by Aetos »

Εὐριπίδης αὐτὸν τὸν λόγον ἐν τῇ αὐτοῦ τραγῳδίᾳ Ἠλέκτρα ἔγραψεν·
γραμμὴ 580·
http://www.perseus.tufts.edu/hopper/tex ... card%3D547

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by jeidsath »

οὐδέποτε ἀναγνοὺς τὴν τραγῳδίαν οὐκ οἶδα ἀκριβῶς τί σημαίνει τούτῳ. ὁρῶ δ᾽ ἐκεῖ τοῦτον τὸν Πρέσβυν φάντα ὅτι κασίγνητος Ἠλέκτρᾳ ἐστι οὗτος ὁ Ὀρέστης ὢν υἱὸς τοῦ Ἀγαμέμνονος. Ἀγαμέμνων γε γιγνώσκω. καὶ δὴ δεῖ Ἠλέκτρα τοῦ αὐτοῦ Ἀγαμέμνονος εἶναι θυγατέρα. καλός. κασίγνητοί εἰσι τῇ φύσει σύμμαχοι. τί δὲ "βόλος"; οἴομαι τὸν Ὀρέστην πειρᾶσθαι τὸ Ἠλέκτραν εἶναι κασιγνήτην καὶ πείσαι τὴν γυναῖκα. καὶ νῦν πέποιθε αὐτῇ πιστεύειν; εἰ δὲ οὐ πιστεύει ἡ Ἠλέκτρα ὅτι κασίγνητοί εἰσιν, μήκετι ὁ Ὀρέστης ἐν θεοῖς πιστεύσει; οὕτως γε βάλλω τὸν βόλον μου. εἰ δὲ ἀληθῆ λέγω, οὐκ οἶδα.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

Aetos
Textkit Zealot
Posts: 1041
Joined: Sat May 19, 2018 6:04 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by Aetos »

ὁ Ὀρέστης τιμωρήσει τὸν Αἴγισθον καὶ τὴν Κλυταιμήστραν τοῦ φόνου τοῦ πατρός, τοῦ Ἀγαμέμνονος. μετέρχεται τὴν τιμωρίαν. ἐάν ἀνασπάσηται τὸν βόλον (τιμωρίαν) ὅν μετέρχεται, τοῖς θεοῖς και τῇ δίκῃ πιστεύσει.

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by jeidsath »

νῦν δὴ ὁρῶ. ἐρωτᾷ ὁ Ὀρέστης ἐὰν ἔχῃ ἡ τιμωρία τελευτήν. ἀλλὰ παύει ἑαυτὸν τοῦ ἐρωτᾶν. πέποιθε γὰρ ὅτι λείψω τιμωρίαν. ἀσφαλῶς οἱ θεοὶ δώσουσι.

"πῶς νομίζετε ταῦτα ἁρμόζεσθαι τῷ νῦν καιρῷ;"

οὐκ οἴομαι ἐρωτᾶν τοῦτον τὸν Υλαδιμιρ (Vladimir) περὶ Ἁμλετ (Hamlet). ἴσως φησὶ περὶ τοῦ διαφθείρειν τοῦ ψηφίζεσθαι ὥς φασί τινες; ἢ τίνος ἄλλου;
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

Aetos wrote: Sat Jan 16, 2021 5:31 pm Εὐριπίδης αὐτὸν τὸν λόγον ἐν τῇ αὐτοῦ τραγῳδίᾳ Ἠλέκτρα ἔγραψεν·
γραμμὴ 580·
http://www.perseus.tufts.edu/hopper/tex ... card%3D547
ἐβουλόμην εἰπεῖν ἐὰν γνοῖτε ἐπιγνῶναι τίς ἐστίν ὁ γρᾶψας χωρὶς δὴ Περσέως...

VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

jeidsath wrote: Sun Jan 17, 2021 1:02 am νῦν δὴ ὁρῶ. ἐρωτᾷ ὁ Ὀρέστης ἐὰν ἔχῃ ἡ τιμωρία τελευτήν. ἀλλὰ παύει ἑαυτὸν τοῦ ἐρωτᾶν. πέποιθε γὰρ ὅτι λείψω τιμωρίαν. ἀσφαλῶς οἱ θεοὶ δώσουσι.

"πῶς νομίζετε ταῦτα ἁρμόζεσθαι τῷ νῦν καιρῷ;"

οὐκ οἴομαι ἐρωτᾶν τοῦτον τὸν Υλαδιμιρ (Vladimir) περὶ Ἁμλετ (Hamlet). ἴσως φησὶ περὶ τοῦ διαφθείρειν τοῦ ψηφίζεσθαι ὥς φασί τινες; ἢ τίνος ἄλλου;
γενικῶς εἶπα , ὡς τῷ νῦν αἰῶνι πολλαὶ εἰσι κακίαι ἐν ἀνθρώποισι καὶ γε πολλὴ ἀπιστία. ἐστιν ἆρα σοφὸν τοῦτο λογισμόν ;

Aetos
Textkit Zealot
Posts: 1041
Joined: Sat May 19, 2018 6:04 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by Aetos »

VladimirIonut wrote: Sun Jan 17, 2021 2:14 pm ἐβουλόμην εἰπεῖν ἐὰν γνοῖτε ἐπιγνῶναι τίς ἐστίν ὁ γρᾶψας χωρὶς δὴ Περσέως...
μετέγνων· ἔπειτα οὐ διαφθερῶ τὸν γρῖφον.

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by jeidsath »

οὐ δοκεῖ μοι σοφὸν εἶναι τὸ ὁμοιάζειν πασῶν κακιῶν. κακώτερόν γὰρ ἐστι τὸ κτεῖνον τοῦ τύπτοντος, τὸ τύπτον τοῦ κνῶντος, τὸ κνῶν τοῦ ἅπτοντος. ἀνάγκη δὲ ἡμᾶς φρονίμους εἶναι μετὰ πολλῶν κακιῶν πορευομένους. καίτοι γέ φημι ὅτι χρὴ ἀεὶ τὰ ὅμοια ποιεῖν. ταῦτα ἃ δεῖ ἡμᾶς ποιεῖν ἐστι τὸ ἀληθεύειν, τὸ ἀγαθοποιεῖν, τὸ ἀγαπᾶν, κτλ. ἐγὼ δὲ ἐν τῷ ποιεῖν τούτων πολλάκις ἁμαρτάνω, εὖ οἶδα, ὅμως δοκεῖ μοι εἶναι ταῦτα ἀληθῆ.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

εὖ εἴρηκας, ὦ βέλτιστε ! ἐγὼ δὲ οὕτως φαίην - κατὰ μέγαν τε σοφὸν ἀνήρ - μικρὸν μὲν ἀλλοιῶν τὸν τοῦ λόγου τόπον ( οὔπω ἔγνωκα πῶς "context" λέγοιμι, ἐὰν τις γνοῖη, εἴπῃ ) ἀλλὰ τὸν γε νοῦν νομίζω οὐ πολλὸν τοῦ προσήκοντος ἁμαρτάνειν :

"ἐχρῆν γὰρ διὰ τῆς γνώσεως τῶν ὄντων πρὸν τὸν αἴτιον τῶν ὄντων ἀνάγεσθαι τούς γε ἀληθεῖς φιλοσόφους ..."

γνῶσιν λέγω νῦν καὶ τὴν γηΐνην, τὴν δυστύχως δὴ μόνην ἡμῶν .

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by jeidsath »

αἴνιγμα πλέκεις, ὦ φίλε, ὃ οὐ συνίημι. ὁ δὲ αἴτιος τῶν ὄντων ἐστὶ ὁ Θεός ζητούμενος ὑπὸ τῶν φιλοσόφων. ἀλλὰ τί ἐστι αὕτη ἡ γηΐνη γνῶσις;
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

καὶγε οὐ δηλαδὴ κυρίως , δυνάμεθα ταύτην τὴν γνῶσιν καὶ προσαγορεύειν ( δευτέρως εἰπεῖν ) τὴν τῶν τοῦ κόσμου τούτου πραγμάτων, ἐπειδὴ τὰ σύμπαντα πέφυκε ἐνδιαθέτους λόγους ἔχειν οἵτινες δὴ μόνον πρὸς τὸν Θεὸν ἀνάγουσιν. εἰ μέντοι οὐκ ἐκεῖσε φθάνομεν, τὸ ἄνω Ὀρέστει ῥηθὲν ἐροῦμεν καὶ ἡμεῖς, ὅ καί που γέγονε.
κατὰ Δοστοϊεύσκιν:

τοῦ θεοῦ οὐκ ὄντος, ἐγώγε θεός.
Last edited by VladimirIonut on Wed Jan 20, 2021 11:12 pm, edited 1 time in total.

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by jeidsath »

οὐκ οἶδα τί λέγεις. φράσον μοι ἁπλῶς.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

VladimirIonut
Textkit Neophyte
Posts: 11
Joined: Sat Jan 02, 2021 9:25 pm

Re: γρῖφος - εἰπὲ τίς ποτε τόδε εἶπεν ἔπος .

Post by VladimirIonut »

Aetos wrote: Sat Jan 16, 2021 9:05 pm ὁ Ὀρέστης τιμωρήσει τὸν Αἴγισθον καὶ τὴν Κλυταιμήστραν τοῦ φόνου τοῦ πατρός, τοῦ Ἀγαμέμνονος. μετέρχεται τὴν τιμωρίαν. ἐάν ἀνασπάσηται τὸν βόλον (τιμωρίαν) ὅν μετέρχεται, τοῖς θεοῖς και τῇ δίκῃ πιστεύσει.
οὔ δυναίμην βέλτιον φράσαι τούτου.

περὶ δὲ τῆς ἀναλογίας παύσομαι λέγων.

τἀγαθά !

Post Reply