Sprechen Sie Attisch?

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Sprechen Sie Attisch?

Post by bedwere »

Χαῖρε

Image
Ἡ μήτηρ ἀσπάζεται τὸν υἱόν.

Τετελεσμένης τῆς τῶν Καταστερισμῶν ἀναγνώσεως, ἄρχεται ἡ ἀνάγνωσις τῶν Ἑλληνικῶν λόγων, τῶν ἐν τῷ Sprechen Sie Attisch? βιβλίῳ. Τοῦτο δὲ τὸ βιβλίον ὑπὸ Ἐδουάρδου Ἰωαννίδου Γερμανικοῦ γεγραμμένον διδάσκει λέγειν τῇ Ἀττικῇ τῆς Ἑλληνικῆς γλώττης διαλέκτῳ. Ἐν δὲ τῷ πρώτῳ διδάγματι μανθάνομεν ἀσπάζεσθαι τοὺς φίλους.

Ἀνάγνωσις τοῦ α’ διδάγματος

Τί πράττεις;

Image
Τρεῖς νεανίσκοι συλλαλοῦσιν ἐν τῇ παλαίστρᾳ. Εἷς δ'ἔχει στλεγγίδα.

Νῦν ἐρωτῶμεν τοὺς φίλους ἡμῶν. Ἆρα εὐδαιμόνως ἔχετε, ὦ φίλοι; Τί πράττετε;

Ἀνάγνωσις τοῦ β’ διδάγματος

Τί πάσχεις

Image
Τί πάσχει ἡ Ἀνδρομάχη; Ὡρακιᾷ γάρ.

Ἐν τῷ δευτέρῳ διδάγματι μανθάνομεν ἐρωτᾶν περὶ τῶν παθῶν. Ἐπειδὰν δέ τις πολὺ πίῃ, κραιπαλᾷ καὶ ἀλγεῖ τὴν κεφαλήν. Ὅταν δὲ ἡ θάλασσα ταράσσηται, πολλοὶ ναῦται ναυτιῶσι καὶ ἰλιγγιῶσιν. Εἰ μὲν τὸ ῥεῦμα ῥεῖ ἐκ τοὺ ῥινός σου, σὺ δὲ ῥιγεῖς, κόρυζά σε λαμβάνει. Ἀλλ' ἀεὶ θαρρῶμεν μηδὲ σκυθρωπάσωμεν.

Ἀνάγνωσις τοῦ γ’ διδάγματος

Τὸ βιβλίον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Sprechen Sie Attisch?

Post by Markos »

bedwere wrote:Ὅταν δὲ ἡ θάλασσα ταράσσηται, πολλοὶ ναῦται ναυτιῶσι καὶ ἰλιγγιῶσιν.
ὁ υἱός μου, ὅταν βλέπῃ οὖτος καλὴν κόρην, ἰλιγγιᾷ.

ἰλιγγιάω -- αἰσθάνομαι σκοτοδινίαν...ὡς ὅταν βλέπῃ τις ἀφ` ὑψηλοῦ μέρους πρὸς τὰ κάτω. (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ἀλλὰ πάντες ἡμεῖς ποτε. :lol:

User avatar
jeidsath
Textkit Zealot
Posts: 5332
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Sprechen Sie Attisch?

Post by jeidsath »

καλῶς ἔχεις πρὸς τὸ ἀναγιγνώσκειν!

ἓν δὲ αἴτημα ἔχω. ὁ μὲν Γερμανικὸς ἔγραψε "χαίρετε, ὦ φίλοι (ὦ δέποιναι)! ὦ κόραι!" καὶ οὖν οὕτως ἀνέγνως τὸν λόγον. εἰ δὲ τοῦτον τὸν λόγον τρίτον ἀνεγνως, μᾶλλον ἄν ἠράσθη μοι.

οὕτω:

χαίρετε, ὦ φίλοι
χαίρετε, ὦ δέποιναι!
χαίρετε, ὦ κόραι!
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ὑγίαινε!

Image
Ὁ Ἡρακλῆς φέρει τὴν ἀποτεθνηκυῖαν Ἄλκηστιν εἰς τὴν ταφὴν αὐτῆς. Ὥς φησιν ὁ Εὐριπίδης, κούφα σοι χθὼν ἐπάνωθε πέσοι.

Ὅταν ἀναχωρῶμεν ἀπὸ τῶν φίλων, λέγομεν αὐτοῖς χαίρετε ἢ ὑγιαίνετε. Οἱ μὲν πάλαι Ἕλληνες τοὺς θεοὺς ὑπὲρ τῶν φίλων ηὔχοντο. Οἱ δὲ Χριστιανοὶ εὔχονται τὴν Τριάδα. Ὅτὰν δὴ ἀποθάνωσιν οἱ φίλοι, οἱ ἀρχαῖοι ἔγραφον ἐπὶ τοῖς μνημείοις εὐχόμενοι μὴ τὴν γῆν βαρεῖαν γενέσθαι τοῖς νεκροῖς.

Ἀνάγνωσις τοῦ δ’ διδάγματος

Ἀντιβολῶ!

Image
Ὦ πάππα φίλτατε, φησὶν ἡ Θέτις τῷ Διί, χάρισαί μοι, ἀντιβολῶ.

Ἆρα διψῆτε ἢ χρῄζετέ τινος ἢ ὁ Ἀγαμέμνων ἀδικεῖ τὸ τέκνον ὑμῶν; Τί λέγομεν ὅταν βουλώμεθά τι ἀπό τινος; Ἀκούσατε οὖν τὸ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ε’ διδάγματος

Ἐπαινῶ!

Image
Ἀλλ'ἐπαινοῦμεν ὑμᾶς, ὦ Φιλήμων καὶ Βαυκίς.

Τί ἐροῦμεν ὅταν χαρισώμεθα; Καὶ τί ἀποκρινοῦμαι ὅταν οἱ ἄλλοι χάριν ἴδωσιν ἧμιν; Μάθωμεν οὖν ἀκούοντες.

Ἀνάγνωσις τοῦ ϛ’ διδάγματος

Τὸ βιβλίον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Sprechen Sie Attisch?

Post by Markos »

τὸ βιβλίον wrote:τοὺς θεοὺς εὔχομαί σοι διδόναι πολλὰ κἀγαθά.
bedwere wrote:Οἱ μὲν πάλαι Ἕλληνες τοὺς θεοὺς ὑπὲρ τῶν φίλων ηὔχοντο. Οἱ δὲ Χριστιανοὶ εὔχονται τὴν Τριάδα.
δεῖ οὖν ἐμὲ λέγειν "τὸν Θεόν ἐν Χριστῷ εὔχομαί σοι διδόναι πολλὰ κἀγαθὰ ἐκ Πνεύματος."
ὁ Εὐριπίδης wrote:κούφα σοι χθὼν ἐπάνωθε πέσοι.
λίαν δὲ κούφως ἔπεσεν ἡ γῆ ἑπάνω τοῦ Ἰησοῦ. ἀνέστη γὰρ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ἐπαινῶ ὑμᾶς, ὦ φίλοι, ἀεὶ χαρίζοντας με.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ἐπίστασαι ἑλληνίζειν;

Image
Χαῖρε, ὦ κόρη. Ἐπισταμαι ἑλληνίζειν ἔγωγε. Καὶ σύ; Διαλεχθῶμεν οὖν Ἑλληνιστί.

Τέλος εὑρήκατε τὴν κόρην. Δεῖ νῦν διαλέγεσθαι. Ἀλλὰ πῶς; Ἄρξασθε ἀκούοντες τὸ ἕβδομον δίδαγμα.

Ἀνάγνωσις τοῦ ζ’ διδάγματος

Ἐρωτήματα

Image
Τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται;

Μὴ φοβηθῆτε, ὦ φίλοι. Οὐ γὰρ ἀκούομεν τῆς Σφιγγὸς ἐν τῷ ὀγδόῳ διδγάματι, ἀλλὰ μανθάνομεν ῥᾴδια ἐρωτήματά τινα.

Ἀνάγνωσις τοῦ η’ διδάγματος

Ὄνομά σοι τί ἐστιν;

Image
δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·

Μάθωμεν μὲν ἐν τῷ ἐνάτῳ διδάγματι καὶ ἐρωτᾶν καὶ λέγειν τοὔνομα. Συμφέρει δ' ἐνίοτε κρύπτειν τὸ ἡμέτερον ὄνομα.

Ἀνάγνωσις τοῦ θ’ διδάγματος

Τὸ βιβλίον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Sprechen Sie Attisch?

Post by Markos »

bedwere wrote:Τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται;
τοῦτο τὸ αἴνιγμα νομίζω ἐπιλελυκέναι.
bedwere wrote:Τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται;
ὁ ἄνθρωπος! ὢν γὰρ βρέφος, ὡς τετράπους (δύο χεροῖν καὶ δύο ποδοῖν) ἔρχεται. ὅταν δὲ ἀνὴρ γίνηται, ὡς δίπους βαδίζει, ὀρθῶς ἐν δύο ποδοῖν. καὶ γέρων ὢν, ὡς τρίπους γίνεται. περιπατεῖ γὰρ μόλις σὺν δύο ποδοῖν καὶ βακτηρίᾳ.
τὸ βιβλίον wrote:θέλεις...λαλεῖν...ἑλληνιστί;
εἰκότως γε! μάλιστα! ἔγωγε νὴ Θεόν! διαλεχθῶμεν οὖν ἑλληνικῶς!

τέτραπους, ὁ, ἡ -- ὁ ἔχων τέσσαρας πόδας. (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Εὖγε, ὦ Μᾶρκε. Ἀμείνων γὰρ τοῦ Οἰδίποδος εἶ. :D

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Τίς ὥρα ἐστίν;

Image
Κάτω· οἱ γεωργοὶ πονοῦσιν ἐν τῷ ἀγρῷ διὰ τὰς τῆς ἐργασίας ὥρας.
Ἄνω· ὁ οἰκοδεσπότης δίδωσι τὸν μισθὸν τοῖς τῆς ἑνδεκάτης ὥρας ἐργάταις.

Ἐν τῷ δεκάτῳ διδάγματι μανθάνομεν ἐρωτᾶν καὶ λέγειν τὴν ὥραν. Τοῦτο δὲ χρήσιμόν ἐστι καὶ τοῖς σπουδαίοις καὶ τοῖς τῆς ἑνδεκάτης ὥρας.

Ἀνάγνωσις τοῦ ι’ διδάγματος

Μέρη τῆς ἡμέρας

Image
Τὰ τῆς ἡμέρας μέρη κατὰ τὸν Γουλιέλμον Χόγκαρθ.
Ἄνω, ἐξ εὐωνύμων· ἡ ἕως. Ἄνω, ἐκ δεξιῶν· ἡ μεσημβρία.
Κάτω, ἐξ ἀριστερῶν· ἡ ἑσπέρα. Κάτω, ἐκ δεξιῶν· ἡ νύξ.

Ἐν τῇ ἑνδεκάτῃ ἠχωγραφῇ ἀκούομεν πῶς τὰ τῆς ἡμέρας μέρη καλεῖται. Οὐ δ'ἐν τῇ Λονδίνῃ τῆς Βρεταννίας, ἀλλ' ἐν ταῖς Ἀθῆναις τῆς Ἑλλάδος.

Ἀνάγνωσις τοῦ ια' διδάγματος

Ὁ νῦν χρόνος. Ἑορταί

Image
Αἱ ὧραι τοῦ ἔτους.
Εἰκὼν τοῦ τετάρτου ἀιῶνος μετὰ τὸν Χριστὸν ἐν τῇ πόλει Κομπλούτῳ τῆς Ἰσπανίας.
Ἄνω, ἐκ δεξιῶν· τὸ ἔαρ. Ἄνω, ἐξ εὐωνύμων· τὸ θέρος.
Κάτω ἐξ ἀριστερῶν, τὸ φθινόπωρον. Κάτω, ἐκ δεξιῶν· ὁ χειμών.

Ἐν τῷ δωδεκάτῳ διδάγματι μανθάνομεν λέγειν καὶ περὶ τοῦ νῦν χρόνου καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἑορτὰς καὶ τοὺς μῆνας. Προσεσχετε δή· τὸ ἔναγχος ἐκ τοῦ ἄγχι, ἐγγύς, πλησίον· τὸ τῆτες σημαίνει ἐν τούτῳ τῷ ἔτει· τὸ πέρυσιν σημαίνει ἐν τῷ παρελθόντι ἔτει· τὸ νέωτα σημαίνει ἐν τῷ νέῳ ἔτει. Καὶ δὴ καί ἐσμεν νῦν ἐν τῷ δισχιλιοστῷ πέμπτῳ δεκάτῳ ἔτει. Κατὰ δὲ τοὺς Ἕλληνας τὸ δισχιλιοστὸν ἔνατον δέκατον ἔτος ἐστὶ ἐξ αὐτοῦ τὸ πέμπτον, οὐδὲ τὸ τετάρτον.Τέλος, τὸ "ἐπετείος, ον" ἐπίθετον σημαίνει κατ' ἔτος.

Ἀνάγνωσις τοῦ ιβ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ὁ ἀήρ

Image
Εὐδία ἐστίν. Οἱ οὐν ἄνθρωποι σχολάζουσιν ἐν τῇ ἐξέδρᾳ.

Τὸ δέκατον καὶ τρίτον δίδαγμα διδάσκει λέγειν περὶ τοῦ ἀέρος. Διὸ νομίζω ὅτι τοῦτο μάλα χρηστὸν ἔσται τοῖς τὴν Ἑλληνικὴν γλῶτταν λελεῖν πειρωμένοις.

Ἀνάγνωσις τοῦ ιγ' διδάγματος

Ἔξοδος

Image
Ἁμαξοστοιχία* ἀπερχομένη ἐκ τοῦ τῆς Ὀλυμπίας σιδηροδρομικοῦ* σταθμοῦ.

Ἐν τῷ δεκάτῳ καὶ τετάρτῳ διδάγματι ἀκούομεν νέους λόγους τινάς. Οἱ μὲν πάλαι οὐδὲ εἶχον τὴν ἁμαξοστοιχίαν οὐδὲ τὸν σιδηροδρομικὸν σταθμόν. Οἱ δὲ νῦν ἔχουσι καὶ τὸ ἀεροσκάφος.

Ἀνάγνωσις τοῦ ιδ' διδάγματος

Τὸ ἔρχεσθαι. Ἡ ὁδός.

Image
Οἱ μὲν βαδίζουσιν, οἱ δὲ χρῶνται τῇ ἁμάξῃ, οἱ δὲ τῷ λεωφορείῳ.

Ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ διδάγματι ἀκούομεν ὅπως οἱ ἄνθρωποι ἔρχονται πρὸς τὸν σταθμόν. Τί δ' ἐστὶ τὸ λεωφορεῖον; Οἱ γὰρ πάλαι οὐκ εἶχον αὐτό. Ἀλλὰ ῥᾴδιόν ἐστιν· τὸ λεωφορεῖόν ἐστιν ὄχημα τὸν λαὸν φέρον.

Ἀνάγνωσις τοῦ ιε' διδάγματος

Τὸ βιβλίον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Sprechen Sie Attisch?

Post by Markos »

bedwere wrote:τὸ τῆτες σημαίνει ἐν τῷ ἔτει·
πάνυ γε. τοῦτο δὲ μανθάνωμεν παρὰ Κωνσταντιηίδου:
Λ.Σ.Κ. wrote:τῆτες, σῆτες ἔχουσι σχέσιν πρὸς τὸ ἔτος οἵαν τὸ σήμερον, τήμερον πρὸς τὸ ἡμέρα.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Mεῖνον!

Image
Ἐπίσχες, μεῖνον, στῆθι, φησὶ ὁ Ἀπόλλω τῇ Δάφνῃ.

Ἐν τῷ ἑξηκαιδεκάτῳ μαθήματι πυνθανόμεθα ὅπως κελεύομεν μέν τινα μεῖναι. Ἐνίοτε δ'ἡ κελευσ θεῖσα οὐ μένει.

Ἀνάγνωσις τοῦ ιϛ' διδάγματος

Δεῦρ' ἐλθέ!

Image
Δεῦρ' ἐλθέ, κυνίδιον.

Ἐν τῷ δεκάτῳ καὶ ἑβδόμῳ διδάγματι ἀκούομέν τινος καλοῦντος ἕτερον. Ὁ μὲν πρῶτον προσέρχεται, ἔπειτα δὲ φροῦδός ἐστιν - τοῦτ'ἔστι πρὸ ὁδοῦ - εἰς τὸ κουρεῖον, ὅπου ὁ κορεὺς κείρει τὰς τρίχας τε καὶ ξυρεῖ τοὺς πώγωνας.

Ἀνάγνωσις τοῦ ιζ' διδάγματος

Φέρε ζῦθον!

Image
Εἰκὼν ἐν Πομπήοις δεικνῦσα καπηλεῖόν τι. Πάρεισιν δ' ἐν τῷ καπηλείῳ τέτταρες ὠνῆται καὶ εἷς παῖς.

Ἡ δεκάτη καὶ ὀγδόη ἠχωγραφὴ διδάσκει τί λέγωμεν ἐν τῷ καπηλείῳ. Ἐκεῖ οἱ μὲν ἄνθρωποι πίνουσιν ζῦθον καὶ ἐσθίουσι λαγῷα, ὁ δὲ παῖς κομίζει αὐτούς. Διὰ δὲ τὸ πολὺ ζῦθον πίνειν μεθύσκονται. Καπνὸς δὲ γίγνεται ἐκ τοῦ πυρός.

Ἀνάγνωσις τοῦ ιη' διδάγματος

Τὸ βιβλίον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Sprechen Sie Attisch?

Post by Markos »

τὸ βιβλίον wrote:ἢ πῖθι ἢ ἄπιθι.
σημαίνει τοῦτο ὅτι δεῖ ἢ χέζειν ἢ ἐξ ἀφεδρῶνος ἐξέρχεσθαι. :mrgreen:

χέζω -- ἀποπατέω (Λ.Σ.Κ.)
Last edited by Markos on Wed Dec 23, 2015 2:16 am, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Τοῦτο τὸ σῆμα θαυμαστόν ἐστιν ἔμοιγε, ὦ Μᾶρκε. :shock:

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Πεινῶ

Image
Ἐν ταύτῃ τῇ εἰκόνι εἰσὶν μὲν πρόσω ἐξ εὐωνύμων δύο πειρούνια*, τέτταρα
λεκάνια, ἕν χειρόμακτρον ἐπὶ τῶν λεκανίων, ἕν μαχαίριον, δυό κουτάλια*.

Ὀπίσω δὲ δυὸ τρυβλία, ἓν ποτήριον ἀλλ' οὐδὲν κύπελλον.
Ἆρα πεινᾶτε; Πῶς ἐν τῇ Ἀττικῇ διαλέκτῳ λέγομεν ὅτι φαγεῖν ἐθέλομεν; Ἀκούωμεν τὸ ἔνατον καὶ δέκατον δίδαγμα.

Ἀνάγνωσις τοῦ ιθ' διδάγματος

Τὸ δεῖπνον

Image
Οἱ δοῦλοι παρασκευάζουσι τὸ δεῖπνον. Ἔμπροσθεν μέν ἐστι κρέα λαγῷα. Ὄπισθεν δ' ὁρῶμεν ὀρνίθεια. Παῖς τις φέρει κρέα ὠπτημένα μετὰ γεωμήλων καὶ λαχανικοῦ εἰς τὴν τράπεζαν.

Τέλος ἐν τῷ εἰκοστῷ διδάγματι αὐκούομεν περὶ δείπνου. Οἱ μὲν ἄνθρωποι ἐσθίουσι διὰ τοῦ δείπνου κρέα μετὰ γεωμήλων καὶ λαχανικοῦ καὶ καταχύσματος. Ἔπειτα διὰ τοῦ ἐπιδείπνου ἔχουσι πλακοῦς καὶ τυρός καὶ πόπανα. Διὰ δὴ παντός ἐστιν οἶνος.

Ἀνάγνωσις τοῦ κ' διδάγματος

Εἰς τὸ γυμνάσιον

Image
Ῥωμαϊκὴ εἰκὼν ποιηθεῖσα μεταξὺ τοῦ ρπ' καὶ τοῦ ρπε' ἔτους μετὰ Χριστὸν
καὶ δεικνῦσα ἕνα διδάσκαλον καὶ τρεῖς μαθητάς.

Ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ διδάγματι ἀκούομεν ὅτι καιρός ἐστι ἡμῖν βαδίζειν εἰς τὸ διδασκαλεῖον. Τοιγαροῦν καθ' ἡμέραν μανθάνωμεν.

Ἀνάγνωσις τοῦ κα' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ὕστερος παρών

Image
Τοῦτο τὸ ὡρολόγιον οὐκέτι χωρεῖ.

Ὁ ταλαίπωρος μαθητὴς ὕστερος ἥκει εἰς τὸ γυμνάσιον ὅτι οὐ χωρεῖ τὸ ὡρολόγιον αὐτοῦ. Ὀργίζεται οὖν ὁ διδάσκαλος. Ἡμεῖς δὲ ἀκούσωμεν τὸ εἰκοστὸν καὶ δεύτερον δίδαγμα.

Ἀνάγνωσις τοῦ κβ' διδάγματος

Τὸ γράφειν

Image
Αὑτὴ ἡ εἰκὼν ἐν Πομπήιοις εὑρεθεῖσα δείκνυσι κόρην τινὰ ἔχουσαν γραφεῖον καὶ πίνακα.

Τὸ εἰκοστὸν καὶ τρίτον δίδαγμα ἔχει διάλογον μεταξὺ διδασκάλου καὶ μαθητοῦ. Τὸ δὲ τοῦ μαθητοῦ ἔργον οὐκ ἀρέσκει τῷ διδασκάλῳ.

Ἀνάγνωσις τοῦ κγ' διδάγματος

Τὸ γραμματικόν

Image
Πρισκιανὸς ὁ εὔδοξος Ῥωμαϊκὸς γραμματικὸς ἐξηγεῖται τοῖς μαθηταῖς τὴν γραμματικήν.

Τοῦτο τὸ δίδαγμα, τὸ εἰκοστὸν τέταρτον ὄν, περὶ τὴν γραμματικήν ἐστιν. Ἀκούσατε οὖν τὰ ὀνόματα τῶν πτώσεων καὶ τῶν χρόνων καὶ τῶν φωνῶν καὶ τῶν ἐγκλίσεων καὶ τῶν κεραιῶν.

Ἀνάγνωσις τοῦ κδ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Οὐκ ὀρθαὶ ἀποκρίσεις

Image
Λέγε, ὦ ’γαθέ!

Ὁ μὲν διδάσκαλος ἐρωτᾷ τὸν μαθητήν. Ὁ δὲ μαθητὴς οὐκ ὀρθῶς ἀποκρίνεται. Διὰ τοῦτο ὁ διδάσκαλος ὀργιζόμενος μέμφεται αὐτόν. Ἀκούσατε οὖν τὸ εἰκοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ κε' διδάγματος

Εἰκών τις

Image
Ἡ διδάσκαλος δείκνυσι τὴν εἰκόνα τοῖς μαθηταῖς.

Τὸ μὲν εἰκοστὸν καὶ ἕκτον δίδαγμα μικρόν. Ὁ δὲ διδάσκολος κελεύει τοὺς μαθητὰς βλέψαι εἰκόνα τινά.

Ἀνάγνωσις τοῦ κϛ' διδάγματος

Ἑλληνικοὶ ποιηταί

Image
Οἱ τῶν Ἑλλήνων καὶ οἱ τῶν Ῥωμαίων καὶ οἱ τῶν Ἰταλῶν ποιηταὶ κατὰ τὸν Ῥαφαήλ.

Ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ διδάγματι ἔστι διάλογος μεταξὺ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ περί τῶν βελτίστων Ἑλληνικῶν ποιητῶν.

Ἀνάγνωσις τοῦ κζ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Τὸ μεταβάλλειν

Image
Τοῦτο τὸ βιβλίον ἔχει τάς τε πράξεις τῶν ἀποστόλων ἐν τῇ Ἑλλινικῇ καὶ τὴν μεταγραφὴν ἐν τῇ Ῥωμαϊκῇ.

Ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ διδάγματι ἀκούομεν χρήσιμά τινα περὶ τοῦ μεταβάλλειν ἢ τοῦ μεταγράφειν.

Ἀνάγνωσις τοῦ κη' διδάγματος

Ἄσχολος

Image
Ὁ μὲν διδάσκαλος κελεύει τοὺς μαθητὰς προσέχειν τῷ ἔργῳ, οἱ δὲ μαθηταὶ δρῶσιν αὐτό.

Νῦν δὴ τὸ ἔργον ποιητέον. Τοῦτο οὖν μέλει τοῖς μαθηταῖς μετ'ἀλλήλων συλλαλοῦσιν. Ἀκούσατε, ὦ φίλοι, τὸ εἰκοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ κθ' διδάγματος

Ἔπαινος καὶ μέμψις

Image
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.

Ἰλιάς, βίβλος ί, στίχοι σμθ' καὶ σν'

Ὁ μὲν Ὀδυσσεὺς οὐ θέλει τὸν Διομήδη οὔτε ἐπαινεῖν οὔτε μέμφεσθαι αὐτόν. Τοῦτο δὲ οὐ μέλει τῷ διδασκάλῳ. Ἀκούσωμεν οὖν τὸ τριακοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ λ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Τὸ ᾄδειν

Image
Οἱ παῖδες ᾄδουσι μέλος τι.

Ἐν τῷ τριακοστῷ καὶ πρώτῳ διδάγματι οὐκ ἀκούομεν τῶν ᾀδόντων παιδῶν ἀλλὰ μανθάνομεν τοὺς λόγους περὶ τὸ μελῳδεῖν.

Ἀνάγνωσις τοῦ λα' διδάγματος

Ἡ τῶν πολεμικῶν ἄσκησις

Image
Οἱ τοῦ νῦν ὁπλῖται ἐν ταῖς Θερμοπύλαις. 

Νὴ Δία, φανερὸν ὅτι οἱ Μῆδαι μισοῦσιν ἡμᾶς διὰ τὴν ἐλευθερίαν ἡμῶν. Ἆρα οὐ θέλετε τὴν δημοκρατίαν αὐτοῖς φέρειν; Ἀκούοντες οὖν τὸ τριακοστὸν καὶ δευτέρον δίδαγμα ἀσκεῖτε τοὺς ὑμετέρους στρατιώτας. Ἀγαθῇ τύχῃ.

Ἀνάγνωσις τοῦ λβ' διδάγματος

Eὖ λέγεις

Image
Ὦ Ἀλκιβιάδη, ὁ Σωκτράτης φησί, οὐκ ἔχεις τὰ ἱμάτια.
Τοῦτο περιφανέστατον, ὦ Σώκρατες, ἀποκρίνεται ὁ Ἀλκιβιάδης. 

Σύγγνωτέ μοι, ὦ φίλοι. Οὐ γάρ ἐστι ἀληθινὴ ἡ τῆς εἰκόνος ἐπιγραφή. Ἐν τῷ μέντοι τριακοστῷ καὶ τρίτῳ διδάγματι ἀκούομεν τί λεκτέον ὅτε τις εὖ λέγει.

Ἀνάγνωσις τοῦ λγ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ναί

Image
Νὴ ἐμαυτόν

Ἐν τῷ τριακοστῷ καὶ τετάρτῳ διδάγματι μανθάνομεν λέγειν ὅτι ὁμολογοῦμεν.

Ἀνάγνωσις τοῦ λγ' διδάγματος

Οὔ

Image
Ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ, φησὶν ὁ Κύριος.

Ὥσπερ ἐμάθομεν λέγειν ναί, οὕτως δεῖ ἡμᾶς μαθεῖν ἀρνεῖσθαι. Ἀκούσατε οὖν τὸ τριακοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ λε' διδάγματος

Αἰτεῖ ἀργύριον

ImageImage
Εἴκοσι χρυσαῖ Γερμανικαὶ µάρκαι*

Ἐν τούτῷ τῷ διδάγματι, τῷ τριακοστῷ καὶ ἕκτῳ, ἀκούομέν τινος ἀργύριον παρὰ ἄλλων αἰτούντος. Ὁ μὲν αἰτούμενος δίδωσιν αὐτῷ, ὁ δὲ οὔ.

Ἀνάγνωσις τοῦ λϛ' διδάγματος

Τὸ βιβλίον.

ariphron
Textkit Neophyte
Posts: 87
Joined: Tue Jun 10, 2014 8:48 pm

Re: Sprechen Sie Attisch?

Post by ariphron »

Only now, a couple days ago, did I come across this project, after several months off from learning Greek. During much of that period, I worked on my German every day, so the recording comes to me at a very good time. This book is quite enjoyable to go through with the help of your recording. Thank you for bringing it to my attention. I probably wouldn't have the focus to go systematically through a book of this type without the recording; I pause it after every line to repeat the sentence out loud, and this procedure helps me keep my place, even if I don't imitate your pronunciation.

To me, this book is much more interesting than the Posellius, whose dialogues are extremely formal in style. Johnson gives us idiomatic colloquial expressions in both languages and full of modal particles, and it is quite fun to contemplate, for instance, in what sense the distinction between τίς ποθ' ὅδε; and τίς ἄρα ποτ' ἐστίν; might be considered equivalent to that between "Wer ist eigentlich der hier?" and "Wer muss das nur sein?"

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ὁ κάπηλος

Image
Ὁ κάπηλος ἔχων λαιμοδέτεια ἐπὶ τοῦ βραχίονος πωλεῖ τὰ αὐτοῦ.

Ἔν τῷ τριακοστῷ καὶ ἑβδόμῳ διδάγματι ἀκούομεν διαλόγον μεταξὺ καπήλου καὶ ὠνητοῦ.

Ἀνάγνωσις τοῦ λζ' διδάγματος

Παρὰ τῷ ἱματιοκαπήλῳ

Image
Ὁ ἀνὴρ ἔχει ὑποδήματα καὶ βράκας καὶ ἐπάνω ἱµάτιον καὶ πῖλον. Ὑπὸ δὲ τῶν ὑποδημάτων ἔχει περικνηµίδας. Ὑπὸ μὲν τοῦ ἐπάνω ἱµατίου ἔχει ἱµάτιον, ὑπὸ δὲ τοῦ ἱµατίου ἔχει χιτῶνα. Οὐδὲ ἔχει ῥινόµακτρον.

Ἐν τῷ τριακοστῷ καὶ ὀγδόῳ διδάγματι ἀνήρ τις ἔρχεται παρὰ τῷ ἱματιοκαπήλῳ καινὰ ἱμάτια πρίασθαι βουλόμενος.

Ἀνάγνωσις τοῦ λη' διδάγματος

Τὰ ὑποδήματα

Image
Παλαιὰ Ἀττικὰ ὑποδήματα ἐξ ἑφθῆς γῆς πεποιημένα.

Νῦν ὁ ἀνὴρ χρῆται ὑποδημάτων. Ὑποδύεται οὖν καὶ ἀποδύεται καινὰς ἐμβάδας ὡς πειρασόμενος. Ὑμεῖς δ' ἀκούσατε τὸ τριακοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ λθ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ἀπὸ τῆς ἀγορᾶς τῶν καρπῶν.

Image
Πολλοὶ καρποὶ καὶ λάχανα.

Ἀκούσαντες τὸ τετταρακοστὸν δίδαγμα ἴωμεν εἰς τὴν ἀγοράν. Ἕτοιμοι γὰρ ἔσομαι πρίασθαι καρπούς τε καὶ λάχανα.

Ἀνάγνωσις τοῦ μ' διδάγματος

Ὄρχησις

Image
Τὰ Ἰουδαϊκὰ ζεύγη ὀρχοῦνται.

Ἐν τῷ τετταρακοστῷ καὶ πρώτῳ διδάγματι οὐκ ἀκούομεν περὶ τῆς τῶν Ἑλλήνων ὀρχήσεως ἀλλὰ μᾶλλον περὶ τῆς μεταξὺ ἀνδρὸς καὶ γυναικός.

Ἀνάγνωσις τοῦ μα' διδάγματος

Μῦθός τις

Image
Κόρη τις λέγει ἑτέρᾳ κόρῃ μῦθόν τινα.

Τοῦτό ἐστι τὸ τετταρακοστὸν καὶ δεύτερον δίδαγμα ἔχον διάλογον μεταξὺ δυοῖν περὶ γυναικός τινος συλλαλούντοιν.

Ἀνάγνωσις τοῦ μβ' διδάγματος

Τὸ βιβλίον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Sprechen Sie Attisch?

Post by Markos »

bedwere wrote:Ἀκούσαντες τὸ τετταρακοστὸν δίδαγμα ἴωμεν εἰς τὴν ἀγοράν. Ἕτοιμοι γὰρ ἔσομαι πρίασθαι καρπούς τε καὶ λάχανα.
ἐλευσόμεθα δή, σοῦ γε τά χρήματα παρέχοντος. :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Τί λέγεις; Οὐδαμῶς. Ἤδη γὰρ ἔδωκά σοι ἐν τῷ τριακοστῷ καὶ ἕκτῳ διδάγματι. :wink:

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Oὐκ οἶδα

Image
ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι.

Ἐν τῷ τετταρακοστῷ καὶ τρίτῳ διδάγματι μανθάνομεν λέγειν ὅτι ἴσμεν τι ἢ οὔ. Ἀπολαύσατε οὖν.

Ἀνάγνωσις τοῦ μγ' διδάγματος

Ἡ καλὴ καὶ ἡ αἰσχρά.

Image
Αὑτὴ ἡ κόρη πρῶτον μὲν αἰσχρὰ ἦν. Ἔπειτα δ' ἐγένετο καλή.

Ἐν τῷ τετταρακοστῷ καὶ τετάρτῳ διδάγματι ἄνδρες τινὲς διαλογίζονται περὶ καλῶν τε καὶ αἰσχρῶν γυναικῶν. Ἀκούσατε οὖν.

Ἀνάγνωσις τοῦ μδ' διδάγματος

Ὁ Σχούλζιος

Image
Τί δρᾷς ὁ Σχούλζιος;

Ὁ Σχούλζιός ἐστι πλούσιος Γερμανός. Πολλοὶ ἄρα περὶ αὐτοῦ λέγουσι πολλά. Ὑμεῖς οὖν ἀκούσατε τὸ τετταρακοστὸν καὶ πέμπτον δίδαγμα καὶ μάθετε πῶς ὁ Σχούλζιος πλούσιος ἐγένετο.

Ἀνάγνωσις τοῦ με' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Πηλίκη;

Image
οἶκος Ῥωμαϊκός τις

Ἐν τούτῳ τῷ διδάγματι, τῷ τετταρακοστῷ καὶ ἕκτῳ, νεανίας τις ἐρωτᾷ ἄλλον περὶ τῆς ἡλικίας κόρης τινός. Ὁ δ' ἄλλος ἀποκρινάμενος καὶ περὶ τῆς ἡλικίας καὶ περὶ τοῦ οἴκου αὐτῆς ἐξηγεῖται.

Ἀνάγνωσις τοῦ μϛ' διδάγματος

Ἵμερος ἢ πόθος

Image
Τὸ πόθος τῆς κόρης λυπεῖ τὸν νεανίσκον.

Ὥσπερ οἱ ἐν τῷ τετταρακοστῷ καὶ ἑβδόμῳ διδάγματι, οὕτω πάντες ἡμεῖς διὰ τὸ ἵμερον καλῆς κόρης τινὸς ἐμάνημέν τοτε. Ἀκούσατε οὖν.

Ἀνάγνωσις τοῦ μζ' διδάγματος

Τί ποιήσω;

Image
Ὁ Δάντης ἰδὼν τὴν βεάτρικα οὐκ οἶδε τί ποιήσει.

Νῦν ὁ νεανίας ἐπιθυμῶν τῆς καλῆς κόρης ἐρωτᾷ τὸν φίλον τί ποιήσει. Ὁ γὰρ πόθος οὐκ ἐᾷ αὐτὸν ἐννοεῖν. Ἀκούσατε οὖν τὸ τετταρακοστὸν καὶ ὄγδοον δίδαγμα.

Ἀνάγνωσις τοῦ μη' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Εἶα δή

Image
Πειράσομαι

Νῦν χρὴ τὸν ἐραστὴν πρὸς τὴν ἐρωμένην λαλεῖν. Καὶ δὴ καὶ ὁ ἑταῖρος αὐτοῦ παρακαλεῖ αὐτόν. Ἀκούσατε τὸν τετταρακοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ μθ' διδάγματος

Ἀγαθὴ τύχη ἐν τῷ ἐρᾶν.

Image
Ὁ νεανίσκος καταφιλεῖ τὴν κόρην.

Τελὸς δὴ ὁ νεανίας ἐρρωμένος λαλεῖ πρὸς τὴν κόρην. Ἡ δὲ κόρη φιλεῖ αὐτόν. Οὕτω γὰρ ἀκούεται ἐν τῷ πεντηκοστῷ διδάγματι.

Ἀνάγνωσις τοῦ ν' διδάγματος

Ἡ πενθερά

Image
ὦ βδελυρὲ σύ!

Ὄσκαρ Οὐαίλντ εἶπεν ὅτι πᾶσαι μὲν αἶ γυναῖκες γιγνόνται ὅμοιαι ταῖς μητράσιν. Τοῦτο γάρ ἐστιν ἡ συμφορὰ αὐτῶν. Οὐδεὶς δ᾿ἀνὴρ τοῦτο ποιεῖ, ὅ ἐστιν ἡ αὐτοῦ. Ὑμεῖς δ' ἁκούσατε τὸ πεντηκοστὸν καὶ πρῶτον δίδαγμα.

Ἀνάγνωσις τοῦ να' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ὡς χαλεπόν!

Image
Ἡ Ξανθίππη ἡ τοῦ Σωκράτους γυνή, ἦν τῶν οὐσῶν καὶ τῶν γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτη.

Ἐν τῷ πεντηκοστῷ καὶ δευτέρῳ διδάγματι τὼ φίλω διαλέγεσθον περὶ χαλεπῆς γυναικός τινος. Ἀπολαύσατε ἄρα.

Ἀνάγνωσις τοῦ νβ' διδάγματος

Μὴ σκῶπτε!

Image
Ὁ Ἀριστοφάνης ἔσκωπτε πολλοὺς διὰ τῶν ἑαυτοῦ κωμῳδιῶν.

Νῦν ἀκούωμεν τὸ πεντηκοστὸν καὶ τρίτον δίδαγμα, ἐν ᾧ ἄνθρωπὸς τις οὔ φησιν ἥδεσθαι τῷ σκώπτεσθαι.

Ἀνάγνωσις τοῦ νγ' διδάγματος

Τέλος καλόν, ὅλα καλά

Image
Ἡ τῆς Κωνσταντινουπόλεως Τύχη στεφανοῖ τὸν Κωνσταντῖνον.

Τέλος χαίρωμεν. Πάντα γὰρ εὖ ἐγένετο. Ὑμεῖς δὲ ἀκούσατε τὸ πεντηκοστὸν καὶ τετάρτον δίδαγμα.

Ἀνάγνωσις τοῦ νδ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Ἐνταῦθα οἰκεῖ

Image
Ὁ Ἑλληνικὸς οἶκος κατὰ τὸν Βιτρούβιον

Ἐν τῷ πεντηκοστῷ καὶ πέμπτῳ διδάγματι ἄνθρωπός τις προσέρχεται πρὸς τὸν οἶκον ἄλλου. Ἔπειτα κόπτων ἐθέλει εἰσιέναι.

Ἀνάγνωσις τοῦ νε' διδάγματος

Πρῴ

Image
Δωμάτιον ἔχον κλίνην ἢ στρώματα. Ἐν δὲ τῇ γωνίᾳ ἔστι κόγχη.

Πρῴ ἐστιν. Ἐγείρεσθε. Ἀνίστασθε ἀκούειν τὸ πεντηκοστὸν καὶ ἕκτον δίδαγμα.

Ἀνάγνωσις τοῦ νϛ' διδάγματος

Καθῆσθαι. Στῆναι

Image
Ὁ παῖς φέρει πιεῖν τῷ ἀνδρὶ τῷ καθημένῳ.

Ἀκούσατε ἐν τῷ πεντηκοστῷ καὶ ἑβδόμῳ διδάγματι πῶς χρώμεθα τοῖς ῥήμασι περὶ τοῦ καθίζειν καὶ τοῦ ἀνίστασθαι.

Ἀνάγνωσις τοῦ νζ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Γυνὴ καὶ παιδία

Image
Ἀπονενιμμένον ἐστι τὸ παιδίον, ὦ δέσποινα.
Λήκυθος ἐν τῇ Ἐρετρίᾳ πεποιημένος μεταξὺ τοῦ υο' ἔτους καὶ τοῦ υξ' πρὸ Χριστοῦ.

Ἐν τῷ πεντηκοστῷ καὶ ὀγδόῳ διδάγματι περὶ τῆς γυναικός τε καὶ τῶν παιδίων μανθάνομεν. Ὁ δὲ οἰκοδεσπότης πολὺ φιλοῦσιν αὐτούς.

Ἀνάγνωσις τοῦ νη' διδάγματος

Ὁ τῶν παιδίων θόρυβος

Image
Τὰ μὲν παιδία παίζει, τὰ δὲ θορυβεῖ.

Οἴμοι, τὰ παιδία ἀλλήλα φλαῦρα ἐργάζεται. Ἀκούσατε οὖν τὸν θόρυβον ἐν τῷ πεντηκοστῷ καὶ ἐνάτῳ διδάγματι.

Ἀνάγνωσις τοῦ νθ' διδάγματος

Ἡ παιδεία

Image
Ὁ πατὴρ μέλλει πλῆξαι πληγαῖς τὸ παιδίον.

Διὰ τὸν θόρυβον ὀργισθείς, ὁ πατὴρ πρῶτον μὲν ἐρωτᾷ τὰ παιδία. Ἔπειτα δὲ παιδεύει ἓν ἄξιον ὂν πληγὰς λαβεῖν. Ἀκούσατε οὖν τὸ ἑξηκοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ ξ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Τὸ στασιάζειν

Image
Ἡ τοῦ Κατιλίνα στάσις

Νῦν ἐν τῷ ἑξηκοστῷ καὶ πρώτῳ διδάγματι ἀκούομεν περὶ τῶν στάσεων. Τήμερον μέντοι οὐ πᾶσαι αἱ στάσεις τοιαῦταί εἰσιν ὥσπερ ἐν τῷ πάλαι χρόνῳ.

Ἀνάγνωσις τοῦ ξα' διδάγματος

Ὁ τοῦ δήμου σύλλογος

Image
Ὁ σύλλογος τῶν Γερμανῶν ἐπὶ τῆς κίονος τοῦ Τραϊανοῦ.

Ἐν τῷ ἑξηκοστῷ καὶ δευτέρῳ διδάγματι ὁ ἔνδοξος ῥήτωρ δημηγορεῖ πρὸς τὸν σύλλογον. Ἔπειτα, ἐκείνου ἤδη ἀγορεύσαντος, καὶ ἄλλοι βούλονται λέγειν.

Ἀνάγνωσις τοῦ ξβ' διδάγματος

Φράσεις διὰ τῆς παιδιᾶς.

Image
Σχεδαὶ παικτικαὶ τῶν Γερμανῶν ἔχουσαι τοὺς τέτταρας ἱππεῖς·
τὸν τῶν κροτάλων καὶ τὸν τῶν ἐρυθρῶν καὶ τὸν τῶν φυλλείων καὶ τὸν τῶν βαλανίων.

Διὰ ταύτης τῆς παιδιᾶς φράσεις χρησταὶ ἀκούονται. Οὑ δὴ Ἑλληνικὴ ἡ παιδιά ἀλλὰ Γερμανική. Ἀπολαύσατε ἄρα τοῦ ἑξηκοστοῦ καὶ τρίτου διδάγματος.

Ἀνάγνωσις τοῦ ξγ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Παμμέγιστον.

Image
Τρεῖς Γερμανοὶ παίζουσι παιδιάν.

Τὸ παμμέγιστόν ἐστι τρόπος τοῦ τὴν παιδειὰν παίζειν. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν ἄλλας χρηστὰς φράσεις. Ἀκούωμεν οὖν τὸ ἑξηκοστὸν καὶ τετάρτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ξδ' διδάγματος

Παροιμίαι

Image
Τετράδραχμον τῶν Ἀθηνῶν ἔχον τὴν θεόν τε καὶ τὴν γλαῦκα.

Παράφρασις τῶν παροιμιῶν, τῶν ἐν τῷ ἑξηκοστῷ καὶ πέμπτῳ διδάγματι.
Μὴ ὀργίσθῃς.
Μαχομένοιν δυοῖν ἀκούσας, κρίνον.
Πολλαὶ γὰρ αἱ ἐν ταῖς Ἀθήναις γλαῦκες, ἰεραὶ τῇ θεῷ οὖσαι.
Φυλασσώμεθα ἵνα σῳζώμεθα.
Ὁ Ἀριστοτέλης εἶπεν ὅτι “μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδ᾽ ὀλίγος χρόνος.
Μὴ φροντίζει περὶ τῶν ἐμῶν.
Οὗτος οὕτω μισεῖ τοὺς ἀνθρώπους ὥστε ἔοικε τῷ Τιμῶνι, τῷ ἐν Ἀθήναις μισανθρώπῳ.
Παροιμία ἐπὶ τῶν τὰ αὐτὰ συνεχῶς λεγόντων.
Μανθάνομεν διὰ τῆς δυστυχίας.
Ἐκ Αἰσωπείου μύθου δηλοῦντος "ὅτι ὧν πρόχειρος ἡ δι' ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστιν."
Οὕτως ἀσθενὴς καὶ μαλακὸς ὡς οἱ Μυσοί.
Ὁ Ἀριστοφάνης ἐνόμιζε τοὺς ἀγαθοὺς ὀλίγους εἶναι.
Ὁμοία παροιμία λέγει ὅτι ἀεὶ τὸν ὅμοιον ἄγει θεὸς πρὸς ὅμοιον.
Ἐκείνη ἡ ναῦς οὐ πλεῖ οὔτε διὰ τοῦ ἀνέμου, οὔτε διὰ τῶν κοπῶν. Καὶ ὁμοίως ἡ πόλις ἡμῶν.
Τὰ χρήματα κρατεῖ ἁπάντων.
Πολλοὶ φίλοι δοκοῦσιν εἶναι τῷ πλουσίῳ.
Μὴ πειράσῃ δεινότατόν τι.
Τὰ νῦν οὐκ ἔστιν ὅμοια τοῖς πάλαι.
Ὅπου ἄν τις χαίρῃ, ἐκεῖ ἡ πόλις αὐτοῦ ἐστιν.
Οὕτω κακός ἐστιν ὁ ἄνθρωπος ὡς δραχμὴ οὐκ ὀρθῶς κεκομμένη. Εὑρίσκεται δ'ἐν Πλούτῳ.
Μεγάλη μὲν ἡ ὑπόσχεσις, μικρὸν δὲ τοὔργον.
Ἄχρηστον τοὔργον. Εὑρίσκεται δ'ἐν τῇ κωμῳδίᾳ τῶν Σφεκῶν.
Κακὸν μὲν ἦν τὸ πρᾶγμα. Νῦν δὲ κάκιόν ἐστιν.
ὁ Σεβαστὸς παρεκάλουν μὴ τάχιον ποιῆσαί τι.
Ἡ ἀρχὴ τοῦ ἔργου ἐστὶ πλεῖστον.

Ἀνάγνωσις τοῦ ξε' διδάγματος


Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Σημεῖα ὑπὲρ τῶν νῦν

Image
Παρίσιοι ἐν τῷ ἔτει ͵αϡʹ

Ἐν τῷ ἑξηκοστῷ ἕκτῳ διδάγματι, τῷ μακρῷ ὄντι, ἀκούομεν πολλοὺς καὶ χρηστοὺς λογοὺς ἵνα πολλὰ τοῦ νῦν χρόνου σημαίνωνεν.

Ἀνάγνωσις τοῦ ξϛ' διδάγματος

Τὸ βιβλίον.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Παραβολαὶ κ.τ.λ.

Image
Ἐπὶ ταύτης τῆς πηγῆς ἔστι παλίνδρομος γεγραμμένος.

Ἐν τῷ ἑξηκοστῷ ἑβδόμῳ καὶ ἑσχάτῳ διδάγματι ἀκούομεν ποικίλας παραβολὰς καὶ ἐνδόξους λόγους κ.τ.λ. Τὸ τέλος. Ἔρρωσθε.

Ἀνάγνωσις τοῦ ξζ' καὶ ἑσχάτου διδάγματος

Τὸ βιβλίον.

Πᾶσαι αἱ ἠχωγραφαί.

User avatar
bedwere
Global Moderator
Posts: 5101
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Sprechen Sie Attisch?

Post by bedwere »

Πᾶσαι αἱ κινηματογραφαὶ περὶ τοῦ Ἆρα Ἀττικιστὶ λέγεις; βιβλίου.
Image

Post Reply