Rouse-inspired monolingual oral drills for John's Gospel

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Rouse-inspired monolingual oral drills for John's Gospel

Post by Markos »

1. ἀσκήσεις περὶ τοῦ ἀμεταβάτου ῥήματος.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:56: Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.

τίς ἐγένετο τί?

Ἀβραὰμ εὔφρων ἐγένετο.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:3: ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.

τίς γίνεται τί?

Λάζαρος ἄρρωστος γίνεται.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:14: τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανεν.

τίς ἐγένετο τί?

Λάζαρος γίνεται νεκρός.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:35: ἐδάκρυσεν ὁ Ἰησοῦς.

τίς ἐγένετο τί?

Ἰησοῦς ἐγένετο ἄνθρωπος ἔχων ὔδωρ ῤέον ἐκ τῶν ὀφθαλμῶν.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:18: ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες: ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.

τίς γενήσεται τί?

Πέτρος γέρων γενήσεται.



2. ἀσκήσεις περὶ τοῦ μεταβατίκου ῥήματος.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:9: ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.

τί ποιεῖ τίνα τί?

τὸ φῶς ποιεῖ πάντα ἄνθρωπον δύνατον τοῦ βλέπειν.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:7: λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.

τίνες ἐποίησαν τίνας τί?

οἱ διάκονοι ἐποίησαν τὰς ὑδρίας πλήρη.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:15: καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας.

τίς ἐποίησε τίνα τί?

Ἰησοῦς ἐποίησε πάντας τοὺς ἀνθρώπους καὶ τὰ πρόβατα καὶ τοὺς βόας εἶναι ἔξω τοῦ ἱεροῦ.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:19: ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

τίς ποιήσει τίνα τί?

Ἰησοῦς ποιήσει τὸν ναὸν νέον


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:14: καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.

τίς ἐποίησε τίνα τί?

Μωϋσῆς ἐποίησε τὸν ὄφιν μετέωρον.



3. ἀσκήσεις περὶ τοῦ παθητικοῦ ῥήματος.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:2: ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.

δὸς ῥῆμα ἐνεργητικόν.

εἰς τὸν γάμον ὁ νυμφίος ἐκάλεσεν τὸν Ἰησοῦν καὶ τοὺς μαθητὰς αὐτοῦ.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:18: ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται:

δὸς ῥῆμα ἐνεργητικόν.

Θεὸς οὐ κρίνει τὸν εἰς Ἰησοῦν πιστεύοντα


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:59: ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν: Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.

δὸς ῥῆμα ἐνεργητικόν.

Ἰησοῦς ἔκρυψεν ἑαυτόν.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3: ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.

δὸς ῥῆμα ἐνεργητικόν.

τὴν δὲ οἰκίαν ἐπλήρωσεν ἡ τοῦ μύρου ὀσμή


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:27: νῦν ἡ ψυχή μου τετάρακται. καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.

δὸς ῥῆμα ἐνεργητικόν.

ὁ διάβολος ἐτάραξε τὴν τοῦ Ἰησοῦ ψυχήν.



4. ἀσκήσεις περὶ τῆς γενικῆς.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:12: ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.

τί ῥῆμα λείπει?

ἔδωκεν αὐτοῖς ἐξουσίαν γενέσθαι τέκνα γεννηθέντα ἐκ θεοῦ...


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3:1: ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων:

τί ῥῆμα λείπει?

...ἄνθρωπος ὃς ἄρχει τῶν Ἰουδαίων...


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35: εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς:

τί ῥῆμα λείπει?

ὁ ἄρτος ὃς ζωὴν δίδωσι.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:1: Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

τί ῥῆμα λείπει?

τὸ ὄρος ὃ ἄνθρωποι ὀνομάζουσι "τῶν Ἐλαιῶν."


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2: ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν:

τί ῥῆμα λείπει?

ἠ οἰκία ἐν ᾗ ὁ πατήρ μου σκηνοῖ.




5. ἀσκήσεις περὶ τῆς δοτικῆς.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26: Ἐγὼ βαπτίζω ἐν ὕδατι.

τί ἔχει ὁ Ἰωάννης?

ἔχει ὕδωρ.

τί ποιεῖ ἐν ὕδατι?

βαπτίζει ἐν ὕδατι.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:23: ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.

τίνα ἔχουσιν οἱ ἀληθινοὶ προσκυνηταί?

ἔχουσιν οἱ ἀληθινοὶ προσκυνηταὶ πνεῦμα καὶ ἀλήθειαν.

τί ποιήσουσιν οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν πνεύματι καὶ ἀληθείᾳ?

οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:39: ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν: καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ:

τίνα ἔχουσιν οἱ Ἰουδαῖοι?

τὰς γραφὰς ἔχουσι.

ἐν ταῖς γραφαῖς τί δοκοῦσιν οἱ Ἰουδαῖοι ἔχειν?

ἐν ταῖς γραφαῖς οὗτοι δοκοῦσι ζωὴν αἰώνιον ἔχειν.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:6: ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.

τί ἔχει Ἰησοῦς?

ἔχει δάκτυλον.

τί ποιεῖ τῷ δακτύλῳ?

τῷ δακτύλῳ γράφει.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:34: ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.

τί ἔχει ὁ στρατιώτης?

λόγχὴν ἔχει.

τί ἐποίησε λόγχῃ?

λόγχῃ ὁ στρατιώτης τὴν τοῦ Ἰησοῦ πλευρὰν ἔνυξε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
calvinist
Textkit Enthusiast
Posts: 474
Joined: Fri Apr 29, 2005 7:24 pm
Location: San Diego, CA

Re: Rouse-inspired monolingual oral drills for John's Gospel

Post by calvinist »

This is basically what they call "circling" in TPRS: http://www.jameshosler.com/2013/05/what ... mples.html I do this sometimes with my daughter during Latin lessons instead of simply asking her to tell me what the sentence means in English.

It's very good practice for languages with case systems like Latin/Greek, but I think it's better to "prompt" one part of the sentence at a time. For instance with this one: τί ποιεῖ τίνα τί? (answer: τὸ φῶς ποιεῖ πάντα ἄνθρωπον δύνατον τοῦ βλέπειν.)

First prompt the subject: τι ποιει παντα ανθρωπον δυνατον του βλεπειν; (το φως)

Then prompt the direct object: τινα το φως ποιει δυνατον του βλεπειν; (παντα ανθρωπον)

Then prompt the predicate accusative: τι ποιει το φως παντα ανθρωπον; (δυνατον του βλεπειν)

Then prompt the entire predicate: τι ποιει το φως; (ποιει παντα ανθρωπον δυνατον του βλεπειν)

Then you can add in some yes/no questions: το φως αποκτεινει παντα ανθρωπον; (the more comical the better)

Another yes/no question: το φως ποιει παντα ανθρωπον δυνατον του καθευδειν;

It works very well because it includes a lot of repetition of the vocabulary but in a more engaging way than simply re-reading the sentence, and it also makes one focus on case endings and is a great way to test comprehension without using English.

Post Reply