Μᾶρκος τοῖς φίλοις τοῖς ἑλληνίζουσι χαίρειν ἐν Κυρίῳ πλεῖστα.
τὴν σελήνην λέγουσι κυάνην νῦν εἶναι. ταύτην δ' οὐκ ἐδυνάμην ἰδεῖν διὰ τὰς νεφέλας.
Markos wrote:πρῶτον μὲν γὰρ ἔβρεξε. ἔπειτα δὲ τὴν βροχὴν εἰς χιόνα Θεὸς μετέβαλεν.
ἑκηβόλος wrote:ἐν τῷ νείφειν τὸν Θεόν, οὐ χιονίζονται αἱ στέγαι ἢ αἱ βάτοι;
αἱ στέγαι οὐκ ἐκαλύφθησαν ἐν νιφάσιν οὐδὲ αἰ βάτοι. αἱ γὰρ νιφάδες πίπτουσαι ἐτήκοντο.
ἑκηβόλος wrote:φαινομένου δὲ τὴν σήμερον ἡμέραν τοῦ ἡλίου καὶ θερμαίνοντος τοῦ ἀέρος, χιτωνίσκους ένδεδυμέναι γυναίκες περιπατοῦσιν ἐν τῇ ἀγορᾷ. τὸ πρῶτον ἐφανερώθη ἐπ᾽ ἔτος τὰ γόνατα.
ταύτης τῆς γραφῆς ἡ γραφή σου μιμνῄσκει με:
Irwin Shaw wrote:I like the girls in the offices. Neat, with their eyeglasses, smart, chipper, knowing what everything is about, taking care of themselves all the time...I like the girls on Forty-fourth Street at lunchtime, the actresses, all dressed up on nothing a week, talking to the good-looking boys, wearing themselves out being young and vivacious outside Sardi's, waiting for producers to look at them. I like the salesgirls in Macy's, paying attention to you first because you're a man, leaving lady customers waiting, flirting with you over socks and books and phonograph needles....I like to sit near the women in the theaters, the famous beauties who've taken six hours to get ready and look it. And the young girls at the football games, with the red cheeks, and when the warm weather comes, the girls in their summer dresses . . .
http://www.classicshorts.com/stories/dresses.html
bedwere wrote:Νῦν δὲ ὀμιχλὴ κατ᾽ ὀλίγον κατέρχεται.
ἡ δ' ζωὴ ἡ ἐν τούτῳ τῷ κόσμῳ ὀμιχλή ἐστιν. πρὸς δὲ ὀλίγον φαινομένη, ἀπέρχεται.
Ἰάκοβ. 4:14: wrote:ποία γὰρ ἡ ζωὴ ὑμῶν; ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ καὶ ἀφανιζομένη·
ἔρρωσθε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.