What's the weather like today (Ἑλληνιστί)
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Ὁ οὐρανός ἐστιν αὖθις συννέφελος. Ἆρα ἐπάνεισιν ὁ ὄμβρος;
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.

-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
βραδέως θερμαίνει ὁ ἥλιος τὸν ἀέρα.
διαβαίνω --βαίνω ἀπὸ τοῦ ἑνὸς μέρους εἰς τὸν ἕτερον, διέρχομαι. (Λ.Σ.Κ.)
διαβιβάζω -- ἐνεργ. τοῦ διαβαίνειν, ποιῶ διαβαίνειν, μεταφέρω εἰς τὸ ἀπέναντι μέρος. (Λ.Σ.Κ.)
καλῶς γέγραφας, φίλτατε. τὸ γὰρ διαβαίνω σημαίνει διὰ τοῦ ποταμοῦ ἔρχομαι, τουτ' ἐστιν ἄγω ἑμαυτὸν διὰ τοῦ ποταμοῦ. τὸ δὲ διαβιβάζω σημαίνει ἄγω ἄλλους διὰ τοῦ ποταμοῦ, τουτ' ἐστιν ποιῶ ἄλλον τινὰ διαβαίνειν τὸν ποταμόν.ἑκηβόλος wrote:διαβαίνοντα πρὸς δυσμαῖς, ἐκεῖνα τὰ λαοφορεῖα τὸν ποταμὸν διαβιβάζουσιν τοὺς ἐν αὐτοῖς ἐπιβάτας.
διαβαίνω --βαίνω ἀπὸ τοῦ ἑνὸς μέρους εἰς τὸν ἕτερον, διέρχομαι. (Λ.Σ.Κ.)
διαβιβάζω -- ἐνεργ. τοῦ διαβαίνειν, ποιῶ διαβαίνειν, μεταφέρω εἰς τὸ ἀπέναντι μέρος. (Λ.Σ.Κ.)
μόνον ὁ μόνος Θεὸς τοῦτο οἶδε.bedwere wrote:Ἆρα ἐπάνεισιν ὁ ὄμβρος;
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Σήμερον ὁ Θεὸς οὐκέτι ἐθέλει βροχὴν πέμψαι. Οἱ δ' ἔμπειροι λέγουσιν ὅτι μετὰ ὀλίγον χρόνον ὕσει.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Διδάσκαλος: τίς γέγραφε συγγράφημα;
Ἑκηβόλος: ἐγὼ ἑκηβόλος ἔγραψά τι.
Διδάσκαλος: δός μοι.
Ἑκηβόλος: Τί οὐν ἐθέλεις, κράτιστε διδάσκαλε;
Διδάσκαλος: Τί ἐννοήσας ἔγραψας τὸ πνευσάσης ... τῆς ἄρας; ἐν δὲ ποίῳ τρόπῳ μεταφέρει ὁ ἄνεμος ἄραν;
Ἑκηβόλος (αἰδοῦς ἐμπιμπλώμενος καὶ ἐρυθραινόμενος, εἶπεν αὐτῳ): οὐκ οἶδα, διδάσκαλε.
Διδάσκαλος: γιγνώσκεις δὴ τὴν ἰχθυοπώλιδα τὴν ἐνοικοῦσαν κατεντίον τῆς οἰκίας ἡμῶν;
Ἑκηβόλος: ναί.
Διδάσκαλος: καθ' ἡμέραν πρωΐας ἔτι οὖσης ἐγείρθη αὔτη καὶ καταρᾶται ἐξῆς καὶ τὸν ἄνδρα αὐτῆς καὶ τοὺς ἰχθύας καὶ τὸν ποταμὸν ἐξ οὗ ἀγρεύουσιν οἱ ἀλιεῖς.
Ἑκηβόλος: σὺ γὰρ ἀληθὲς εἶπες.
Διδάσκαλος: εἶτε πνοῦντος τοῦ ἀνέμου εἶτε γιγνομένης τῆς νηνεμίας ὁ φθόγγος τῆς φωνῆς αὗτης ὅλην τὴν γειτνίαν ταράσσει. τί δυνατὸς οὖν ὁ ἄνεμος τοῦ μεταφέρειν ἄραν;
Ἑκηβόλος: καὶ παντελῶς μὲν οὖν ἀδύνατος ὁ ἄνεμος μετενέγκαι ἄραν.
Διδάσκαλος: τί οὖν, ὦ παῖ, ἔγραψας τὸ πνευσάσης ... τῆς ἄρας;
Ἑκηβόλος: συγχώρισόν μοι νῦν ἅπαξ καὶ σχὲς συγγνώμην, διότι ἐν τῷ γράψαι με τὸ αὔρα λαθὼν τὸ ὔψιλον ἔγραψα τὸ ἄρα.
Διδάσκαλος: συγγνώμη τοι, καὶ τί ἐννοεῖ τὸ αὔρα;
Ἑκηβόλος: ἡ αὔρα ἄνεμος λεπτὸς καὶ ψυχρὸς καὶ πρωϊνὸς ὁ ἐκ τοῦ ποταμοῦ πνεύσας ἔστιν.
Διδάσκαλος: ἀληθὲς ἔλεγες. καὶ τί τὸ ἄρα;
Ἑκηβόλος: ὁ λόγος ἐν ᾧ βλασφημεῖ ὁ ἄνθρωπος τῷ ἄλλῳ, ἢ τὸ ῥηθὲν ὑπὸ μαγίσσης τοῦ καταρᾶν καὶ βασκαίνειν τινί.
Διδάσκαλος: Μάλιστα. ἀνααγνως τὴν ἄσκησίν σου.
Ἑκηβόλος: σήμερον πνευσάσης ἐκ ποτάμου τῆς αὔρας, ἐψύχθησαν ταχέως τὰ ῥάκη.
Διδάσκαλος: νῦν δὲ, ὦ Ἑκηβόλε, δεκάκις ἐπαναλαβὼν εἰπὲ τὸ πνευσάσης ... τῆς αὔρας.
Ἑκηβόλος: πνευσάσης ... τῆς αὔρας, πνευσάσης ... τῆς αὔρας, πνευσάσης ... τῆς αὔρας ... κτλ.
Διδάσκαλος: λοιπὸν. τίς ἔχει ἐρώτημα;
Μάρκος: φιλτάτιστε διδάσκαλε θέλω ἐγῶγε ἐρωτᾶν τῷ κρατιστοτάτῳ ἑκηβόλῳ ἐρώτημά τι.
Διδάσκαλος: καλῶς οὐν ἐρώτησον τούτῳ.
Μάρκος: Φίλτατε καὶ κράτιστε ἑκηβόλε, καλῶς σύγε νῦν εἶπες. συμφωνῶ ἐγῶγε ὅτι ἐκ τοῦ ποταμοῦ πνεῖ ὁ ἄνεμος ἐκεῖνος. ἐρώτημα τι ἔχω σοίγε ἐγῶγε. ὅτε καλῶς εἶπες σύγε τὸ σήμερον πνευσάσης ἐκ ποτάμου τῆς [αὔ]ρας, ἐψύχθησαν ταχέως τὰ ῥάκη. ποῦ ἐψύχθησαν τὰ ῥάκη. εἰ ἔξω τῆς οἰκίας κρέμαται τὰ ῥάκη ἢ ἐντός;
Διδάσκαλος: ἑκηβόλε, ἀποκρίθητι μὴν τὸ ἐρώτημα τοῦ Μάρκου τοῦ συμφοιτητοῦ σου.
Ἑκηβόλος: Κράτιστε Μάρκε. εὐδίας γενομένης καὶ μὴ ὄντος τοῦ τῆς τῶν γειτόνων μαγειρεύσεως ἄτμου πλύνοντες τὰ ῥάκη ἐντὸς τῆς οἰκίας κρέμνυμεν αὐτὰ ἔξω. ἐν δὲ τῇ κώμῃ τῆς γυναικός μου οὐ μόνον ἔξω τῆς οἰκίας κρέμαται τὰ ῥάκη, ἀλλὰ καὶ ἔξω τῆς οἰκίας πλύνεται αὐτά. ἰδού, ἡ γείτων δύο ἔχει ῥάκη. τὸ μὲν καθαρὸν ἐπὶ τῆς κεφαλῆς τοῦ ἀλέξειν τὸ ἡλιακὸν φῶς τοῦ χρῶματος αὐτῆς, τὸ δὲ ἀκάθαρτον ἐν τῷ λάκκῳ πλύνεται.
Ἑκηβόλος: ἐγὼ ἑκηβόλος ἔγραψά τι.
Διδάσκαλος: δός μοι.
Διδάσκαλος: ὦ ἑκηβόλε, στῆθι.ἡ τοῦ ἑκηβόλου ἄσκησις wrote:σήμερον πνευσάσης ἐκ ποτάμου τῆς ἄρας, ἐψύχθησαν ταχέως τὰ ῥάκη.

τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
τοῖς φίλοις Μᾶρκος χαίρειν πλεῖστα.
μισῶν τοὺς ἀνέμους, τούτους καταρῶμαι.
ἔρρωσθε!
μισῶν τοὺς ἀνέμους, τούτους καταρῶμαι.
ἐν τούτῳ τῷ διαλόγῳ, Μᾶρκος εὐδόκησεν.ἑκηβόλος wrote:Διδάσκαλος: τίς γέγραφε συγγράφημα;
Ἑκηβόλος: ἐγὼ ἑκηβόλος ἔγραψά τι.
Διδάσκαλος: δός μοι...
ἑκηβόλος wrote:σήμερον πνευσάσης ἐκ ποτάμου τῆς ἄρας, ἐψύχθησαν ταχέως τὰ ῥάκη.
πολλὰ μὲν οὖν καὶ καλλὰ περὶ τοῦ ἄρα καὶ τοῦ αὔρα γέγραφας σύγε.then, correcting his minor typo, ἑκηβόλος wrote:σήμερον πνευσάσης ἐκ ποτάμου τῆς αὔρας, ἐψύχθησαν ταχέως τὰ ῥάκη.
καλὸς λεξικογράφος εἶ συ, ὦ φίλτατε. πρβλ: αὔρα -- ἀὴρ ἐν κινὴσει, πνόη ἀέρος, κυρίως δροσερὰ πνόη ἐκ θαλάσσης ἢ ἐκ ποταμῶν ἐρχομένη. (Λ.Σ.Κ.)ἑκηβόλος wrote:ἡ αὔρα ἄνεμος λεπτὸς καὶ ψυχρὸς καὶ πρωϊνὸς ὁ ἐκ τοῦ ποταμοῦ πνεύσας ἔστιν.
καλῶς εἶπες. πρβλ: ἄρα -- κατάρα, ἐπίκλησις τῆς θείας ἐκδικήσεως. (Λ.Σ.Κ.)ἑκηβόλος wrote:Διδάσκαλος: ...καὶ τί τὸ ἄρα;
Ἑκηβόλος: ὁ λόγος ἐν ᾧ βλασφημεῖ ὁ ἄνθρωπος τῷ ἄλλῳ...
πρβλ:Μᾶρκος wrote:μισῶν τοὺς ἀνέμους, τούτους καταρῶμαι.
Μᾶρκος οὖν εἰς τὰς αὔρας ἀρῶν ἐνέπνευσε. ἡ ἄρα οὖν οὐκ ἔπνευσε, ἀλλὰ ἐνεπνεύσθη.Acts 9:1: Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου...
τούτοις οὖν λέγω τοῦτο: γενηθήτω τὸ θέλημα αὐτοῦ.bedwere wrote:Σήμερον ὁ Θεὸς οὐκέτι ἐθέλει βροχὴν πέμψαι.
ἔρρωσθε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Καλῶς ποιεῖτε, ὦ φίλοι, πολλὰ γράφοντες. Ἐγὼ δὲ μόνον λέγω ὅτι τοῦ ὄμβρου ἀποχωρήσαντος εὐδία ἔχει.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
ἑκηβόλος wrote:Ἑκηβόλος: ἡ αὔρα ἄνεμος λεπτὸς καὶ ψυχρὸς καὶ πρωϊνὸς ὁ ἐκ τοῦ ποταμοῦ πνεύσας ἔστιν.
τί τὸ δροσερὰ πνόη εἰ μὴ ὁ ἄνεμος ὁ ἀναδοὺς τὴν δρόσον.Markos wrote: αὔρα -- ἀὴρ ἐν κινὴσει, πνόη ἀέρος, κυρίως δροσερὰ πνόη ἐκ θαλάσσης ἢ ἐκ ποταμῶν ἐρχομένη. (Λ.Σ.Κ.)
τῆς δρόσου μόνης πρὶν τὸ ἀνατέλλειν τὸν ἥλιον γενομένης, νομίζω, ὦ Μάρκε, ὅτι τὸ δροσερὸς ἐννοεῖ καὶ τὸ πρωῒ καὶ τὸ ὕγρον.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
πρβλ. = παράβαλεMarkos wrote:πρβλ.
καλῶς ἐποίησας εἰσαγαγων ὧδε τὸ συντόμως γράφειν τὸ παράβαλε, ὦ Μάρκε, καὶ ἔμαθόν τι καινόν.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
πρβλ. καὶ τὸ τοῦ Caruso.Markos wrote:καλῶς εἶπες. πρβλ: ἄρα -- κατάρα, ἐπίκλησις τῆς θείας ἐκδικήσεως. (Λ.Σ.Κ.)ἑκηβόλος wrote:Διδάσκαλος: ...καὶ τί τὸ ἄρα;
Ἑκηβόλος: ὁ λόγος ἐν ᾧ βλασφημεῖ ὁ ἄνθρωπος τῷ ἄλλῳ...
ἀρά, ᾶς, ἡ = εὐχή, ῆς, ἡ
εὐχή, ῆς, ἡ = λιτή, ῆς, ἡ, διάλογος πρὸς θεόν. εὐχὰς ποιῶ = εὔχομαι τῷ θεῷ
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Χαλκοῦς μὲν ὁ οὐρανὸς ὁ ἐν τῇ Τιβέτ. βλέπει δὲ ἡ γυνὴ τὸ πεδίον τὸ ἐκτεινόμενον ὡς τὰ ὄρη. μάλιστα δὲ ἱκατεύεται καὶ ἀντιβολεῖ τὸ ὑψηλότατον καὶ χιονοβόλον μεταδιδόναι αὐτῇ τὴν καλὴν τύχην.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
τὸν Θεὸν ὁρῶ τὰς νεφέλας συναθροίζοντα. πότερον δ' ἐν νῷ ἔχει ὕειν ἢ οὔ, οὐκ οἶδα.
δροσόομαι -- εἰμὶ ὑγρὸς ἐκ τῆς δρόσου. (Λ.Σ.Κ.)
σύμφημι. πρωῒ γὰρ τὰ χλωρὰ δεδροσωμένα βλέπομεν.ἑκηβόλος wrote:τῆς δρόσου μόνης πρὶν τὸ ἀνατέλλειν τὸν ἥλιον γενομένης, νομίζω, ὦ Μάρκε, ὅτι τὸ δροσερὸς ἐννοεῖ καὶ τὸ πρωῒ καὶ τὸ ὕγρον.
δροσόομαι -- εἰμὶ ὑγρὸς ἐκ τῆς δρόσου. (Λ.Σ.Κ.)
μόνον μὲν λέγεις τοῦτο, φίλατε, μόνος δέ. ἐγὼ γὰρ καὶ ὁ ἑκηβόλος οὐ βλέπομεν εὐδίαν ἔχουσαν.bedwere wrote:Καλῶς ποιεῖτε, ὦ φίλοι, πολλὰ γράφοντες. Ἐγὼ δὲ μόνον λέγω ὅτι τοῦ ὄμβρου ἀποχωρήσαντος εὐδία ἔχει.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Νῦν ἐνταῦθα ὁ ἥλιος μέλλει δύειν. Οὐδὲ ὁρῶ νεφέλας ἐν τῷ οὐρανῷ.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
εὐδία ἔχει μέν, μενεῖ δ' οὔκ. χιόνα γὰρ προσδοκῶμεν.
τοῦτο σου γράψαντος, ἤδη δέδυκεν ὁ ἐνταῦθα ἥλιος.bedwere wrote:Νῦν ἐνταῦθα ὁ ἥλιος μέλλει δύειν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Χαίρετε, ὦ φίλοι. Ὁ δ' ἐπὶ ἡμῶν οὐρανὸς μεταβάλλεται. Τῇ μὲν γὰρ παρελθούσῃ νυκτὶ ὗσε. Ἔπειτα δ' ὁ ἥλιος ἐφάνη. Νῦν δ' ἐσπέρας οὔσης αὐθὶς κεκάλυπται ὁ οὐρανός.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
τοῦ νέφους ὄντος πολλοῦ οὐ βλέπομεν σήμερον τὸ ἄλλο χεῖλος.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
οἴχεται ἡ χιών.
ἀξιόλογα λέγεις. οὐ γὰρ πολλάκις τοὺς τῆς San Diego καιροὺς μεταβάλλει ὁ Θεός.bedwere wrote:Ὁ δ' ἐπὶ ἡμῶν οὐρανὸς μεταβάλλεται.
κρύπτεται οὖν ἡ ἐναντία ὄχθη τοῦ ποταμοῦ.ἑκηβόλος wrote:τοῦ νέφους ὄντος πολλοῦ οὐ βλέπομεν σήμερον τὸ ἄλλο χεῖλος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
οὐκέτι οὖν βλέπεις ταύτην.Markos wrote:οἴχεται ἡ χιών.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Νῦν εὐδία ἔχει ὡς εἴωθε ἐν τῇ Διδακουπόλει.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- rustymason
- Textkit Fan
- Posts: 240
- Joined: Wed Apr 06, 2005 8:26 pm
- Location: Sugar Land, TX
Re: What's the weather like today (Ἑλληνιστί)
φαὶνεται ὁ ἥλιος ἀλλὰ ψῦχός ἐστιν καὶ ἄνεμος πνεῖ μέγας.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Προσέρχονται νεφέλαι ἀπὸ τῶν δυσμῶν. Λέγουσιν γὰρ ὅτι ὕσει τῇ πέμπτῃ ἡμέρᾳ. Ὑμεῖς δ' ὑγιαίνετε.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
εὐδία ἔχει πλὴν τῶν ἀνέμων σκληρῶν ὄντων καὶ ψυχρῶν καὶ ἐναντίων καὶ μάλιστα Μάρκῳ μισητῶν.
μισητός, ή, όν -- ὁ μισούμενος, ὁ μίσους ἄξιος, ἀπεχθής (Λ.Σ.Κ)
τηκτός, ή όν -- ῥημ. ἐπιθ. τοῦ τήκω, τετηκώς (Λ.Σ.Κ.)

ναί. τὴν δὲ χιόνα τὴν ἐπὶ γῆς, τηκτὴν οὖσαν, οὐκ ὁρῶ .ἑκηβόλος wrote:οὐκέτι οὖν βλέπεις ταύτην.Markos wrote:οἴχεται ἡ χιών.
τηκτός, ή όν -- ῥημ. ἐπιθ. τοῦ τήκω, τετηκώς (Λ.Σ.Κ.)
χαίρε, φίλε Ῥύστι. μεγάλως κἀν τῇ γῇ μου πνέουσιν οἱ ἄνεμοι. χαίρω δ' ἰδών σε ἐνταῦθα γράφοντα. ἔρρωσο.rustymason wrote:φαὶνεται ὁ ἥλιος ἀλλὰ ψῦχός ἐστιν καὶ ἄνεμος πνεῖ μέγας.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- rustymason
- Textkit Fan
- Posts: 240
- Joined: Wed Apr 06, 2005 8:26 pm
- Location: Sugar Land, TX
Re: What's the weather like today (Ἑλληνιστί)
ἐπαινῶ, ὦ Μάρκε.
εὐδία ἐστὶν ἡδίστη. πάλιν ἔχομεν ἥλιον καὶ θάλπος ἐστίν. καλλίστα ἡμέρα.
εὐδία ἐστὶν ἡδίστη. πάλιν ἔχομεν ἥλιον καὶ θάλπος ἐστίν. καλλίστα ἡμέρα.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Ἐνταῦθα κατὰ μέρος συννέφελος οὐρανὸς ἔχει.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
τοῦ ἔαρος ἐπιγιγνομένου, εὐδία ἔχει ὥστε εὐφραίνομαι καὶ χάριν τῷ Θεῷ ἔχω.
καὶ σέγε, φίλτατε.rustymason wrote:ἐπαινῶ, ὦ Μάρκε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
πρωῒ σφόδρα ἐπινεφέλων ὄντων ἔσχομεν σήμερον ἐν Βάγκοκ ὄμβρους.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
χαίρω ἰδεῖν τὴν τοῦ ἦρος ἀρχήν. σήμερον δὲ δύο χελιδόνας εἶδον. καὶ τὼ χελιδόνε τὸ ἔαρ ποιοῦσι.Aristotle wrote:μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
νομίζω οὖν σε ἐν Θαιλανδ ὄντα.ἑκηβόλος wrote:...ἔσχομεν σήμερον ἐν Βάγκοκ ὄμβρους.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Σήμερον ὁ οὐρανός ἐστι διὰ παντὸς συννέφελος. Οὐ γὰρ μόνον ἐψάκαξε ἀλλὰ καὶ ὕσει ταύτῃ τῇ νυκτί.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
τῇ νῦν ὥρᾳ ὀνομάζονται οἱ ὀμβροι ὄμβροι, θέρους δὲ ὄντος οἱ μεσημβινοὶ ὄμβροι ἱππαλὸς ὀνομάζονται.Markos wrote:νομίζω οὖν σε ἐν Θαιλανδ ὄντα.ἑκηβόλος wrote:...ἔσχομεν σήμερον ἐν Βάγκοκ ὄμβρους.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- rustymason
- Textkit Fan
- Posts: 240
- Joined: Wed Apr 06, 2005 8:26 pm
- Location: Sugar Land, TX
Re: What's the weather like today (Ἑλληνιστί)
χαίρετε, ὦ φίλοι! πάλιν ἐν Χιούστᾠ ἥλιος λάμπει καὶ εὐδία ἐστίν. εἰς αὖθις!
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Οὐχ ἡλιάζομαι ἔγωγε Διδακουπόλει. Διὰ γὰρ τῆς παρεληλυθυίας νυκτὸς ὗσε, νῦν δὲ συννέφελος οὐρανὸς ἔχει. Ἔρρωσθε
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
τῷ Θεῷ δεῖ με ἡλιασμένον εὐχαριστεῖν.
ἡλιάζω -- ...Παθ. θερμαίνομαι ἐν τῷ ἡλίῳ. (Λ.Σ.Κ.)
ἡλιάζω -- ...Παθ. θερμαίνομαι ἐν τῷ ἡλίῳ. (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
ἀποδημοῦντος δὲ ἐμοῦ ἔβρεξεν ὦδε ὧστε μόλις καλυφθῆναι πάλιν τὰ θεμέλια τὰ τῆς γεφύρης.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
ὦ Ῥύστι, σήμερον ἐπινέφαλός ἐστιν καὶ νῦν τῇ τρίτῃ ὥρᾳ οὐκέτι λάμπει ὁ ἡλιος.rustymason wrote:χαίρετε, ὦ φίλοι! πάλιν ἐν Χιούστᾠ ἥλιος λάμπει καὶ εὐδία ἐστίν. εἰς αὖθις!
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Ἐνταῦθα ὁ οὐρανὸς μεταβάλλεται. Τὸ μὲν γὰρ ὁ ἥλιος λάμπει, τὸ δ' αἱ νεφέλαι καλύπτουσιν αὐτόν.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Markos wrote:εὐδία ἔχει
φίλτατοι, τί ἐννοεῖ τὸ εὐδία ἔχει;bedwere wrote:εὐδία ἔχει
Last edited by ἑκηβόλος on Sun Mar 25, 2018 5:37 pm, edited 1 time in total.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
λέγουσιν οἱ τῶν καιρῶν ἔμπειροι εὐδίαν ἕξειν. ἐλπίζω δ' ὅτι ἀκριβῶς λέγουσι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
καλῶς τοῦτο ἐρωτᾷς.ἑκηβόλος wrote:Markos wrote:εὐδία ἔχειφίλτατοι, τί ἐννοιεῖ τὸ εὐδία ἔχει;bedwere wrote:εὐδία ἔχει
τὸ «εὐδία ἔχει» σημαίνει τὸ «εὐδία ἐστί, εὐδίαν βλέπομεν, πέφηνα ἡ εὐδία,» τοῦτ' ἐστιν «εὔδιος ὁ οὐρανός, λαμπρὸς καὶ γαληνὸς ὁ ἀήρ, λάπει ὁ ἥλιος, χειμῶνος μὴ ὄντος,» κ.τ.λ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
εἰ τὸ εὔδια ἔχει ἐγράψατε ὑμεῖς ἢ τὸ εὐδίαν ἔχει, ἐρώτημα οὐκ εἶχον ἄν, ἀλλὰ πολλάκις ἀνέγνων τὸ εὐδία ἔχει ἀπορῶν τοῦ κατανοεῖν τί ἔχει ἡ εὐδία. λέγε, ὦ φίλε καὶ μὴ ἐντρέπου, ποταπὴ ἡ σύταξις τοῦ εὐδία ἔχει;Markos wrote:καλῶς τοῦτο ἐρωτᾷς.ἑκηβόλος wrote:Markos wrote:εὐδία ἔχειφίλτατοι, τί ἐννοεῖ τὸ εὐδία ἔχει;bedwere wrote:εὐδία ἔχει
τὸ «εὐδία ἔχει» σημαίνει τὸ «εὐδία ἐστί, εὐδίαν βλέπομεν, πέφηνα ἡ εὐδία,» τοῦτ' ἐστιν «εὔδιος ὁ οὐρανός, λαμπρὸς καὶ γαληνὸς ὁ ἀήρ, λάπει ὁ ἥλιος, χειμῶνος μὴ ὄντος,» κ.τ.λ.
Last edited by ἑκηβόλος on Mon Mar 26, 2018 1:15 am, edited 1 time in total.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;
- bedwere
- Global Moderator
- Posts: 5111
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Τί δὴ ἀμφίβολόν ἐστιν, ὦ Ἐκηβόλε; Τὸ γὰρ ῥῆμα ἔχω καὶ ἀλλοπαθές ἐστιν, παραδείγματος ἕνεκα · ἔχω μῆλον ἐν τῇ χειρί, καὶ ἀμετάβατον · καλῶς ἔχω.
Ἐνταῦθα μὲν κατὰ μέρος συννέφελός ἐστι. Νῦν δὲ ὅρω τὸ τοῦ ἡλίου φῶς.
Ἐνταῦθα μὲν κατὰ μέρος συννέφελός ἐστι. Νῦν δὲ ὅρω τὸ τοῦ ἡλίου φῶς.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- ἑκηβόλος
- Textkit Zealot
- Posts: 969
- Joined: Wed Aug 07, 2013 10:19 am
- Contact:
Re: What's the weather like today (Ἑλληνιστί)
Τὸ μὲν πρῶτόν σου παράδειγμα τὸ διαβατικὸν τὸ ἔχω μῆλον ἐν τῇ χειρί, δηλόν ἐστιν ὅτι τὸ ἔχειν ἐννοεῖ τὸ κρατεῖν ἢ τὸ κεχρῆσθαι. ὁ ἔχων τὸ μῆλον δύναται ἀποθεῖναι αὐτὸ ἢ φαγεῖν αὐτὸ ἢ μεταδοῦναι ἄλλῳ. τὸ δὲ δεύτερον τὸ καλῶς ἔχω τὸ ἀμετάβατον περιγράφει τὴν κατάστασιν σου, εἶτε ὑγιαίνεις εἶτε πλοῦτος εἶ εἶτε τὶ ἄλλο καλόν.bedwere wrote:Τί δὴ ἀμφίβολόν ἐστιν, ὦ Ἐκηβόλε; Τὸ γὰρ ῥῆμα ἔχω καὶ ἀλλοπαθές ἐστιν, παραδείγματος ἕνεκα · ἔχω μῆλον ἐν τῇ χειρί, καὶ ἀμετάβατον · καλῶς ἔχω.
εἰ μὲν ἐγράψατε ἀντὶ τοῦ ἔχει εὐδία τὸ ἔχει εὐδίαν, ἀμφισβήτησιν οὐχ ὑπέλιπεν ὅτι κατὰ τὸ σὸν παράδειγμα τὸ πρῶτον εἴη. εἰ δὲ ἐγράψατε τὸ εὐδίως ἔχει ἢ τὸ εὔδια ἔχει κατὰ τὸ δεύτερον εἴη. ἀλλὰ τὸ γεγραμμενον τὸ ἔχει εὐδία οὔτε κατὰ τὸ πρῶτον οὔτε κατὰ τὸ δεύτερον.
τὸ δὲ ἀμφίβολόν ἐστιν, ὦ bedwere, διαβατικὸν ἢ ἀμετάβατον τὸ ἔχει εὐδία; εἰ μὲν διαβατικὸν, τί ἔχει ἡ ευδία. εἰ δὲ ἀμετάβατον, πῶς;
Can intransitive ἔχειν be used absolutely without an adverbial complement?