Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σγ', σδ', σε'

Λέων καὶ κάπρος

Image

Ὗς ἄγριος καὶ λέων εἰς κρήνην ἐλθόντες ἐμάχοντο περὶ τοῦ πρῶτον πίεσθαι. Ἰδόντες δὲ γῦπας προσδοκῶντας ἵνα τὸν ἥσσονα φάγοιεν, σπονδὰς ἐποιήσαντο.

Ἀνάγνωσις τοῦ σγ' μύθου

Λέων καὶ λαγωός


Image

Λέων τις ἰδὼν λαγωὸν καθεύδοντα ἐβούλετο φαγεῖν αὐτόν. Παρατυχούσης δὲ ἐλάφου, ὁ λέων ἀφεὶς τὸν λαγωὸν ἐδίωξεν αὐτήν. Ἐπειδὴ οὐ ἐδυνήθη ἑλεῖν, ἐπανελθὼν οὐχ ηὗρε τὸν λαγωόν.

Ἀνάγνωσις τοῦ σδ' μύθου

Λέων καὶ λύκος καὶ ἀλώπηξ

Image

Τοῦ λέοντος, τοῦ τῶν ζῴων βασιλέως, νοσοῦντος, πάντα ἐπεσκοπεῖτο αὐτὸν πλὴν τῆς ἀλώπεκος. Ὁ μὲν οὖν λύκος κατεῖπεν αὐτῆς. Ἡ δὲ ἀλώπηξ προσελθοῦσα πρὸς τὸν λέοντα ἀπελογήσατο λεγοῦσα ὅτι θεραπείαν τῆς νόσου αὐτοῦ εὕροι, δηλαδὴ τὸ ἐνδύσασθαι δέρμα λύκου. Διὸ ὁ λέων ἀπέκτεινε τὸν λύκον ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας.

Ἀνάγνωσις τοῦ σε' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

εὐχαριστῷ σοι, φίλε Βεδωερε, ὑπὲρ τῶν καινῶν μύθων.
Αἴσωπος wrote:λέων καὶ κάπρος...
bedwere wrote:Ὗς ἄγριος καὶ λέων...
καλὴ ἡ παράφρασις. ἰδοῦ γάρ:

κάπρος -- χοῖρος, ἰδίως δὲ ὁ ἀγριόχοιρος. (Λ.Σ.Κ.)
Αἴσωπος wrote:Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· « Κρεῖσσόν ἐστιν ἡμᾶς φίλους γενέσθαι ἢ βρῶμα γυψὶ καὶ κόραξιν. »
ὁ λόγος εὔκαιρός ἐστι πρὸς τοὺς βουλομένους ἡμᾶς τῇ Ῥωσσίᾳ πολεμίζειν. τῇ γὰρ Ῥωσσίᾳ μαχησάμενοι, βρῶμα γενησόμεθα ἀμφώτεροι ἡμεῖς τοῖς κυσὶ καὶ τῷ Ἰ.Σ.Ἰ.Σ. καὶ τοῖς γυψί.
bedwere wrote:Λέων τις ἰδὼν λαγωὸν καθεύδοντα ἐβούλετο φαγεῖν αὐτόν. Παρατυχούσης δὲ ἐλάφου, ὁ λέων ἀφεὶς τὸν λαγωὸν ἐδίωξεν αὐτήν. Ἐπειδὴ οὐ ἐδυνήθη ἑλεῖν, ἐπανελθὼν οὐχ ηὗρε τὸν λαγωόν.
ὁ μῦθος δηλοῖ ὅτι πρῶτον μὲν ἦλθε ὁ λαγωός, δεύτερον δ' ἡ ἔλαφος. λέγω τοῦτο: «ἐν ἀρχῇ ἦν ὁ λαγωός.»

οὐ γελᾷς? μένε. τὸ γὰρ γελοῖον ἐπιλύσω.
Ἰωάννης 1:1 wrote:ἐν ἀρχῇ ἦν ὁ λόγος.
Μάρκος wrote:ἐν ἀρχῇ ἦν ὁ λαγωός.
:lol: :lol: :lol:

νῦν γελᾷς σύγε?

ἡδέως δέξομαι τοὺς ἑξῆς μύθους. ἔρρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Οὐ μὲν χρείαν ἔσχον, ὦ τᾶν, τῆς ἐπιλύσεως :wink: . Ἐφαίνετο γάρ. Πάντες δ' εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τοῦ γελοίου λόγου καὶ τῶν ὑπομνεμάτων σου. Πάλιστα γὰρ ὁμολογῶ σοι περὶ τῆς Ῥωσσίας. Ὑυγίαινε, ὦ φίλτατε.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σϛ', σζ', ση'

Λέων καὶ μῦς <ἀντευεργέτης>

Image

Λέων τις συλλαβὼν μῦα, σπλαγχνισθεὶς ταῖς δεήσεσιν αὐτοῦ λέγοντος ὅτι ὠφέλιμός ποτε τῷ λέοντι ἔσται, ἀπέλυσεν αὐτόν. Ἐπειδὴ δ' ὁ λέων ὑπὸ θηρευτῶν συνελήφθη, ὁ μῦς τρώξας τὸν δέσμον αὐτοῦ ἀπέλυσε τὸν λέοντα.

Ἀνάγνωσις τοῦ σϛ' μύθου

Λέων καὶ ὄναγρος

Image

Ὄναγρος καὶ λέων ἅμα ἐθήρευον. Λαβόντων δὲ αὐτῶν ζῷα, ὁ λέων τρία μέρη ποιήσας ἔφη ὅτι τὸ μὲν πρῶτον μέρος εἴῃ τῷ βασιλεῖ τῶν ζῴων, τὸ δὲ δεύτερον αὐτῷ κατὰ κοινωνίαν, καὶ ἄμεινον εἴῃ ἂν μὴ αἰτῆσαι περὶ τοῦ τρίτου μέρους.

Ἀνάγνωσις τοῦ σζ' μύθου

Λέων καὶ ὄνος <ὁμοῦ θηρεύοντες>

Image

Λέων καὶ ὄνος ἅμα θηρεύοντες ἀφίκοντο παρὰ σπήλαιον αἴγων. Ὁ μὲν οὖν ὄνος εἰσελθὼν εἰς τὸ σπήλαιον ἐφθέγξατο, ὁ δὲ λέων κατελάβετο τὰς αἶγας φευγούσας. Αἰτήσαντος δὲ τοῦ ὄνου εἰ ἀνδρείως πράξαι, ὁ λέων ἀποκρινόμενος εἶπε καὶ αὐτὸς φοβηθῆναι ἂν, εἰ μὴ ᾔδει αὐτὸν ὄνον ὄντα.

Ἀνάγνωσις τοῦ ση' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

τρεῖς μύθους καινοὺς ἀναγνούς, Μᾶρκος χαρὰν ἔχει.
bedwere wrote:Λέων τις συλλαβὼν μῦα, σπλαγχνισθεὶς ταῖς δεήσεσιν αὐτοῦ λέγοντος ὅτι ὠφέλιμός ποτε τῷ λέοντι ἔσται, ἀπέλυσεν αὐτόν.
ὁ μῦθος δηλοῖ ὅτι Θεός, σπλαγχνισθεὶς ταῖς δεήσεσιν, τοὺς ἁμαρτωλοὺς ἀπολύσει.
Λουκᾶς 15:20: καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
σπλαγχνίζομαι -- αἰσθάνομαι οἶκτον, συμπάθειαν, ἔλεος. (Λ.Σ.Κ.)

ἀλλὰ νομίζω ἔγωγε οὐ τὸ ἔλεος τῷ λέοντι εἶναι. γελάσας γὰρ τοῦ μυὸς κατεφρόνησε. (ἀλλὰ ἡ παράφρασίς σου ἔτι ἀρέσκει μοι.)
Αἴσωπος wrote:νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις.
δηλοῖ ὁ μῦθος ὅτι δύνατόν ἐστιν τὴν Ἑλληνικὴν γλῶσσαν μαθεῖν διὰ τοῦ μετὰ Μάρκου τοῦ βαρβάρου Ἑλληνίζειν. ὑπάρχει γὰρ καὶ παρὰ Μάρκῳ χάρις τις. :lol:
bedwere wrote:Ὄναγρος καὶ λέων ἅμα ἐθήρευον. Λαβόντων δὲ αὐτῶν ζῷα, ὁ λέων τρία μέρη ποιήσας ἔφη ὅτι τὸ μὲν πρῶτον μέρος εἴῃ τῷ βασιλεῖ τῶν ζῴων, τὸ δὲ δεύτερον αὐτῷ κατὰ κοινωνίαν, καὶ ἄμεινον εἴῃ ἂν μὴ αἰτῆσαι περὶ τοῦ τρίτου μέρους.
πρὸς τὴν Μεγάλλην Πολιτείαν εὔκαιρος ὁ μῦθος. αὕτη γὰρ πάντα τὰ χρήματα ἡμῶν ζητεῖ ἔχειν.
Αἴσωπος wrote:ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος.
τὴν δύναμιν τοῦ ὀγκάομαι οὐ συνίημι.
bedwere wrote:Image
συνῆκα. τὸ γὰρ διάγραμμα δεικνύσι τὸν ὄνον ἱέντος φωνήν τινα.
bedwere wrote:Ὁ μὲν οὖν ὄνος εἰσελθὼν τὸ σπήλαιον ἐφθέγξατο...
εὔρηκα! τοῦτο κατέλαβον. χάριν οὖν σοι ἔχω.
Φαβορίνο wrote:ὀγκᾶται -- βοᾷ.
ἔρρωσο!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

mwh
Textkit Zealot
Posts: 4790
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

ση΄
περέτυχον παρὰ σπήλαιον αἴγων: παρέτυχον?, αἰγῶν. But the expression is hardly Greek.

εἰσελθὼν τὸ σπήλαιον: εἰσελθὼν εις τὸ σπήλαιον.

εἶπεν αὐτὸς φοβηθῆναι ἂν: εφη και αὐτὸς φοβηθῆναι ἂν or εἶπεν οτι και αὐτὸς εφοβηθη/φοβηθειη ἂν.

εἰ μὴ ᾔδει ἐκεῖνον ὄνον ὄντα: εἰ μὴ ᾔδει αυτον ὄνον ὄντα.

τα Μαρκου ου διορθω.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

περέτυχον παρὰ σπήλαιον αἴγων --> ἀφίκοντο παρὰ σπήλαιον αἰγῶν

εἰσελθὼν τὸ σπήλαιον ---> εἰσελθὼν εἰς τὸ σπήλαιον.

εἶπεν αὐτὸς φοβηθῆναι ἂν --> εἶπε καὶ αὐτὸς φοβηθῆναι ἂν

εἰ μὴ ᾔδει ἐκεῖνον ὄνον ὄντα --> εἰ μὴ ᾔδει αὐτὸν ὄνον ὄντα.

Χάριν πολλήν, ὦ διδάσκαλε.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σθ', σι', σια'

Λέων καὶ ὄνος καὶ ἄλωπηξ

Image

Λέων καὶ ὄνος καὶ ἀλώπηξ ἅμα ἐθήρευον. Μετὰ δὲ τὴν θήραν ὁ λέων ἐκέλευσε τὸν ὄνον μερίσαι τὴν ἄγραν. Ποιήσαντος οὖν τούτου τρία ἴσα μέρη, ὁ λέων ὀργισθεὶς ἀπέκτεινεν αὐτόν. Ἡ δὲ ἄλωπηξ ἀπὸ τῆς τοῦ ὄνου συμφορᾶς μεμαθηκυῖα ἐποίησε μέγιστον μέρος μὲν τῷ λέοντι ἐλάχιστον δὲ ἑαυτῇ.

Ἀνάγνωσις τοῦ σθ' μύθου

Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας

Image

Ὁ λέων, κάλος καὶ ἰσχυρὸς μὲν ὢν δειλὸς δὲ τοῦ ἀλέκτορος, ᾐτιᾶτο τὸν Προμηθεὰ τὸν ἑαυτοῦ δημιουργόν. Διὸ ὁ Τιτὰν ἀπεκρίνατο λέγων ὅτι ἔχοι πάντα ὥστε φοβεῖν τἄλλα ζῷα. Ὁ οὖν λέων αἰσχυνόμενος ἐβούλετο ἀποθανεῖν. Ἰδὼν δὲ ἐλέφαντά τινα φοβούμενον κώνωπα μὴ εἰς ὦτα εἰσέλθῃ, ἐπαύσατο ταπεινὸς ὤν.

Ἀνάγνωσις τοῦ σι' μύθου

Λέων καὶ ταῦρος


Image

Λέων τις βουλόμενος μέγαν ταῦρον καταφαγεῖν ἐκάλεσεν αὐτὸν εἰς δεῖπνον προβάτου. Ὁ δὲ προσελθὼν εἶδε πάντα ἡτοιμασμένα πρὸς μεῖζον ζῷον ὀπτηθῆναι. Ἔπειτα σιγῶν ἀπῆλθεν. Τῷ δὲ λέοντι τὴν αἰτίαν ἐρομένῳ, αὐτὴν διηγήσατο.

Ἀνάγνωσις τοῦ σια' μύθου


Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

bedwere wrote:Ἡ δὲ ἄλωπηξ ἀπὸ τῆς τοῦ ὄνου συμφορᾶς μεμαθηκυῖα...
εὔκαιρος ὁ μῦθος πρὸς τοὺς βουλομένους (καὶ τὰς βουλομένας) ἐν τῷ ἔτει 2020 νικήσαι τὸν Τρᾶμπ. δεῖ γὰρ τούτους (καὶ ταύτας) μαθεῖν ἐκ τῆς συμφορᾶς τῆς ὄνου. :lol: :mrgreen: :twisted:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Προσεύχομαι ὑπὲρ τῆς εἰρήνης, ὦ φίλε, καὶ ἐν ταύτῃ τῇ χώρᾳ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σιβ', σιγ', σιδ'


Λέων <λυσσῶν> καὶ ἔλαφος

Image

Τοῦ λέοντος δεινῶς βρυχωμένου, ἐμερίμνα ἔλαφός τις ὅπως μὴ ἐκεῖνος καὶ δυσκολώτερος γένοιτο.

Ἀνάγνωσις τοῦ σιβ' μύθου

Λέων <μῦν φοβηθεὶς> καὶ ἀλώπηξ

Image

Ἀλώπηξ τις ἰδοῦσα λέοντα περιστρεφόμενον ὅτι μῦς προσελήλυθε εἰς τὴν τρίχα αὐτοῦ, ἐμέμψατο αὐτὸν ὡς δειλὸν ὄντα. Ὁ δὲ λέων ἀπελογήσατο λέγων ὅτι οὐ φοβηθείη ἀλλὰ θαυμάσειε τὴν τολμὴν τοῦ μυός.

Ἀνάγνωσις τοῦ σιγ' μύθου

Λῃστὴς καὶ συκάμινος

Image

Φονεύς τις ᾑμαγμένος τὰς χείρας ἐδιώκετο. Παρατυχόντων δὲ τινῶν κατὰ τὴν ὅδον καὶ θαυμασάντων εἶπεν ὅτι οὐκ αἷμα εἶεν ἀλλὰ χυλὸς συκαμίνου. Τέλος μὲν καταληφθεὶς τοῖς διωκομένοις ἐσταυρώθη ἐπὶ συκαμίνου. Τὸ δὲ δένδρον ἐχάρη δίκην τῆς συκοφαντίας λαβόν.

Ἀνάγνωσις τοῦ σιδ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:Λέων ἐλύσσα.
bedwere wrote:Τοῦ λέοντος δεινῶς βρυχωμένου...
εὔκαιρος ὁ μῦθος πρὸς τὸν Κιμ Ιογγ-υν. δεινῶς γὰρ βρυχᾶται οὗτος, ὅπλα πολλὰ ἔχων καὶ δεινά. καὶ δὴ καὶ μαίνεται.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Πάνυ γε. Ἀλλ᾿ὁ ἄνθρωπος οὐχ ὅμοιός ἐστι τῷ ἐρασθέντι λέοντι. Οὗτος μὲν γὰρ πεισθεὶς τῷ γεωργῷ ἀπεστερήθη τῶν τε ὀδόντων καὶ τῶν ὀνύχων. Ἐκεῖνος δ' οὐκ ἀποδώσει τὰ πυρηνικὰ ὅπλα. Οἶδε γὰρ ὅ, τι ἐγένετο τῷ τῆς Λιβύης τυράννῳ τοῦτο αὐτὸ ποιήσαντι.

Image
Πυρηνικὴ ἔκρηξις

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σιε', σιϛ', σιζ'

Λύκοι καὶ κύνες <ἀλλήλοις πολεμοῦντες>


Image

Πόλεμος ἦν μεταξὺ τῶν κυνῶν καὶ τῶν λύκων. Ὁ δὲ Ἑλληνικὸς στρατηγὸς τῶν κυνῶν ἔμελλε μάχεσθαι ὅτι οἱ μὲν λύκοι ἑνὸς γένους εἴησαν, οἱ δὲ κύνες ποικίλων. Διόπερ χαλεπώτερόν ἐστι τοιαύτῃ στρατιᾷ εὐτάκτως ἐπιτιθέναι.

Ἀνάγνωσις τοῦ σιε' μύθου

Λύκοι καὶ κύνες <πρὸς αὐτοὺς καταλλαγέντες>


Image

Οἱ λύκοι ἔπεισαν τοὺς κύνας εἰς σπονδήν τε καὶ τὸ προδοῦναι τοὺς ἀνθρώπους. Εἰσελθόντων δὴ τῶν κυνῶν εἰς τὸ τῶν λύκων σπήλαιον, οὗτοι ἀπέκτειναν αὐτούς.

Ἀνάγνωσις τοῦ σιϛ' μύθου

Λύκοι καὶ πρόβατα


Image

Τῶν κυνῶν ἀεὶ παρόντων, οἱ λύκοι οὐκ ἐδύναντο ἐσθίειν τὰ πρόβατα. Ἔπεμψαν οὖν οἱ λύκοι πρέσβεις πρὸς τὰ πρόβατα ἐροῦντας ὅτι ἐὰν ἀπαλλαχθῶσιν τῶν κυνῶν εἰρήνη ἔσται. Οἱ μὲν οἶες πιθόμενοι τὰς κύνας ἀπέστειλαν, οἱ δὲ λύκοι ῥᾳδίως διέφθειραν τά πρόβατα.

Ἀνάγνωσις τοῦ σιζ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σιη', σιθ', σκ'

Λύκοι καὶ πρόβατα καὶ κριός

Image

Μόνον τὰ ἄφρονα πρόβατα ὑπὸ τῶν λύκων ἐπείσθη σπονδὰς ποιήσασθαι. Ὁ γὰρ παλαιὸς κριὸς ᾔδει μὴ ἀσφαλείαν οὖσαν καίπερ τῶν κύνων παρόντων.

Ἀνάγνωσις τοῦ σιη' μύθου

Λύκος διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς καὶ λέων

Image

Καταδύντος τοῦ ἡλίου, λύκος τις, ἰδὼν τὴν σκίαν μεγάλην οὖσαν, οὐκέτι ἐφοβήθη τὸν λέοντα. Ὁ δὲ κατέφαγεν αὐτόν.

Ἀνάγνωσις τοῦ σιθ' μύθου

Λύκος καὶ αἴξ

Image

Λύκος τις ἰδὼν αἶγα ἐπὶ κρεμαστῇ νομῇ τρεφομένην παρῄνει αὐτὴν καταβῆναι ὅτι ἡ κάτω πόα βελτίων εἴη. Ἡ δὲ αἲξ εἰδυῖα τὸν λύκον βουλόμενον φαγεῖν αὐτὴν οὐκ ἐπείσθη.

Ἀνάγνωσις τοῦ σικ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σκα', σκβ', σκγ'

Λύκος καὶ ἀρήν

Image

Λύκος τις ἰδὼν ἄρνα κατωτέρω τοῦ ποταμοῦ πίνοντα ἐβούλετο φαγεῖν αὐτόν. Καὶ αἰτίαν κατὰ αὐτοῦ ζητῶν κατεῖπεν αὐτοῦ ῥυπᾶν τὁ ὕδωρ. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι οὐ μονον τοῖς ἄκροις χείλεσιν πίνοι ἀλλὰ καὶ κατωτέρω εἴη. Ὁ μὲν οὖν λύκος εἶπεν ὅτι ὁ ἄρην πέρυσι λοιδορήσαι τὸν τοῦ λύκου πατέρα. Ὁ δὲ ἄρην οὔπω ἓν ἔτος ἐγεγόνει. Ὁ μέντοι λύκος ἔτι ἐβούλετο φαγεῖν τὸν ἄρνα.

Ἀνάγνωσις τοῦ σκα' μύθου

Λύκος καὶ ἀρνίον <εἰς ἱερὸν καταφυγόν>

Image

Ἀρνίον τι ἀπὸ λύκου φυγῶν εἰς ναὸν εἰσῆλθεν. Ἔξελθε, ἔφη ὁ λύκος, ἵνα μὴ τῷ θεῷ θυσιασθῇ. Τὸ δὲ ἀρνίον εἴλετο θυσία τῷ θεῷ ἢ σῖτον τῷ λύκῳ γενήσεσθαι.

Ἀνάγνωσις τοῦ σκβ' μύθου

Λύκος καὶ γραῦς

Image

Λύκος τις περιπατῶν ἦλθε πρὸς οἶκον, ὅπου γραῦς καὶ παιδίον παρῆσαν. Ἀκούοντος δὲ τοῦ λύκου, ἡ γραῦς ἠπείλησε τῷ παιδίῳ παραδοῦναι αὐτὸ τῷ λύκῳ. Διὸ ὁ λύκος ἔμενε προσδοκῶν εἰς τὴν ἑσπέραν. Ἐσπέρας δὲ γενομένης ἡ γραῦς εἶπεν ὅτι ἀποκτείναιεν ἂν τὸν λύκον εἰ οὗτος ἔλθοι. Διὰ τοῦτο ὁ λύκος ἠπόρησεν.

Ἀνάγνωσις τοῦ σκγ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Μᾶρκος τῷ Βεδωερε χαίρειν. εὔχομαι δέ σε εὐοδοῦσθαι.
Αἴσωπος wrote:...ἤκουσε παιδίου κλαίοντος...
παράφρασίς τις δίδοται.
Chambry 1925, Aliter wrote:...ἤκουσε παιδίου κλαυθμυρίζοντος...
bedwere wrote:Τὸ δὲ ἀρνίον εἴλετο θυσία τῷ θεῷ ἢ σῖτον τῷ λύκῳ γενήσεσθαι.
δηλοῖ ὁ λόγος ὅτι καλός ἐστιν τὸ κατὰ τὸ εὐαγγέλιον μαρτύριον. οἱ δὲ χωρὶς Χριστοῦ σῖτον τῷ λυκόφρονι Διαβόλῳ γίγνονται.
bedwere wrote:Ὁ δὲ ἄρην οὐκέτι ἓν ἔτος ἐγεγόνει.
θέλεις λέγειν τὸ «Ὁ δὲ ἄρην οὔπω ἓν ἔτος ἐγεγόνει»?

χάρις σοι καὶ σοῖς.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Ὀρθῶς λέγεις, ὦ Μᾶρκε καὶ ἄξιος εἶ δέχεσθαι χάριν ἀπὸ ἐμοῦ.

οὐκέτι --> οὔπω

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σκδ', σκε', σκϛ'

Λύκος καὶ ἐρωδιός

Image

Λύκος τις ἔχων ὀστέον ἐν τῇ λάρυγγι ᾔτησεν ἐρῳδιὸν ἐξελκύσαι αὐτὸ ἀντὶ μισθοῦ. Ὁ μὲν ἐρῳδιὸς τὴν κεφάλην εἰς τὸ στόμα τοῦ λύκου εἰσαγαγὼν ἐποίησε τοῦτο. Ὁ δὲ λύκος οὐκ ἔδωκε τὸν μισθὸν λέγων ὅτι οὐ δακὼν τὴν κεφαλὴν αὐτοῦ φείσαιτο αὐτοῦ καὶ τοῦτο εἴη ὁ μισθός τῷ ἐρῳδιῷ.

Ἀνάγνωσις τοῦ σκδ' μύθου

Λύκος καὶ ἵππος

Image

Λύκος τις εὑρὼν κριθὰς ἐν ἀγρῷ καὶ οὐ δυνάμενος φαγεῖν εἰσήγαγεν ἐκεῖσε ἵππον ὡς φιλῶν ἀκούειν τοῦ ἐσθίοντος αὐτάς. Ὁ δὲ ἵππος ἀποκρινάμενος εἶπεν ὅτι εἰ ὁ λύκος τρέφοιτο ἐκ κριθῶν οὐκ ἂν αἱροῖτο τὸ ἀκούειν ἀντὶ τοῦ ἐσθίειν.

Ἀνάγνωσις τοῦ σκε' μύθου

Λύκος καὶ κύων

Image

Λύκος τις ἰδὼν κύνα λιπαρὸν μὲν ὄντα δεδεμένον δὲ κλοιῷ βαρεῖ, ἔμαθε τὸν τοῦ κυνὸς δεσποτὴν ἐπιθέντα τὸν κλοιὸν περὶ τῷ τραχήλῳ αὐτοῦ. Ἀλλὰ οὗτος ὁ κλοιός, ἔφη ὁ λύκος, βαρύτερός ἐστι τοῦ λιμοῦ μου.

Ἀνάγνωσις τοῦ σκϛ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σκζ', σκη', σκθ'

Λύκος καὶ λέων


Image

Λύκος τις ἄρνα ἁρπάσας ὑπὸ λέοντος ἐστερήθη τῆς λείας. Ὀδυραμένου δὲ τοῦ λύκου, ὁ λέων γελῶν δικαίως οὐκ ἔφη θάτερον λαβεῖν τὸ πρόβατον.

Ἀνάγνωσις τοῦ σκζ' μύθου

Λύκος καὶ ὄνος

Image

Ὁ τῶν λύκων βασιλεὺς προσέταξε πάντας τὴν ἄγραν ἐν κοινωνίᾳ διαμερίζεσθαι. Ὄνος δέ τις τῇ προτεραίᾳ ἴδων τὸν λύκον εἰς τὸ σπήλαιον τὴν ἑαυτοῦ ἄγραν ἐνεγκόντα, ἤλεγξεν αὐτόν. Ὁ οὖν λύκος κατέλυσε τὸν νόμον.

Ἀνάγνωσις τοῦ σκη' μύθου

Λύκος καὶ ποιμήν

Image

Ποιμήν τις ἰδὼν λύκον διὰ πολλοῦ χρόνου ἀκολουθοῦντα τῷ ποιμνίῳ αὐτοῦ μηδὲ ἁρπάζοντα πρόβατα, ἐνόμισεν ὅτι φίλος εἴη. Τέλος δὲ καταλιπὼν αὐτῷ τὰς οἶας, ἀπῆλθεν εἰς τὴν πόλιν. Ὁ δὲ λύκος πονηρὸς πεφυκὼς ἀπέκτεινε τὰ πρόβατα.

Ἀνάγνωσις τοῦ σκθ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σλ', σλα', σλβ'

Λύκος <κεκορεσμένος> καὶ πρόβατον

Image

Λύκος τις πολὺ ἐδηδὼς, λαβὼν ἄρνα χαμαὶ κείμενον, ἔφη αὐτῷ· ἐὰν τρία ἀληθῆ εἴπῃς, ἀπολύσω σε. Ὁ δὲ οἶς ἀπεκρίνατο λέγων ὅτι οὐ βουλόμενος ἀπαντῆσαι αὐτῷ καὶ ἁμάρτοι καὶ εὔχοιτο θάνατον πᾶσιν τοῖς λύκοις. Ὁ οὖν λύκος ἠλευθέρωσεν αὐτόν.

Ἀνάγνωσις τοῦ σλ' μύθου

Λύκος <τετρωμένος> καὶ πρόβατον

Image

Λύκος τις διωχθεὶς καὶ διψῶν ἐδεήθη προβάτου παρατυχόντος ὕδωρ ἐκ τοῦ ῥοῦ ἐνεγκεῖν. Αὐτὸν γὰρ τὴν τροφὴν εὑρήσεσθαι. Τὸ δὲ πρόβατον συνῆκεν αὐτὸ τροφὴ τῷ λύκῳ γενησόμενον ἐὰν τὸ αἰτούμενον ποιήσῃ.

Ἀνάγνωσις τοῦ σλα' μύθου

Λύχνος

Image

Λύχνος τις ὑπερήφανος ὢν ἐνόμιζε λαμπρότερος τοῦ ἡλίου εἶναι. Σβεσθέντος δὲ τῷ ἰσχυρῷ ἀνέμῳ αὐτοῦ, πάλιν τις ἁψάμενος ἐμέμφθη αὐτὸν λέγων δεῖν αὐτὸν σιγᾶν. Οἱ γὰρ ἀστέρες οὔποτε σβέννυνται.

Ἀνάγνωσις τοῦ σλβ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σλγ', σλδ', σλε'

Μάντις

Image

Μάντις τις προεφήτευεν ἐν τῇ ἀγορᾷ. Ἀκούσας δὲ ὅτι κλέπται πάντα τὰ αὐτοῦ κλέψαιεν, οἴκαδε ἔδραμεν. Οὗτος ὁ προφήτης, ἔφη τις, οὐ δυνάμενος περὶ ἑαυτοῦ μαντεύεσθαι πῶς ἂν περὶ ἄλλων προόρῳ;

Ἀνάγνωσις τοῦ σλγ' μύθου

Μέλισσαι καὶ Ζεύς

Image

Αἱ μέλιτται ὀργισθεῖσαι ὅτι οἱ ἄνθρωποι τὸ μέλι ἀπ' αὐτῶν ἀπολαμβάνοιεν προσελθοῦσαι πρὸς τὸν Δία ἐδεήθησαν αὐτοῦ τρόπον τινὰ ἵνα ἀμύνοισθε αὐτούς. Ὁ δὲ Ζεὺς τοὺς ἀνθρώπους φιλῶν ἔδωκε μὲν αὐταῖς τὸ κέντρον εἴασε δὲ αὐτὰς μόνον ἅπαξ χρῆσθαι αὐτῷ.

Ἀνάγνωσις τοῦ σλδ' μύθου

Μελισσουργός

Image

Μελισσέως τινὸς ἀπόντος, κλέπτης ἔκλεψε τό τε μέλι καὶ τὰ κηρία. Ὁ δ' ἐπανελθὼν καὶ ἐπισκοπήσας ὑπὸ τῶν μελιττῶν ἐπαίσθη. Διὰ τοῦτο ἐμέμψατο τὰ ζῷα.

Ἀνάγνωσις τοῦ σλε' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σλϛ', σλζ', σλη'

Μηναγύρται

Image

Ἱερεῖς τινες τῆς Ῥέας πολὺν χρόνον ἐχρῶντο ὄνῳ ὡς τὰ σκεύη βαστάζοντι. Τοῦ δὲ ὄνου τελευτήσαντος τὸν βίον, ἐκεῖνοι ἐποιήσαντο τύμπανα ἐκ τοῦ δέρματος αὐτοῦ. Τουντεῦθεν οὖν ὁ ὄνος καὶ μείζονας πληγὰς ἐλάμβανεν. Τοῦτο γὰρ αὐτοὶ ἄλλοις ἱερεῦσιν περὶ τοῦ ὄνου ἐρομένοις εἶπον.

Ἀνάγνωσις τοῦ σλϛ' μύθου

Μύες καὶ γαλαῖ

Image

Οἱ μύες καὶ αἱ γαλαὶ ἐμάχοντο πρὸς ἀλλήλους. Ἐπειδὴ οἱ μύες ἀεὶ ἡσσῶντο, εἵλοντο στρατηγοὺς ἐξ ἑαυτῶν. Οἱ οὖν κέρατα ἐπὶ τῇ κεφαλῇ θήσαντες ἤγαγον τοὺς μύας πρὸς τὴν μάχην. Πάλιν δὲ ἡσσηθέντων τῶν μύων, οἱ μὲν στρατιῶται εἰς τὰς ὀπὰς φυγόντες ἐσώθησαν, οἱ δὲ στρατηγοί, τῶν κεράτων αὐτοὺς εἰσιέναι κωλυόντων, ἀπέθανον ὑπὸ τῶν γαλῶν.

Ἀνάγνωσις τοῦ σλζ' μύθου

Μυῖα

Image

Μυῖά τις ἐμπεσοῦσα εἰς χύτραν πλήρη κρέως εὐδαίμων ἦν ἐκεὶ ἐν τοσούτῳ σίτῳ ἀποθανουμένη.

Ἀνάγνωσις τοῦ σλη' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:Μηναγύρται...
bedwere wrote:Ἱερεῖς τινες τῆς Ῥέας...
ὑπὲρ ταύτης τῆς παραφράσεως χάριν σοι οἶδα.

μην-αγύρτης, ου, ὁ -- ἱερεὺς τῆς Μήνης ἤτοι τῆς Κυβέλης... (Λ.Σ.Κ.)
Αἴσωπος wrote:ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμβάνειν ὅσας ποτὲ οὐδὲ ζῶν ὑπέμεινεν.
τετελεύτηκε μὲν ὁ ὄνος, ἔτι πάσχει δέ.

δηλοῖ ὁ μῦθος ὅτι ἔτι κακὰ πολλὰ πάσχουσι μετὰ θάνατον οἱ ἄδικοι οἱ χωρὶς Χριστοῦ.
Αἴσωπος wrote:Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· « Ἀλλ᾿ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. »
ὁ λόγος παραπεφρασμένος:
Chambry 1925, Aliter wrote:«Ἐσθίοντι, πίνοντι καὶ λελουμένῳ
οὐ μέλει μοι θάνατος, νὴ τοὺς Θεούς μου.»
δηλοῖ ὁ μῦθος ὅτι ὁ Ῥοβέρτο τε καὶ ὁ Μᾶρκος, τὴν τοῦ Χριστοῦ σάρκα τραγόντες, καὶ τὸ αἶμα αὐτοῦ πιόντες, καὶ λουθέντες ἐν τούτῳ τῷ αἵματι, τοῦ θανάτου καταφρονοῦσι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Καλῶς ἔγραψας. ὦ φίλε. Δεῖ γὰρ ἡμᾶς μόνον τὸν τῆς ψυχῆς θάνατον φοβεῖσθαι, μηδὲ τὸν τοῦ σώματος.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σλθ', σμ', σμα'

Μυῖαι

Image

Ἐπειδὴ σκεῦος μέλιτος ἐξεχύθη, πολλαὶ μυῖαι συνῆλθον εἰς τὸ μέλι τοῦ φαγεῖν αὐτό. Ἐπεῖτα δέ, οὐ δυνάμεναι ἀποπέτεσθαι, ἐμέμφθησαν ἑαυτὰς ὡς ἀκρατεῖς στόμα οὖσαι.

Ἀνάγνωσις τοῦ σλθ' μύθου

Μύρμηξ

Image

Γεωργός τις πολὺ ἐπόνει ἐν τοῖς ἀγροῖς οὐ μόνον τοὺς ἑαυτοῦ καρποὺς συλλέγων ἀλλὰ καὶ τοὺς τῶν γειτόνων. Διὸ ὁ Ζεὺς ὀργισθεὶς περὶ τῆς ἀδικίας αὐτοῦ μετήλλαξεν αὐτὸν εἰς μύρμηκα. Καὶ δὲ σῆμερον ὁ μύρμηξ τὸ αὐτὸ ποιεῖ.

Ἀνάγνωσις τοῦ σμ' μύθου

Μύρμηξ καὶ κάνθαρος

Image

Διὰ τοῦ θέρους ὁ μὲν μύρμηξ ἐπόνει συλλέγων κρίθας καὶ πυρούς, ὁ δὲ κάνθαρος ἡσυχάζων κατεφρόνει αὐτόν. Χειμῶνος δὲ γενομένου, ἡ τοῦ κανθάρου κόπρος διελύθη τῷ ὑετῷ. Ὁ οὖν κάνθαρος πεινῶν πρὸς τὸν κανθάρον ἐλθὼν παρῃτήσατο αὐτὸν σῖτον. Ὁ δὲ μύρμηξ ἀπεκρίνατο λέγων ὅτι ἔδει αὐτὸν ἐν τῷ θέρει πονῆσαι ἵνα τροφὴν ἔχοι διὰ τοῦ χειμῶνος.

Ἀνάγνωσις τοῦ σμα' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σμβ', σμγ', σμδ'

Μύρμηξ καὶ περιστερά

Image

Μύρμηξ τις πιεῖν ἐκ κρήνης βουλόμενος, πεσὼν ἔμελλεν ἀποπνίγεσθαι. Περιστερὰ δέ ἰδοῦσα ἔβαλε πρὸς αὐτὸν καρφὸς ἵνα ὁ μύρμηξ ἐπ' αὐτῷ σωθείη. Τοῦτο μὲν τότε ἐγένετο, ἐπεῖτα δὲ ὁ μύρμηξ ἀπέδωκε τῇ περιστερᾷ. Ὁ γὰρ δακὼν τὸν πόδα ἰξευτοῦ τινος πειρησαμένου λαβεῖν τὴν περιστεράν, ἠλευθέρωσεν αὐτήν.

Ἀνάγνωσις τοῦ σμβ' μύθου

Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός

Image

Μῦς τις ἐν τῷ ἄστει οἰκῶν προσελθὼν παρὰ μῦν ἐν τῇ ἀρούρᾳ ἐκεῖ διέτριβεν. Καὶ τῆς τροφῆς φαύλης οὔσης, ὁ ἐκ τῆς πόλεως παρῄνεσε τῷ ἐκ τῶν ἀγρῶν ἰέναι εἰς τὸ ἄστυ μετ' αὐτοῦ. Ὁ γὰρ σῖτος ἐν τῇ πόλει πολὺς καὶ ἡδύς ἐστιν. Ἐκεῖ μέντοι εἰσὶ καὶ πολλοὶ καὶ φοβούντες κίνδυνοι. Διὸ οὕτερος μῦς ἐπανῆλθεν οἴκαδε.

Ἀνάγνωσις τοῦ σμγ' μύθου

Μῦς καὶ βάτραχος

Image

Μῦς ἐκ τῆς χέρσου καὶ βάτραχος φίλω ἐγενέσθην. Καὶ δεσμοῦ μεταξὺ τῶν ποδῶν δεθέντος, συνεδείπνησαν ἐπὶ τῆς γῆς. Ἔπειτα δὲ προσῆλθον εἰς τὸ ὕδωρ. Ἐνταῦθα δ' ὁ μὲν βάτραχος εἰς τὸ βάθος ἔνευσεν, ὁ δὲ μῦς ἀπεπνίχθη. Ἰκτῖνος δὲ ἰδὼν τὸ πτῶμα ἥρπασε καὶ τὸν δεδεμένον βάτραχον.

Ἀνάγνωσις τοῦ σμδ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σμε', σμϛ', σμζ'

Ναυαγὸς καὶ θάλασσα

Image

Ναυαγίαν παθών τις καὶ εἰς νῆσον ἀφιγμένος κατηγόρουν τῆς θαλάσσης, ὡς αὐτὴ τὸ μὲν πρῶτον πραεῖα φαινομένη ἀπατῴη τοὺς ναύτας, ἔπειτα δὲ ὠργισμένη ἀποκτείνοι αὐτούς. Ἡ δὲ θάλασσα γυναικὶ ἐοικυῖα ἐφάνη λέγουσα τοῦτο, αὐτῆς ἀκούσης, διὰ τοὺς ἀνέμους γίγνεσθαι.

Ἀνάγνωσις τοῦ σμε' μύθου

Νεανίσκοι καὶ μάγειρος


Image

Νεανία τινὲ εἰς σκήνην μαγείρου εἰσηλθέτην. Πράγματός τινος τῷ μαγείρῳ μέλοντος, ὁ ἕτερος ἁρπάσας μέρος κρέως ἔκρυψεν αὐτὸ ἐν τῷ θατέρου κόλπῳ. Ἐπειδὴ ὁ μάγειρος γνοὺς τὸν δόλον ᾐτιάθη αὐτούς, ὁ μὲν κλέψας οὐκ ἔφη ἔχειν, ὁ δ' ἔχων ἠρνήσατο κλέψαι. Ὁ οὖν μάγειρος ἐκάλεσε τὴν τῶν πανοπτῶν θεῶν τιμωρίαν ἐπ' αὐτούς.

Ἀνάγνωσις τοῦ σμϛ' μύθου

Νεβρὸς καὶ ἔλαφος

Image

Τοῦ νεβροῦ τὸν πατέρα ἐρομένου διὰ τί οὗτος καίπερ θάττων τε τῶν κυνῶν ὢν καὶ κέρατα ἔχων φοβοῖτο αὐτούς, ὁ ἔλαφος ἀπεκρίνατο λέγων ὅτι τοῦτο γίγνοιτο ὥσπερ αὐτοματιζούσης τῆς φύσεως.

Ἀνάγνωσις τοῦ σμζ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

χάριν σοι οἴδαμεν, φίλε Βεδωερε, δίδοντι ἡμῖν καινοὺς μύθους.
Αἴσωπος wrote: Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· « Ἀλλ᾿, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τοιαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. »
ἐν μὲν τούτῳ τῷ μύθῳ, τὰ πνέυματα τὴν θάλλασαν ἀγρίαν ποιεῖ. ἐν δὲ ταῖς γραφαῖς...
Γεν. 1:2β: καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.
...τὴν θάλασσαν τὸ Ἅγιον Πνεῦμα δαμάζει.
Ἀποκ. 21:1β: καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
ἐν δὲ τούτῳ χαίρομεν δή.
Μᾶρκος wrote:
Γεν. 1:2β: καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.
ἰδοῦ ἡ παράφρασις:
Graecus Venetus 1:2β: σκότος τ' ἐπὶ προσώπου τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἵπτατο κατὰ προσώπου τοῦ ὕδατος.
ἵπταμαι -- ἕτερος τύπος τοῦ πέτομαι (Λ.Σ.Κ.)

πάλιν εὐχαριστήσω σοι καινὸυς μύθους παρά σου δεξόμενος. ἔρρωσο!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Κἀγὼ ἀεὶ ἥδομαι τὰ ὑπομνήματά σου ἀναγιγνώσκων, ὦ βέλτιστε. Εἱς ὕστερον.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σμη', σμθ', σν'

Νέος ἄσωτος καὶ χελιδών

Image

Οἱ μὲν πολλοὶ ἴσασιν ὅτι μία χηλιδὼν ἔαρ οὐ ποιεῖ. Νεανίας δέ τις, τὴν τοῦ πατρὸς οὐσίαν διαφθείρας, ἰδὼν χηλιδόνα ἐπώλησε καὶ τὸ ἱμάτιον. Ψυχροῦ δὲ πάλιν γενομένου, ἡ μὲν χηλιδὼν ἀπέθανεν, ὁ δὲ νεανίας ἐμέμφθην αὐτὴν ὥς ἀμφοτέρους ἀπολέσασαν.

Ἀνάγνωσις τοῦ σμη' μύθου

Νοσῶν καὶ ἰατρός


Image

Ἰατρός τις ἤρετο ἀρρωστοῦντά τινα πῶς ἔχοι. Ἀποκρινομένου δὲ αὐτοῦ ὅτι πολὺ ἵδρωκεν, ὁ ἰατρός εἶπε τοῦτο ἀγαθὸν εἶναι. Παλὶν δὲ τοῦ ἰατροῦ ταὐτὸ ἐρομένου, ὁ νοσῶν εἶπεν ὅτι συνεχῶς σέσεικεν. Ἀλλὰ τοῦτο ἀγαθὸν, ἔφη ὁ ἰατρός. Ἔπειτα δὲ τῷ ἰατρῷ βουλομένῳ περὶ αὐτοῦ εἰδέναι ὁ ἀσθηνῶν ἀπεκρίνατο λέγων ὅτι διάρροιαν πέπονθεν. Ἀλλὰ καὶ τοῦτο ἤρεσεν τῷ ἰατρῷ. Διὸ δὴ ὁ ταλαίπωρος ἀνὴρ τῷ δούλῳ περὶ τοῦ δεσπότου φροντίζοντι εἶπεν ὑπὸ τῶν ἀγαθῶν ἀπολωλέναι.

Ἀνάγνωσις τοῦ σμθ' μύθου

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια

Image

Νυκτερὶς, ἥτις ἐστὶ μῦς πετόμενος, καὶ βάτος, ἥτις ἐστὶ φυτὸν ἀκανθινόν, καὶ αἴθυια, ἥτις ἐστὶν ὄρνις θαλασσία, ἐμπορικὴν κοινωνὶαν ποιησάμεναι ἐπὶ ναῦν ἐπέβησαν. Ἡ μὲν νυκτερὶς εἶχε νομίσματα δεδανεισμένα, ἡ δὲ βάτος ἱμάτια, ἡ δὲ αἴθυια χαλκόν. Χειμῶνος δὲ γενομένου, νεναυαγηκυῖαι καὶ πάντα ἀπολωλεκυῖαι ἐσώθησαν εἰς τὴν ἤπειρον. Ἀπὸ δὲ τούτου ἡ μὲν νυκτερὶς φοβοῦσα τοὺς τραπεζίτας μόνον νυκτὸς οἴκοθεν ἐξέρχεται, ἡ δὲ βάτος ζητοῦσα τὰ ἑαυτῆς ἱμάτια διαφθέρει τὰ τῶν λοιπῶν, ἡ αἴθυια παραμένει παρὰ τοὺς ἀγιαλοὺς ἐλπίζουσα τὴν θάλασσαν ἀποδώσειν τὸν χαλκὸν αὐτῆς.

Ἀνάγνωσις τοῦ σν' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Μᾶρκος ἀσπάζεται φίλον Ῥοβέρτο.
bedwere wrote:εἶπεν ὑπὸ τῶν ἀγαθῶν ἀπολωλέναι.
Αἴσωπος wrote: «Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα.»
ἰδοῦ αἱ παραφράσεις:
Chambry 1925, Aliter wrote:«Ἐγώ, εἶπεν, ὦ οὖτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι. »
Chambry 1925, Aliter wrote:«Ἀπόλλυμαι ἐν ἀγαθοῖς»
περὶ Ἰησοῦ εὔκαιρος ὁ λόγος. ἀπέθανε γὰρ διότι ἡγάπησεν ἡμᾶς. καλὸν δὲ τοῦτό ἐστιν. ὑπὸ τῶν οὖν ἀγαθῶν ἀπόλωλεν Ἰησοῦς.
bedwere wrote:Νυκτερὶς, ἥτις ἐστὶ μῦς πετόμενος...
τὴν ἀλήθειαν σὺ λέγεις, φίλτατε. χαίρει δ' ἡ νυκτερὶς ὅτι οὐ δύναται πέτεσθαι ἡ αἴλουρος. :lol:
Varino Favorino wrote: πετεινὸν νυκτερινόν. ἡ νυκτερὶς μόνη τῶν πτητικῶν ζῴων...γάλα ἔχει ἐν μαστοῖς.
https://ia601206.us.archive.org/35/item ... 812%29.pdf

ἐν Ἰησοῦ ἔρρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Markos wrote: ἐν Ἰησοῦ ἔρρωσο.
Καὶ σύ, ὦ φίλε Μᾶρκε, χάριν ἀπ' ἐμοῦ λελημμένος.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σνα', σνβ', σνγ'

Νυκτερὶς καὶ γαλαῖ

Image

Νυκτερίς τις ὑπὸ γαλῆς ἀλοῦσα ἐδεήθη τῆς σωτηρίας. Καὶ τῆς γαλῆς ἀρνηθείσης ὡς πάντας τοὺς ὄρνιθας μισούσης, εἰποῦσα μῦς εῖναι διἐλύθη. Πάλιν δὲ γαλῆς ἄλλης τινὸς τὴν νυκτερίδα συλλαβούσης καὶ αὐτῆς τοὺς μύας πολεμούσης, ἡ νυκτερὶς προσποιησαμένη ὄρνις εῖναι ἠλευθερώθη.

Ἀνάγνωσις τοῦ σνα' μύθου

Ξύλα καὶ ἐλαία

Image

Τὰ δένδρα βουλόμενα βασιλέα ἔχειν πρῶτον μὲν προσήνεγκε τὴν βασιλείαν τῇ ἐλαίᾳ. Ἡ δ' εἱλουμένη τὸ πίονας καρποὺς ἐκφέρειν ἀντὶ τοῦ βασιλεύειν ἠρνήσατο. Ἔπειτα δὲ προσελθόντα πρὸς τὴν συκῆν ἤκουσεν αὐτῆς λεγούσης ὅτι μᾶλλον ἀρέσκοι αὐτῇ γλυκέας καρποὺς ἐκφέρειν. Τέλος δὲ ἡ ῥάμνος δεξαμένη τὴν βασιλείαν ἠπείλησεν αὐτοῖς πῦρ καιόμενον.

Ἀνάγνωσις τοῦ σνβ' μύθου

Ξυλευόμενος καὶ Ἑρμῆς

Image

Ξυλοτόμος τις ἀπολέσας τὴν ἀξίνην ἐν τῷ ποτάμῳ πολὺ ἔκλαεν. Ὁ δ' Ἑρμῆς ἐλέησας αὐτὸν καταβὰς εἰς τὸν ποταμὸν ἤνεγκε πέλεκυν χρυσῆν. Τοῦ δὲ Ἑρμοῦ ἐρομένοῦ εἰ αὕτη εἴη ἡ πέλεκυς αὐτοῦ, ὁ ἐργάτης ἠρνήσατο. Ἔπειτα δ' ὁ θεὸς πάλιν καταβὰς ἔδωκεν αὐτῷ πέλεκυν ἀργυρῆν. Ἀλλὰ καὶ ταύτην οὐκ ἐδέξατο ὁ ἄνθρωπος. Τέλος δὲ ὁ Ἑρμῆς εὑρὼν τὴν πέλεκυν αὐτοῦ καὶ ἐπαινῶν τὴν δικαιοσύνην τὰς τρεῖς πελέκεις ἔδωκεν αὐτῷ. Ἄλλος δὲ ξυλοτόμος τις ταῦτα ἀκούσας, ἐλπίζων καὶ αὐτὸς χρυσόν τε καὶ ἄργυρον ἀπὸ τοῦ θεοῦ ληφθήσεσθαι, βαλὼν τὴν πέλεκυν εἰς τὸν ποταμόν, ἔκλαεν. Ὁ μὲν οὖν Ἑρμῆς ἐλέησας καὶ καταβὰς καὶ δείξας πέλεκυν χρυσῆν ἤρετο τοῦτον τὸν ἄνθρωπον εἰ αὕτη εἴη ἡ πέλεκυς αὐτοῦ. Ὁ δὲ ψευδῆς ὢν κατένευσεν. Ὁ δὲ Ἑρμῆς γνοὺς τὴν πονηρὰν φύσιν αὐτοῦ οὐκ ἔδωκεν αὐτῷ οὐδέν.

Ἀνάγνωσις τοῦ σνγ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:Νυκτερὶς...περὶ σωτηρίας ἐδεῖτο.
ἰδοῦ ἡ παράφρασις:
Chambry 1925, Aliter wrote:Νυκτερὶς...παρεκάλει περὶ σωτηρίας.
ὑπὲρ σωτηρίας ἱκέτευεν ἡ νυκτερίς.
Αἴσωπος wrote:...Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, πάντας αὐτῷ ἐδωρήσατο.
ἰδοῦ αἱ παραφράσεις:
bedwere wrote:Τέλος δὲ ὁ Ἑρμῆς εὑρὼν τὴν πέλεκυν αὐτοῦ καὶ ἐπαινῶν τὴν δικαιοσύνην τὰς τρεῖς πελέκεις ἔδωκεν αὐτῷ.
Chambry 1925, Aliter wrote:...ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, πάσας αὐτῷ ἐχαρίσατο.
Chambry 1925, Aliter wrote:Ἀλήθειαν δὲ ὁ Ἑρμῆς ὡς ἀκούει,
χαρίζεται εὐφρανθεὶς καὶ τοὺς τρεῖς τούτῳ.
ὁ μὲν Ἑρμῆς, ἰδὼν τὴν τοῦ ξυλευομένου δικαιοσύνην, τούτῳ πελέκεις τρεῖς ἔδωκεν. ὁ μὲν Θεός, ἰδὼν ἐν ἡμῖν τὴν τοῦ Χριστοῦ δικαιοσύνην, ἡμῖν δῶρα τριαδικὰ δίδωσιν. (λέγω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Χαῖρε, ὦ Μᾶρκε. Καὶ δὴ λέγεις μέγα μυστήριον. Εὐχαριστῶ οὖν σοι.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σνδ', σνε', σνϛ'

Ὁδοιπόροι καὶ ἄρκτος

Image

Ἄρκτος ἐπεφάνη φίλοιν ἅμα βαδιζόντοιν. Ὁ μὲν ἕτερος φυγὼν ἀνὰ δένδρον ἀνέβη. Ὁ δ' ἕτερος χαμαὶ πεσὼν προσεποιεῖτο τεθνηκέναι ὅτι οἱ ἄρκτοι οὐκ ἐσθίουσι τοὺς νεκρούς. Ἡ οὖν ἄρκτος ὀσφρανθεῖσα περὶ τὸ ὠτάριον αὐτοῦ ἀπῆλθεν. Ὁ δὲ πρῶτος ἐκ δένδρου καταβὰς ἤρετο τί εἴποι ἡ ἄρκτος. Ὁ δὲ δεύτερος ἀποκρινάμενος εἶπεν ὅτι δέοι συμπορεύσεσθαι μετὰ φίλων μὴ καταλιπόντων αὐτὸν ἐν κινδύνοις.

Ἀνάγνωσις τοῦ σνδ' μύθου

Ὁδοιπόροι καὶ κόραξ

Image

Οἰδοπόροι τινὲς εἶδον κόρακα μονόφθαλμον. Εἷς δ' αὐτῶν εἶπε τοῦτο σημαίνειν αὐτοῖς ἐπανιτέον. Ἄλλος δὲ ὑπολαβών· οὗτος ὁ ὄρνις, ἔφη, οὔτε τὴν ἑαυτοῦ συμφορὰν προεῖδεν οὔτε τὰ μέλλοντα ἡμῖν προορᾷ.

Ἀνάγνωσις τοῦ σνε' μύθου

Ὁδοιπόροι καὶ πέλεκυς

Image

Συμπορευομένων δύο ὁδοιπόρων εἷς εὗρεν ἀξίνην. Ὁ δὲ δεύτερος εἶπεν ἀμφοτέρους εὑρηκέναι. Ὁ δὲ πρῶτος ἀρνηθεὶς εἶπεν αὐτὸς μόνος εὑρηκέναι. Ἔπειτα δὲ οἱ τὴν ἀξίνην ἀποβεβληκότες παραγενόμενοι ἐδιόκον τὸν πρῶτον τὸν ἔχοντα αὐτήν. Ὁ μὲν πρῶτος ἀποτρέχων ἐκρασεν ἀμφοτέρους ἀπολωλέναι. Ὁ δὲ δεύτερος εἶπεν αὐτὸν μόνον ἀπολωλέναι.

Ἀνάγνωσις τοῦ σνϛ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σνζ', σνη', σνθ'

Ὁδοιπόροι καὶ πλάτανος

Image

Συνεπορεύοντο δύο τινές. Καὶ διὰ τὸ πολὺ καῦμα κεκοπιακότες ἐκλίνθησαν ὑπὸ τῇ σκιᾷ πλατάνου τινός. Λεγόντων δὲ αὐτῶν ὅτι ἡ πλάτανος καρποὺς οὐ διδοῦσα ἀχρήσιμός ἐστιν, αὕτη κατεῖπεν αὐτῶν τὴν ἀχαριστίαν ὥς γε τῇ σκιᾷ αὐτῆς χρησομένων.

Ἀνάγνωσις τοῦ σνζ' μύθου

Ὁδοιπόροι καὶ φρύγανα


Image

Ἄνθρωποί τινες συνοδεύοντες εἶδον ἀπὸ μάκροθεν κλάδους ἐν τῇ θαλάσσῃ. Καὶ νομίζοντες τούτους εἶναι ναῦν, ἐπέμενον αὐτούς. Μετὰ δ' ὀλίγον χρόνον οἱ κλάδοι ἐδόκουν εἶναι πλοῖον. Τέλος δέ, τούτων πρὸς τὸν ἀἰγιαλὸν ἀφιγμένων, τὸ μὲν ἀληθὲς ἐφάνη οἱ δ' ἄνθρωποι συνῆκαν τὴν ἁμαρτίαν.

Ἀνάγνωσις τοῦ σνη' μύθου

Ὁδοιπόρος καὶ Ἀλήθεια


Image

Ἄνθρωπός τις ἐν τῇ ἐρήμῳ παρέτυχεν γυναικὶ ταλαιπώρῳ. Καὶ αὐτὴ ἦν ἡ Ἀλήθεια τοὺς ἀνθρώπους πεφευγυῖα ὅτι πάντες ἐν ταῖς πόλεσιν ψευδεῖς γένοιντο.

Ἀνάγνωσις τοῦ σνθ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σξ', σξα', σξβ'

Ὁδοιπόρος καὶ Ἑρμῆς

Image

Ὁδεύων τις προσευξάμενος τὸν Ἑρμῆν περὶ ἀργυρίου ὑπέσχετο δώσειν τὸ ἥμισυ τῷ θεῷ. Εὑρὼν δὲ πήραν πλήρη φοινίκων καὶ ἀμυγδάλων ὀργισθεὶς κατέφαγεν αὐτά. Καὶ ἐλέγχων τὸν θεὸν ἔθυσεν αὐτῷ μόνον τὰ ὀστᾶ καὶ τὰ κελύφη.

Ἀνάγνωσις τοῦ σξ' μύθου

Ὁδοιπόρος καὶ Τύχη

Image

Ἄνθρωπός τις πολὺ πορευθεὶς μάλα ἔκαμνεν. Ὁ οὖν κατακλιθεὶς περὶ φρέαρ ἐκάθευδον. Μελλόντος δὲ αὐτοῦ καταπεσεῖσθαι, ἡ Τύχη ἐγείρουσα αὐτόν, « Ὦ οὗτος, ἐὰν ἐγὼ μὴ ἔσῳζον σε, » ἔφη, « σὺ ἤλεγχές με. »

Ἀνάγνωσις τοῦ σξα' μύθου

Ὄνοι πρὸς τὸν Δία


Image

Οἱ τῶν ὄνων πρέσβεις προσελθόντες πρὸς τὸν Δία ᾐτήσαντο αὐτοῦ ἀνάπαυσιν τῶν μεγάλων πόνων. Τούτου δὲ ἀδυνάτου ὄντος, ὁ μὲν Ζεὺς γελῶν εἶπεν ὅτι δέοι αὐτοὺς πρῶτον ποιῆσαι ποταμὸν ἐκ τοῦ οὔρου αὐτῶν, οἱ δ' ὄνοι ἐπείσθησαν. Μετὰ οὖν τοῦτο ὁτὰν ὄνος οὐρῇ καὶ οἱ ἄλλοι περιεστῶτες ὕδωρ ποιοῦσιν.

Ἀνάγνωσις τοῦ σξβ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· σξγ', σξδ', σξε'

Ὄνον ἀγοράζων

Image

Ἄνθρωπός τις ἐπρίατο ὂνον ὡς δοκιμάσων αὐτὸν πρὶν ἐκτεῖσαι. Ἰδὼν οὖν τὸν ὄνον φοιτῶντα τοὺς κακίστους ἑαυτοῦ ὄνους, γνοὺς τὴν φύσιν αὐτοῦ ἀπέδωκεν αὐτὸν τῷ πωλοῦντι.

Ἀνάγνωσις τοῦ σξγ' μύθου

Ὄνος ⟨ἄγριος καὶ ὄνος ἥμερος⟩

Image

Ὄναγρός τις κατανοῶν ὄνον πετὰ τῶν ἀνθρώπων οἰκοῦντα ἐθαύμασε τῆς ὑγιείας τε καὶ τῆς λιπαρότητος αὐτοῦ. Ἐπεῖτα δ' ἰδὼν τὸν αὐτὸν ὄνον βαστάζοντα μέγαν φόρτον καὶ κέντρῳ ὑπὸ τοῦ δεσπότου κινούμενον μετενόησεν.

Ἀνάγνωσις τοῦ σξδ' μύθου

Ὄνος ἅλας βαστάζων

Image

Ὄνος τις βαστάζων ἅλα διὰ ποταμοῦ σφαλεὶς ἔπεσεν. Διαλυθέντος οὖν τῷ ὕδατι τοῦ ἅλος, ὁ φόρτος ἐκείνου ἐγένετο κοῦφος. Ἐπεῖτα δὲ ὁ ὄνος βαστάζων σπόγγους ἕκων ἐσφάλην ἐν τῷ ποταμῷ. Τοῦ φόρτου βαρυτέρου γενομένου, ὁ οἴνος ἀπεπνίγη ἐν τῷ ὕδατι.

Ἀνάγνωσις τοῦ σξε' μύθου

Ἡ βίβλος

Post Reply