Greek Synaxarion

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Greek Synaxarion

Post by dikaiopolis »

In this thread, I will attempt to post a year of daily reading from the Greek synaxarion with lexical glosses and occasional grammatical notes. The texts are taken from Synaxarium ecclesiae Constantinopolitanum e codice Sirmondiano nunc Berolinensi (ed. Delehaye, 1902); see link below. I will try to gloss any vocabulary that an experienced Greek reader may want to look up. The synaxarion is a great resource for students of hagiography or the Greek language, especially for those who wish to expand their knowledge into the Byzantine period. Most of the passages are short, easy, interesting, and untranslated — compelling qualifications for daily practice. The Greek synaxarion is also useful for comparison with synaxaria in other languages (e.g. Gǝʿǝz, Armenian, Arabic, and Georgian). Please post any questions, historical comments, translations, addition glosses, or relevant artwork.

https://archive.org/stream/DelehayeSyna ... 0/mode/2up

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

ΣΥΝΑΞΑΡΙΟΝ
ΠΕΡΙΕΧΟΝ ΟΛΟΥ ΤΟΥ ΕΝΙΑΥΤΟΥ
ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΤΩΝ ΟΣΙΩΝ
ΕΝ ΣΥΝΤΟΜΩ ΤΑ ΥΠΟΜΝΗΜΑΤΑ
ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ἔχει ἡμέρας λ´, ἡ ἡμέρα ἔχει ὥρας ιβ´ καὶ ἡ νὺξ ὥρας ιβ´

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Sozon
Σεπτέμβριος ζ´

Ἄθλησις τοῦ ἁγίου μάρτυρος Σώζοντος. Οὗτος ὥρμητο ἐκ χώρας Λυκαόνων, πρότερον μὲν Ταράσιος καλούμενος, μετονομασθεὶς δὲ Σώζων διὰ τοῦ ἁγίου βαπτίσματος. Καὶ ποιμὴν προβάτων γενόμενος, ἀπελθών ποτε εἰς δρῦν μεγάλην, ἔνθα ἦν ὕδωρ, ἐνέβαλεν εἰς ὕδωρ ἐκεῖνο μετὰ προσευχῆς τρία βέλη καὶ τὸ τόξον αὐτοῦ. Ἔκτοτε οὖν ἐδέξατο ὁ τόπος ἰαμάτων θεῖα χαρίσματα. Ἐπεὶ δὲ ἐδίδασκεν καὶ ἐβάπτιζε πολλοὺς τῶν Ἑλλήνων καὶ τὰ εἴδωλα ἐμυσάττετο(1) τοσοῦτον, ὥστε καί ποτε εἰσελθεῖν ἐν ναῷ, ἐν ᾧ ἵστατο ἄγαλμα τῆς Ἀρτέμιδος ἐκ χρυσοῦ εὐρίζου κατεσκευασμένον, καὶ τούτου τὴν χεῖρα ἀποτεμεῖν καὶ εἰς μικρὰ διακλάσαι καὶ τοῖς πένησι παρασχεῖν, πολλοὺς τιμωρουμένους ὁρῶν ἐπὶ ὑπονοίᾳ τῆς κλοπῆς τῆς χειρὸς τοῦ ἀγάλματος, ὁ ἅγιος ἑαυτὸν κατεμήνυσε· καὶ παραστὰς Μαξιμιανῷ τῷ ἡγεμόνι, αὐτίκα τύπτεται σφοδρῶς καὶ ὑποδήμασι σιδηροῖς ὑποδεθεὶς ἀναγκάζεται τρέχειν· καὶ αὖθις ἐπὶ τοσοῦτον βάκλοις(2) τύπτεται, ὥστε τὰ ὀστᾶ τοῦ σώματος αὐτοῦ καταθραυσθῆναι καὶ τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παραθεῖναι.


(1) μυσάττομαι (aor. ἐμυσάχθην): to loathe

(2) βάκλον, τό: stick, cudgel (Lat. baculum)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

The Nativity of Mary
Σεπτέμβριος η´

Τὸ γενέσιον ἑορτάζομεν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου. Ἧς ὁ πατὴρ Ἰωακεὶμ ἐκαλεῖτο, ἐκ δὲ βασιλικῆς φυλῆς εἷλκε τὸ γένος. Ἀπὸ γὰρ τῆς σειρᾶς(1) τοῦ Ναθὰν τοῦ υἱοῦ Δαβὶδ κατήγετο. Ὅστις Ναθὰν ἐγέννησε τὸν Λευΐ, ὁ δὲ Λευῒ ἐγέννησε τὸν Μελχὶ καὶ τὸν Πάνθηρα, Πάνθηρ δὲ ἐγέννησε τὸν Βαμπάνθηρα, Βαμπάνθηρ δὲ τὸν Ἰωακείμ· ἡ δὲ μήτηρ αὐτῆς, ἥτις ἄνδρα ἔσχε τὸν Ἰωακείμ, Ἄννα ὠνομάζετο, καὶ αὐτὴ ἐκ βασιλικῆς φυλῆς ἕλκουσα τὸ γένος· γέγονε γὰρ ἐγγόνη Ματθάν, τοῦ εὑρισκομένου τρίτου ἀπὸ τέλους Δαβὶδ καὶ Σαλομῶνος· ὅστις Ματθὰν ἔγημε γυναῖκα, Μαρίαν ὀνόματι, ἐκ τῆς Ἰούδα φυλῆς καὶ ἐγέννησε τὸν Ἰακὼβ τὸν πατέρα τοῦ τέκτονος Ἰωσὴφ καὶ θυγατέρας τρεῖς Μαρίαν, Σοβῆ καὶ Ἄνναν. Καὶ ἡ μὲν Μαρία γεννᾷ Σαλώμην τὴν μαῖαν, ἡ δὲ Σοβὴ γεννᾷ τὴν Ἐλισάβετ, ἡ δὲ Ἄννα γεννᾷ τὴν Θεοτόκον, τὴν κατὰ τὸ ὄνομα τῆς μάμμης καὶ τῆς θείας ἐπικληθεῖσαν Μαρίαν.
Ὡς εἶναι τὴν Θεοτόκον θυγατέραν μὲν Ἄννης, ἐγγόνην δὲ Μαθὰν καὶ Μαρίας τῆς γυναικὸς αὐτοῦ, τὴν δὲ Ἐλισάβετ καὶ Σαλώμην ἀνεψιᾶς(2) μὲν τῆς Ἄννης, ἐξαδέλφας δὲ [τῆς] Θεοτόκου. Οὗτος οὖν ὁ Ἰωακεὶμ φιλόθεος ὢν τὸν τρόπον καὶ πλούσιος τὸν βίον, εἰ καὶ διπλᾶ τὰ δῶρα αὐτοῦ τῷ Θεῷ προσέφερεν, ἀλλὰ τὴν ἀπαιδίαν ὠνειδίζετο.
Ἐν μιᾷ γὰρ τῶν ἑορτῶν συνήθως προσενέγκας τὰ δῶρα αὐτοῦ, διότι οὐκ ἐποίησε παιδίον, ὠνειδίσθη παρά τινος τῶν Ἰουδαίων, εἰπόντος πρὸς αὐτὸν ὅτι· Οὐκ ἔξεστί σοι δῶρα προσφέρειν μεθ’ ἡμῶν, διότι ὑπάρχεις ἄτεκνος· Καὶ ἐπὶ τοῦτο δηχθεὶς τὴν καρδίαν, αὐτὸς μὲν μὴ ὑποστρέψας εἰς τὸν οἶκον παραυτίκα ἐν τῷ ὄρει προσφοιτᾷ εἰς ἔρημον τόπον, ἡ δὲ τούτου σύνευνος ἐν τῷ κήπῳ αὐτῆς, δάκρυσι [δὲ] καὶ λιταῖς ἱκετεύοντες τὸν Θεὸν δοῦναι αὐτοῖς τέκνον, εἰσηκούσθησαν καὶ παρεσχέθη αὐτοῖς καρπὸς κοιλίας ἅγιος, ἡ ὑπεράμωμος καὶ θεοτόκος Μαρία· ἧς σήμερον τὴν τιμίαν καὶ ὑπερκόσμιον γέννησιν ἑορτάζομεν.
Τελεῖται δὲ ἡ ταύτης σύναξις ἔν τε τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν τοῖς Χαλκοπρατείοις καὶ ἐν τοῖς Οὐρβικίου.


(1) σειρά, ἡ: cord, line; lineage.

(2) Perhaps read ἀνεψιάς. In later Greek, ἀνεψιά, ἡ = ἀδελφιδῆ, ἡ (niece).

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Joachim and Anna
Σεπτέμβριος Θ´

Ἡ σύναξις ἐπιτελεῖται τῶν δικαίων Ἰωακεὶμ καὶ Ἄννης, ἣν παρελάβομεν ἑορτάζειν τῇ ἐπαύριον τοῦ γενεσίου τῆς Θεοτόκου, οὐκ ἐπειδὴ κατὰ ταύτην ἔσχον τῆς ζωῆς τὴν τελείωσιν (ἡ γὰρ εἰκοστὴ πέμπτη τοῦ ἰουλίου ταύτην ἡμῖν γνωρίζει), ἀλλ’ ἐπειδὴ πρόξενοι τῆς παγκοσμίου σωτηρίας διὰ τῆς ἐξ αὐτῶν προελθούσης ἁγίας θυγατρὸς γεγόνασι, καταλλαγῆς λαβόντες ἐνέχυρα ἐν τῇ θείᾳ γεννήσει αὐτῆς. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἐξαέρῳ(1) οἴκῳ τῆς Θεοτόκου πλησίον τῆς μεγάλης ἐκκλησίας ἐν τοῖς Χαλκοπρατείοις.

(1) ἐξάερον, τό: narthex

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Menodora, Metrodora, and Nymphodora
Σεπτέμβριος ι´

Ἄθλησις τῶν ἁγίων μαρτύρων αὐταδέλφων καὶ παρθένων Μηνοδώρας, Νυμφοδώρας καὶ Μητροδώρας. Αὐταὶ ὑπῆρχον ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως οἰκοῦσαι ἀπὸ μιλίων δύο τῶν ἐξερχομένων θερμῶν ὑδάτων ἐν τοῖς Πυθίοις· διαβληθεῖσαι δὲ Φρόντωνι τῷ τῆς χώρας ἄρχοντι καὶ τούτῳ παραστᾶσαι καὶ μὴ πεισθεῖσαι τὸν Χριστὸν ἐξομόσασθαι, τιμωρίαις καθυποβάλλονται. Καὶ πρῶτα μὲν ἡ πρώτη ἀδελφὴ Μηνοδώρα ὑπὸ τεσσάρων δημίων ξανθεῖσα(1), εἶτα καὶ διὰ ῥάβδων τὰ σκέλη συντριβεῖσα καὶ ταῖς βασάνοις προσκαρτεροῦσα καὶ προσευχομένη τελειοῦται. Δευτέρα δὲ ἡ Μητροδώρα παραστᾶσα τῷ δικάζοντι καὶ κατ’ ὀφθαλμοὺς αὐτῆς βλέπουσα τὸ λείψανον τῆς ἀδελφῆς ἐρριμμένον καὶ διεξῳδηκός(2), ἠναγκάζετο ἀρνήσασθαι τὸν Χριστόν, ἵνα μὴ τὰ ὅμοια τῇ ἀδελφῇ πάθῃ. Τούτων λεγομένων, συνεισελθοῦσα τρίτη καὶ ἡ Νυμφοδώρα καὶ τῶν αὐτῶν ἀκούσασα, ὡς οὐδὲ αὐτὴ ἐπείθετο, ἐκδίδονται καὶ ἄμφω τοῖς δημίοις πρὸς φόνον· ἃς λαβόντες ἐκεῖνοι καὶ τοῦ βήματος ἐκβαλόντες, μοχλοῖς σιδηροῖς συντρίβουσι πάντα τὰ μέλη αὐτῶν· καὶ οὕτως τοῦ βίου ἐξάγονται. Θάπτονται δὲ πλησίον τῶν θερμῶν ὑδάτων, πολλὰς ἰάσεις ἕως τῆς σήμερον ἐπιτελοῦσαι.


(1) ξαίνω (aor. ἔξηνα): to scratch, comb; to thresh, mangle

(2) διεξοιδάω/διεξοιδέω: to swell out

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Theodora of Alexandria
Σεπτέμβριος ια´

Μνήμη τῆς ὁσίας Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ. Αὕτη ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Ζήνωνος πλουσίων γονέων θυγάτηρ, ὡραία πάνυ τὴν ὄψιν, ἀνδρὶ συζευχθεῖσα εὐγενεστάτῳ καὶ εὐλαβεῖ ὀνόματι Παφνουτίῳ. Ἐπεὶ δὲ φθόνῳ διαβόλου συνέβη αὐτῇ προσφθαρῆναι κατ’ ἔρωτα σατανικὸν ἑτέρῳ ἀνδρί, μετὰ τὴν ἐκπλήρωσιν τῆς ἁμαρτίας μεταμεληθεῖσα καὶ μὴ φέρουσα τὸν τοῦ οἰκείου συνειδότος(1) ὀνειδισμόν, ἀποδυσαμένη τὰ κοσμικὰ καὶ λάθρα ὑποδῦσα τὸ ἀγγελικὸν σχῆμα, ὡς ἀνὴρ Θεόδωρος λεγομένη καὶ εὐνοῦχος νομιζομένη, ἀπῆλθεν εἰς ἀνδρῷον μοναστήριον. Ὅθεν πᾶσαν ἄσκησιν καὶ σκληραγωγίαν ἐνδειξαμένη καὶ συκοφαντηθεῖσα ὡς πεπορνευκὼς καὶ τῆς μονῆς ἀπορριφεῖσα μετὰ τοῦ ὡς δῆθεν πορνογενοῦς αὐτῷ βρέφους καὶ ἑπτὰ ἔτη σὺν αὐτῷ διαρκέσασα ἐν ἐρημίᾳ καὶ πολλοὺς πειρασμοὺς καὶ μάστιγας ὑπομείνασα παρὰ τοῦ διαβόλου, αὖθις εἰσδέχεται εἰς τὸ μοναστήριον. Καὶ πλείονας τοὺς ἀγῶνας ἐπιδειξαμένη, ὡς μὴ μόνον τοῦ ἁμαρτήματος λυτρωθῆναι, ἀλλὰ καὶ χαρίσματος ἰαμάτων ἀξιωθῆναι, μετ’ ὀλίγον τῷ Θεῷ τὸ πνεῦμα παρατίθεται. Ἥτις μετὰ θάνατον διαγνωσθεῖσα, ὅτι γυνὴ ἦν φύσει, πολλὴν ἔκπληξιν ἐνέβαλε τοῖς ἰδοῦσί τε καὶ ἀκούσασι.


(1) συνειδός, τό: conscience

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Hieromartyr Autonomus
Σεπτέμβριος ιβ´

Ἄθλησις τοῦ ἁγίου ἱερομάρτυρος Αὐτονόμου. Ὃς ἦν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως ἐπίσκοπος γενόμενος Ἰταλίας· διὰ δὲ τὸν κατὰ τῶν χριστιανῶν διωγμὸν καταλιπὼν τὴν Ἰταλίαν, τὴν Βιθυνῶν καταλαμβάνει καὶ πρόσεισι χωρίῳ τινί, ᾧ τοὔνομα μὲν Σορεοί, κεῖται δὲ ἐν δεξιᾷ τοῦ εἰσπλέοντος τῷ τῆς Νικομηδείας κόλπῳ· κἀκεῖσε ξενίζεται παρ’ ἀνδρί τινι χριστιανῷ Κορνηλίῳ τὴν κλῆσιν. Χρόνον δὲ συχνὸν προσδιατρίψας αὐτῷ καὶ ναὸν οἰκοδομήσας ἐπὶ τῷ ὀνόματι Μιχαὴλ τοῦ τῶν ἀγγέλων ἀρχηγοῦ, χειροτονεῖ ἐν αὐτῷ τὸν Κορνήλιον διάκονον· εἶθ’ οὕτως ἐπὶ τὴν Λυκαόνων καὶ Ἰσαύρων ἀπαίρει διδάξων· καὶ ἐπανελθὼν πάλιν πρὸς Κορνήλιον, τοῦτον εἰς τὸν τῶν ἱερέων ἀνάγει βαθμόν. Ἐπεὶ δὲ καὶ Διοκλητιανὸν πρὸς τὴν Νικομήδους ἥκοντα ἔγνω, ἐπὶ τὸ Μαντίνιον καὶ τὴν Κλαυδιούπολιν αὖθις ἀποπλέει κἀνταῦθα τὸν λόγον τῆς εὐσεβείας διασπείρας, ἐπὶ Σορεοὺς ἀναστρέφει καὶ τὸν Κορνήλιον τελειοῖ τῷ τῆς ἐπισκοπῆς ἀξιώματι, κἀκεῖθεν πάλιν τὴν Ἀσιανὴν ἐπέρχεται χώραν. Ὕστερον δὲ πάντων πρὸς Κορνήλιον ὑποστρέψας καὶ τὴν ὑπ’ αὐτὸν ποίμνην ἐπισκεψάμενος, εἰς μανίαν κινήσας τοὺς Ἕλληνας διὰ τὸ πολλοὺς διδάσκειν τὴν εἰς Χριστὸν πίστιν, λίθοις καὶ ξύλοις βληθεὶς ὑπὸ τῶν εἰδωλολατρῶν ἀναιρεῖται ἔνδον τοῦ θυσιαστηρίου τοῦ ναοῦ τοῦ ἀρχιστρατήγου, τὴν θείαν μυσταγωγίαν ἐπιτελῶν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Cornelius the Centurion
Σεπτέμβριος ιγ´

Μνήμη τοῦ ἁγίου Κορνηλίου τοῦ ἑκατοντάρχου καὶ τῶν δι’ αὐτοῦ τῇ πίστει προσελθόντων, Δημητρίου καὶ τῆς γυναικὸς αὐτοῦ Εὐανθίας καὶ Δημητριανοῦ τοῦ υἱοῦ αὐτῶν. Ὁ ἅγιος Κορνήλιος ἐν τοῖς τῶν ἀποστόλων χρόνοις ἦν καὶ βίον ἀνεπίληπτον μετερχόμενος, πρῶτος ἐξ ἐθνῶν ἐπίστευσε τῷ Χριστῷ· εἶδε γὰρ ἄγγελον προτρεπόμενον αὐτῷ τὸν ἀπόστολον Πέτρον μετακαλέσασθαι καὶ παρ’ αὐτοῦ ἀκοῦσαι ἃ δεῖ· ὃς καὶ μετακληθεὶς καὶ παραγενόμενος πρὸς αὐτὸν κατήχησε καὶ ἐβάπτισε καὶ τὴν προστασίαν τῆς Σκεψέων πόλεως ἐνεχείρισεν· ἐν ᾗ ὑπῆρχε Δημήτριός τις φιλόσοφος, μέγα κατὰ τῆς τῶν χριστιανῶν πίστεως φρυαττόμενος(1). ᾯ καὶ παραστὰς Κορνήλιος καὶ μὴ πεισθεὶς θῦσαι τοῖς εἰδώλοις, ἀλλὰ καὶ αὐτὰ καὶ τὸν αὐτῶν ναὸν διὰ προσευχῆς καταβαλών, τῆς πόλεως ἤδη προκατασεισθείσης ἁπάσης καὶ τῆς γυναικὸς τοῦ Δημητρίου Εὐανθίας καὶ τοῦ υἱοῦ Δημητριανοῦ ἐναποληφθέντων(2) ἔνδον τῶν τοῦ ναοῦ ἐρειπιώσεων(3), ἀναρτᾶται ἔνδον τῆς φυλακῆς χεῖρας ὁμοῦ καὶ πόδας δεσμηθείς· ἐπεὶ δὲ μεμαθήκει Δημήτριος, ὅτι καὶ ἡ γυνὴ καὶ ὁ υἱὸς συγκατεχώσθησαν(4) τῇ καταστροφῇ τοῦ ναοῦ καὶ ἀνακαλοῦνται κάτωθεν τὸν Θεὸν τῶν χριστιανῶν καὶ τὸν θεράποντα αὐτοῦ Κορνήλιον, δρομαῖος παρὰ τῇ φυλακῇ ἐλθὼν καὶ καταλαβὼν τὸν ἅγιον λυθέντα ὑπὸ ἀγγέλου καὶ τούτου τοῖς ποσὶ προσπεσὼν καὶ ὑποσχεθεὶς τὸ βαπτισθῆναι πανοικί, ἐὰν ἀπολάβῃ ζῶντας τήν τε γυναῖκα καὶ τὸν υἱὸν διὰ προσευχῆς αὐτοῦ, εὐθὺς τούτους ἀβλαβεῖς ἐκ τῆς γῆς ἀναδοθέντας ἰδὼν προσέρχεται τῷ Κορνηλίῳ καὶ τὰς ὑποσχέσεις ἀποπληροῖ, τῷ Χριστῷ προσαχθεὶς δι’ αὐτοῦ μετὰ πάντων τῶν ὑπ᾽ αὐτόν.


(1) φρυάττω: (A) to rage; (M-P) to neigh; to be wanton, insolent

(2) ἐναπολαμβάνω: to confine, cut off and enclose

(3) ἐρειπίωσις, ἡ (cf. ἐρείπιον, τό): ruins

(4) συγκαταχώννυμι: to bury together

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Constantine and the Cross
Σεπτέμβριος ιδ´

Ἡ τοῦ σεπτεμβρίου τεσσαρεσκαιδεκάτη τήν τε εὕρεσιν καὶ ὕψωσιν τῶν τιμίων ξύλων ἑορτάζειν ἡμῖν προτρέπεται ἐξ αἰτίας τοιαύτης. Κωνσταντῖνος ὁ μέγας καὶ πρῶτος ἐν χριστιανοῖς βασιλεὺς κεκίνηκέ ποτε πόλεμον, ὡς μέν τινες λέγουσι τῶν ἱστοριογράφων, ἐν τῇ Ῥώμῃ κατὰ τοῦ Μαγνεντίου πρὸ τοῦ κρατῆσαι τῆς βασιλείας· ὡς δὲ ἕτεροι, ὅτι εἰς τὸν Δάνουβιν ποταμὸν κατὰ τῶν Σκυθῶν. Ἰδὼν δὲ τὸν στρατὸν τῶν πολεμίων πολύν, τὸν δὲ ἴδιον κατὰ πολὺ ἐλάττονα, εἰς λύπην καὶ ἀπορίαν καταπέπτωκεν. Εἶτα ἐν τῇ νυκτὶ ἀτενίσας ἐν τῷ οὐρανῷ ὁρᾷ τὸν τίμιον σταυρὸν καὶ γραφὴν δι’ ἀστέρων δηλοῦσαν· “Κωνσταντῖνε, ἐν τούτῳ νίκα.” Ποιήσας οὖν ἔκτοτε ὁμοίωμα τοῦ θεαθέντος σταυροῦ καὶ μετὰ τοῦτο εἰς τὰς παρατάξεις προπορευόμενος, νικᾷ κατὰ κράτος τοὺς ἐχθρούς· καὶ ἐγκρατὴς πάσης τῆς οἰκουμένης γενόμενος καὶ μέγας βασιλεὺς παρὰ πάντων ἀναγορευόμενος ἐν ἔτει εἰκοστῷ τῆς βασιλείας αὐτοῦ μαθὼν περὶ τῆς μητρὸς αὐτοῦ, ὅποι διάγοι, καὶ ταύτην μετὰ τιμῆς βασιλικῆς ἐπαναγαγὼν καὶ βασιλικῷ διαδήματι στέψας καὶ μετ’ αὐτοῦ διάγειν καὶ συμβασιλεύειν παρακελευσάμενος, τῷ θείῳ βαπτίσματι συμφωτισθεῖσαν· καὶ τὰ μετὰ τοῦ σταυροῦ αὐτῷ προσγινόμενα τρόπαια ταύτῃ διηγησάμενος καὶ πρὸς ἔρωτα διεγείρας τῆς τιμῆς τοῦ τροπαιοφόρου σταυροῦ, ἔπεισε ταύτην μηδενὸς ἄλλου φροντίζειν ἢ τῆς τούτου ἀληθοῦς ἐπικτήσεως. Τοίνυν καὶ ἐν μιᾷ τῶν νυκτῶν καθεύδουσα ὁρᾷ καθ’ ὕπνους ὀπτασίαν τινὰ θείαν, κελεύουσαν αὐτῇ καταλαβεῖν τὰ Ἱεροσόλυμα καὶ τοὺς καταχωσθέντας(1) θείους τόπους εἰς φῶς ἀγαγεῖν ζήτησίν τε ποιήσασθαι τοῦ σεβασμίου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνήματος, χώμασι πλείστοις καὶ εἰδωλικοῦ ναοῦ ἀνεγέρσει παρὰ τῶν ἑλλήνων ἀποκρυβέντος καὶ τοῦ ἐνδόξου αὐτοῦ σταυροῦ καὶ ζωοποιοῦ, ἡ δὲ ἀφυπνισθεῖσα καὶ τὴν ὀπτασίαν τῷ αὐτῆς παιδὶ καὶ βασιλεῖ διηγησαμένη, ἐξαιτεῖται τὰ κελευσθέντα ἀποπληρῶσαι· διὸ καὶ ἀποστέλλεται παρ’ αὐτοῦ ἅμα στρατοπέδῳ πολλῷ εἰς Ἱεροσόλυμα κἀκεῖσε φθάσασα καὶ τοὺς Ἰουδαίους κρατήσασα καὶ κολακείαις καὶ ἀπειλαῖς καὶ αἰκίαις ὑποβαλοῦσα, εὗρε τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν, διακριθέντα τῇ ἐνεργείᾳ τῆς ζωοποιοῦ δυνάμεως τοῦ προκομιζομένου νεκροῦ, σὺν τοῖς λοιποῖς συμβόλοις τοῦ ἀχράντου(2) πάθους τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀποκαλυφθέντος περὶ τούτων καὶ Μακαρίου τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων καὶ τὸν τόπον, ἐν ᾧ ἐκρύπτοντο, δηλώσαντος· καὶ εὑροῦσα ἐκέλευσεν ὑψωθῆναι ἐπὶ τῆς ἁγίας ἐκκλησίας, ὡς ἂν κατίδωσι τοῦτον πάντες οἱ χριστιανοί. Ἐπὶ τούτοις δὲ χαρὰν μεγάλην δεξαμένη ἡ ἀοίδιμος βασίλισσα Ἑλένη καὶ θεσπίσασα(3) ἐκκλησίας γενέσθαι ἐν τῷ ζωοποιῷ μνήματι καὶ ἐν τῷ ἁγίῳ Γολγοθᾷ καὶ ἐν τῇ Βηθλεὲμ ἐν τῷ σπηλαίῳ καὶ ἐν τῷ ὄρει τῶν ἐλαιῶν, καὶ ἄλλα πάμπολλα ἀγαθὰ ἐν Ἱεροσολύμοις ποιήσασα, ἀναλαβομένη μέρος τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ σὺν τοῖς ἥλοις καὶ τὸ λοιπὸν ἐν γλωσσοκόμῳ(4) ἀργυρῷ ἐμβαλοῦσα καὶ παραδοῦσα Μακαρίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων, καταλαμβάνει τὸν πανεύφημον βασιλέα καὶ παῖδα αὐτῆς μετὰ τῆς μερίδος τοῦ τιμίου σταυροῦ καὶ τῶν ἥλων· ἣν καὶ μετὰ πολλῆς εὐφροσύνης ὑπεδέξατο ὁ βασιλεὺς καὶ τοὺς μὲν ἁγίους ἥλους ἀπολαβὼν ἐν τῇ ἰδίᾳ περικεφαλαίᾳ καὶ τῷ χαλινῷ(5) τοῦ ἵππου αὐτοῦ ἐντίθησι, τὴν δὲ μερίδα τοῦ τιμίου σταυροῦ ἀποθέμενος ἐν χρυσῇ θήκῃ παραδίδωσι τῷ ἐπισκόπῳ τῆς πόλεως εἰς τήρησιν, ὡς ἂν ἐνιαυσιαίαις μνήμαις ἑορτάζηται ἡ ἀνάδειξις καὶ ἀνύψωσις τοῦ τιμίου σταυροῦ παγκοσμίως· ἧς καὶ κατ’ ἔτος λαμπρῶς ἐπιτελουμένης, σκιρτᾷ καὶ γέγηθεν(6) ἡ καθολικὴ καὶ μεγάλη ἐκκλησία, ὡς δεδοξασμένη δι’ αὐτοῦ, καὶ πᾶς ὁ τῶν πιστῶν λαὸς ἁγιάζεται.


(1) καταχώννυμι: to cover with a heap; bury

(2) ἄχραντος, -ον: undefiled

(3) θεσπίζω: to prophesy; to decree, declare (esp. of emperors)

(4) γλωσσοκομεῖον, τό: casket; money-box

(5) χαλινός, ὁ: bit; corner of the horse’s mouth

(6) γηθέω: to rejoice

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Philotheos
Σεπτέμβριος ιε´

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Φιλοθέου. Ὃς ὥρμητο θέματος μὲν Ὀψικίου, κώμης δὲ καλουμένης Μύρμηκος, ἐκ κοιλίας μητρὸς ἁγιασθεὶς καὶ τοῦ μητρικοῦ ὀνόματος κατάλληλον τὴν κλῆσιν δεξάμενος· Θεοφίλα γὰρ ἐλέγετο. Οὗτος ἦν ὅλως τῷ Θεῷ ἀνάθημα, νηστείᾳ σχολάζων, προσευχαῖς προσκαρτερῶν, ἐν ταῖς θείαις συνάξεσιν οὐκ ἀπολιμπανόμενος, ταῖς ἀναγνώσεσι νουνεχῶς προσομιλῶν(1), τοῖς πτωχοῖς ἐπαρκῶν, τοῖς πᾶσι τὰ πάντα γενόμενος· γάμῳ δὲ προσομιλήσας καὶ παίδων πατὴρ γενόμενος, τῆς ἱερωσύνης καταξιοῦται. Ἔκτοτε πάλιν οἱ ψαλμοὶ ἐπὶ στόματος, αἱ χεῖρες τοῦ γεηπονεῖν οὐκ ἠμέλουν. Ἡ δὲ ἐλεημοσύνη ἀμέτρητος· ὅθεν καὶ θαυμάτων μεγίστων ἠξιώθη, διὰ μόνης προσευχῆς ἐξ ἀπόρων ταμιείων τοῖς πεινῶσιν ἄρτον παρασχών· ἀλλὰ καὶ ποτάμιον ὕδωρ εἰς οἶνον μετέβαλλε καὶ λίθον μέγιστον λόγῳ μόνῳ μετατέθηκεν· καὶ μετὰ ἐνιαυτὸν τῆς κοιμήσεως αὐτοῦ μετατιθεμένου ἐν ἑτέρῳ τόπῳ, αὐτὸς τὰς χεῖρας ὡσεὶ ζῶν ἐκτείνας καὶ τῶν ὤμων δραξάμενος τῶν δύο ἱερέων βουλομένων αὐτὸν μεταθεῖναι, ἀνέστη καὶ τρεῖς βάσεις βηματίσας(2) κατετέθη ἐν ᾧ νῦν τόπῳ κείμενος βλύζει(3) πηγὴν ἀεννάου μύρου, θαυμαστήν τινα καὶ ξένην τῆς αὐτοῦ πολιτείας(4) παρέχων ἀπόδειξιν.


(1) προσομιλέω: to hold intercourse with; to discourse, lecture; to be conversant with; to associate oneself with

(2) βηματίζω: to step, walk

(3) βλύζω: to bubble, gush forth

(4) πολιτεία, ἡ: In later Greek, “ascetic practice” (in addition to: citizenship, way of life, etc.)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Euphemia
Σεπτέμβριος ιϲ´

Ἄθλησις τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας. Αὕτη κατὰ τοὺς καιροὺς Διοκλητιανοῦ τοῦ βασιλέως γέγονε καὶ Πρίσκου ἀνθυπάτου Εὐρώπης, ἐκ πόλεως Χαλκηδόνος, θυγάτηρ οὖσα Φιλόφρονος καὶ Θεοδωρησιανῆς. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν διαβληθεῖσα καὶ παραστᾶσα τῷ ἀνθυπάτῳ, τροχοῖς καὶ πυρὶ πρότερον προσπαλαίσασα, ἔτι δὲ μηχαναῖς ἑτέρων βασανιστηρίων, τὸ τελευταῖον ἐπὶ τοῦ σταδίου ἀφεθέντων αὐτῇ λεόντων, τοῦ σώματος αὐτῆς ἀλωβήτου ἀπὸ τῆς τούτων βλάβης φυλαχθέντος, κλήσεως ἄνωθεν αὐτῇ ἐπιγενομένης, ἐν αὐτῷ τῷ θεάτρῳ παρέδωκε τὴν ψυχὴν τῷ Κυρίῳ. Τελεῖται δὲ ἡ ταύτης σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῆς μαρτυρείῳ, τῷ ὄντι ἐν τοῖς Ἀντιόχου καὶ πλησίον τῶν Λαύσου.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Sophia and Her Three Daughters
Σεπτέμβριος ιζ´

Ἄθλησις τῶν ἁγίων Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης τῶν αὐταδέλφων καὶ τῆς μητρὸς αὐτῶν Σοφίας. Αὗται ὑπῆρχον ἐξ Ἰταλίας ἐπὶ τῆς βασιλείας Ἀδριανοῦ. Ἀχθεῖσα οὖν ἡ Πίστις ἐτῶν ὑπάρχουσα δεκαδύο καὶ ἐρωτηθεῖσα καὶ τὸν Χριστὸν ὁμολογήσασα, ῥαβδίζεται καὶ μέρη τινὰ τοῦ σώματος ἀφαιρεῖται σιδήρῳ, ἐξ ὧν ἀντὶ τοῦ αἵματος γάλα ἔρρευσεν, καὶ εἰς πυρὸς ἐσχάραν ἐναποτίθεται καὶ ἄφλεκτος μείνασα ξίφει τὴν κεφαλὴν τέμνεται· ἔπειτα καὶ ἡ Ἐλπὶς ἐτῶν ὑπάρχουσα δέκα νεύροις τύπτεται, εἰς πῦρ ἀπορρίπτεται, ἀναρτηθεῖσα ξέεται(1), εἰς λέβητα ἐμβάλλεται καὶ παραδόξως ῥυσθεῖσα, καὶ αὐτὴ τὸν διὰ ξίφους δέχεται θάνατον. Εἶτα ἡ Ἀγάπη χρόνων οὖσα ἐννέα καὶ αὐτὴ ὁμοίως ἀνεσκολοπίσθη(2), καὶ μείνασα ἀβλαβὴς ἀπετμήθη τὴν κάραν. Ἡ δὲ τούτων μήτηρ Σοφία μετὰ τρίτην ἡμέραν, τῷ τάφῳ αὐτῶν παραμένουσα καὶ δάκρυσι καταβρέχουσα, τὴν ψυχὴν τῷ Θεῷ παρατίθεται.


(1) ξέω: shave, carve; flog (=ξαίνω)

(2) ἀνασκολοπίζω: to impale

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Ariadne
Σεπτέμβριος ιη´

Τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῆς ἁγίας Ἀριάδνης, ἥτις ἀλλαχοῦ καὶ Μαρία λέγεται. Αὕτη ἐπὶ Ἀδριανοῦ καὶ Ἀντωνίνου τῶν βασιλέων ἤθλησεν, δούλη τινὸς χρηματίσασα Τερτύλου ὀνομαζομένου, πρώτου ὄντος τῆς Πρυμισέων πόλεως Φρυγίας Σαλουταρίας. Κατέστη δὲ ὑπὸ τοῦ κυρίου αὐτῆς εἰς μαρτύριον διὰ τὸ τὸν Χριστὸν σέβεσθαι καὶ μὴ θελῆσαι ἐπὶ τοῖς γενεθλίοις τοῦ παιδὸς τοῦ κυρίου αὐτῆς συνεορτάσαι ἐν τῷ ναῷ τῶν εἰδώλων καὶ συνευωχηθῆναι. Διὸ καὶ ξεσθεῖσα(1) σφοδρῶς τότε μὲν ἀφείθη· ἐπειδὴ δὲ πάλιν ἐδιώκετο ὑπὸ τοῦ ἡγεμόνος, πέτρᾳ τινὶ πλησιάσασα ηὔξατο ῥυσθῆναι καὶ θείᾳ νεύσει(2) ῥαγείσης τῆς πέτρας, μέσον αὐτῆς εἰσεδέχθη, τῶν διαρρηγμάτων αὖθις εἰς ἓν συνελθόντων. Λέγεται δὲ τοὺς ἀνελθόντας προστάξει τοῦ ἡγεμόνος τὴν πέτραν τεμεῖν καὶ τὴν ἁγίαν ἐξάξαι ἐξ ἐπιφανείας ἀγγέλων ἐφίππων δόρατα κατεχόντων διαφθαρῆναι καὶ ἀπολέσθαι.


(1) ξέω: shave, carve; flog (=ξαίνω)

(2) νεῦσις, ἡ: inclination; command

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Sabbatius, Trophimus, and Dorymedon
Σεπτέμβριος ιθ´

Μνήμη τῶν ἁγίων μαρτύρων Τροφίμου,
Σαββατίου καὶ Δορυμέδοντος. Οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Πρόβου· καὶ ὁ μὲν Σαββάτιος ἐπὶ τῆς πόλεως Ἀντιοχείας τῆς Πισιδίας ἠγωνίσατο, παραστὰς τῷ Βικαρίῳ· καὶ τυφθεὶς καὶ ξεσθεὶς καὶ ἐν φυλακῇ εἱρχθείς, ἐν αὐταῖς ταῖς βασάνοις παρέδωκε τὸ πνεῦμα. Ὁ δὲ Τρόφιμος κρηπῖσι σιδηραῖς ὑποδεθεὶς καὶ τοῖς ἐν αὐταῖς ἥλοις ἐμπαρείς, ἀπεστάλη Περινίῳ Διονυσίῳ ἡγεμόνι Φρυγίας Σαλουταρίας ἐν τῇ νῦν τῶν Συνάδων μητροπόλει· καὶ ἐν αὐτῇ τὰς πολλὰς ἐπινοίας τοῦ τυράννου, ἃς ἐπήγαγε, τῇ στερρότητι κενὰς ἔδειξε· καὶ τὸν Δορυμέδοντα κοινωνὸν τῆς ἀθλήσεως προσλαβὼν καὶ μετ’ αὐτοῦ αὖθις ἱκανῶς ἐναθλήσας, ἀπετμήθη τὴν κεφαλήν, τὸ αὐτὸ τέλος καὶ τοῦ ἁγίου Δορυμέδοντος λαβόντος. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ ἀποστολείῳ(1) τοῦ ἁγίου καὶ κορυφαίου ἀποστόλου Παύλου ἐν τῷ ὀρφανοτροφείῳ.


(1) ἀποστολεῖον, τό: shrine of an apostle, church dedicated in honour of an apostle

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

To any readers out there:

Please feel free to make any suggestions you may have — if I should add more or less vocabulary, if I am glossing the wrong words, if the readings are too short, κτλ.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Eustathius and Theopiste
Σεπτέμβριος κ´

Ἄθλησις τοῦ ἁγίου μεγαλομάρτυρος Εὐσταθίου καὶ Θεοπίστης καὶ τῶν τέκνων αὐτῶν Θεοπίστου καὶ Ἀγαπίου. Οὗτοι ἐπὶ τῆς βασιλείας Τραϊανοῦ ὑπῆρχον, Ῥωμαῖοι τῷ γένει, ἕλληνες τῇ θρησκείᾳ. Ἐκαλεῖτο δὲ ὁ μὲν Εὐστάθιος Πλακίδας πρὸ τοῦ πιστεῦσαι, τῇ τοῦ στρατιώτου ἀξίᾳ τετιμημένος, ἡ δὲ γυνὴ αὐτοῦ Τατιανή. Ἐπεὶ δὲ ἐξ ἐπιφανείας τοῦ Χριστοῦ τῇ τῶν χριστιανῶν πίστει προσῆλθον (ὡς γὰρ ὁ Παῦλος, οὕτω καὶ ὁ Εὐστάθιος οὐρανόθεν τὴν κλῆσιν ἐδέξατο, ἀγαθὸς ὢν τοῖς τρόποις καὶ τοῖς ἐνδεέσι τὰ πρὸς χρείαν ἐπαρκῶν), ἐξ ἐπιβουλῆς τοῦ πονηροῦ δαίμονος παραχωρήσει(1) Θεοῦ καὶ δοκιμῇ μυρίαι διαδέχονται τούτους συμφοραί, στέρησις τῶν ὄντων, διάζευξις ἀπ’ ἀλλήλων, τῆς μὲν κατὰ τὸν ἀπόπλουν τῶν νηπίων δὲ κατὰ τὸν ποταμόν, ἐν τῷ διαπερᾶν θηρίων μερισαμένων αὐτά. Εὐστάθιος δὲ ἐπὶ τῆς ἀλλοτρίας τῶν φιλτάτων ἔρημος προσαίτης γίνεται πεντεκαίδεκα χρόνους. Ἐπεὶ δὲ Θεοῦ προνοίᾳ παρὰ βασιλέως ζητηθεὶς καὶ εὑρεθεὶς εἰς τὴν ἀρχαίαν ἐπανῆλθεν εὐδαιμονίαν, γυναικί τε καὶ τέκνοις ἀναγνωρισθεὶς καὶ τρόπαια στησάμενος μέγιστα κατὰ πολεμίων, εἰς Ῥώμην αὖθις ἀνθυποστρέφει· καὶ θυσίαν τοῖς εἰδώλοις διὰ ταῦτα προσενεγκεῖν ἀναγκασθεὶς παρὰ Ἀδριανοῦ καὶ μὴ πεισθείς, ταύρῳ χαλκῷ πυρωθέντι βάλλεται συνάμα γυναικὶ καὶ τοῖς τέκνοις· καὶ οὕτως ἐτελειώθη αὐτῶν ἡ μαρτυρία. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ μαρτυρείῳ αὐτῶν, τῷ ὄντι ἐν τῷ Δευτέρῳ.


(1) παραχώρησις, ἡ: retiring; surrender; permission (later Greek)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Jonah
Σεπτέμβριος κι´

Μνήμη τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου Ἰωνᾶ. Οὗτος ἦν υἱὸς τοῦ Ἀμαθὶ ἀπὸ Γὲτθ ἐκ γῆς Καριαθιαρεὶμ πλησίον Ἀζώτου πόλεως ἑλλήνων· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους ἀπελθὼν ἐν Νινευῒ καὶ κηρύξας καὶ ἀνακάμψας οὐκ ἔμεινεν ἐν τῇ γῇ αὐτοῦ· ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν ἐν τῇ Ἀσοῦρ χώρᾳ τῶν ἀλλοφύλων· ἔλεγε γὰρ ὅτι· “Οὕτως ἀφέλω τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς πόλεως τῆς μεγάλης.” Οὗτός ἐστιν [ὁ] υἱὸς τῆς χήρας, ὃν ἤγειρεν Ἠλίας ὁ προφήτης. Ἦν γὰρ τότε Ἠλίας ἐλέγχων τὸν Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγε· καὶ ἐλθὼν εἰς Σάραυθα τῆς Σιδονίας, εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς καὶ ἔμεινε παρ’ αὐτοῖς (οὐ γὰρ ἠδύνατο μένειν μετὰ τῶν ἀπεριτμήτων) καὶ εὐλόγησεν αὐτὴν διὰ τὴν ξενοδοχίαν αὐτῆς· ἦν γὰρ γινώσκων αὐτὴν ἐκ πρώτης. Ἧς καὶ θανόντα τὸν υἱὸν ἤγειρεν· ᾠκονόμησε δὲ ὁ Θεὸς τὸν Ἠλίαν πεινάσαντα ξενισθῆναι ὑπὸ τῆς χήρας, ὥστε εὔξασθαι λυθῆναι τὸν αὐχμόν(1)· ὃ καὶ γέγονεν. Ἀναστὰς δὲ μετὰ τὸν λιμὸν Ἰωνᾶς ἐπορεύετο εἰς γῆν Ἰούδα· κατὰ οὖν τὴν ὁδὸν τέλος λαβούσης τῆς αὐτοῦ μητρός, ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεβόρας. Αὐτὸς δὲ κατῴκησεν ἐν γῇ Σενναάρ· ἔνθα καὶ ἀποθανὼν ἐτάφη ἐν σπηλαίῳ τοῦ Κενεζέου, κριτοῦ γενομένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. Ἐν δὲ τῷ μέλλειν τελευτᾶν ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ἐφ’ ὅλην τὴν γῆν, ὅτι· Ὅταν ἴδωσι (φήσας) λίθον βοῶντα οἰκτρῶς λεπτὴν φωνὴν καὶ κάνθαρον(2) ἀπὸ ξύλου πρὸς Θεὸν φθεγγόμενον, τότε ἐγγίζειν τὴν σωτηρίαν· τότε ὄψονται τὴν Ἱερουσαλὴμ ἠδαφισμένην ὅλην ἕως θεμελίων καὶ εἰς αὐτὴν πάντα τὰ ἔθνη ἥξει ἐν προσκυνήσει Κυρίου καὶ μεταθήσουσι τοὺς λίθους αὐτῆς κατὰ δυσμὰς ἡλίου, καὶ ἐκεῖ ἐστιν ἡ προσκύνησις τοῦ ἠλειμμένου διὰ τὸ Ἱερουσαλὴμ βδελυχθῆναι ἐν ἐρημώσει θηρίων· καὶ τότε ἥξει τὸ τέλος πάσης πνοῆς. Ἦν δὲ ὁ Ἰωνᾶς τὴν κεφαλὴν φαλακρός, σιμὸς τὴν γενειάδα καὶ λευκὸς ταῖς θριξί.


(1) αὐχμός, ὁ: drought

(2) κάνθαρος, ὁ: dung beetle

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Quadratus
Σεπτέμβριος κβ´

Ἄθλησις τοῦ ἁγίου ἱερομάρτυρος καὶ ἀποστόλου Κοδράτου. Οὗτος ἀρχαῖος καὶ πολυΐστωρ ἀνὴρ ὑπάρχων, ἐν Ἀθήναις, εἶτα ἐν Μαγνησίᾳ τὸν λόγον τοῦ Κυρίου κατήγγειλε καὶ πολλοὺς φωταγωγήσας τοῖς δόγμασι, πρὸς φῶς θεογνωσίας ἐπανήγαγεν. Ὅθεν ἐξ Ἀθηνῶν τῆς αὐτοῦ ποίμνης ὑπὸ τῶν διωκτῶν ἀπελαύνεται, πρότερον λίθοις βληθεὶς καὶ πυρὶ καὶ ποιναῖς ἄλλαις· ὕστερον δὲ ἐπὶ Ἀδριανοῦ τοῦ Αἰλίου τὸν στέφανον τοῦ μαρτυρίου κομίζεται.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

The Conception of John the Baptist
Σεπτέμβριος κγ´

Ἡ σύλληψις τοῦ ἁγίου Ἰωάννου προφήτου προδρόμου καὶ βαπτιστοῦ τοῦ Σωτῆρος, ἣν εὐηγγελίσατο τῷ πατρὶ αὐτοῦ τῷ προφήτῃ καὶ ἱερεῖ Ζαχαρίᾳ ἔνδον τοῦ ναοῦ θυμιῶντι ὁ θεῖος ἀρχιστράτηγος εἰπών· “Εἰσηκούσθη ἡ δέησίς σου”, ὡς ἐκ τούτου προμηνύεσθαι διὰ τὸ παράδοξον τοῦ τε γήρως καὶ τῆς στειρώσεως καὶ τὴν κύησιν τῆς Ἐλισάβετ τὸν θεῖον καὶ παρθενικὸν τῆς παναχράντου καὶ θεοτόκου Μαρίας τόκον καὶ καθ’ ὃν μῆνα ἤρξατο συλλαμβάνειν· κατὰ γὰρ τὸ εὐαγγέλιον ἔνδον ὄντι εἰς τὰ ἅγια τῶν ἁγίων τῷ Ζαχαρίᾳ ἄγγελος ὤφθη καὶ εἶπε περὶ τοῦ τόκου τοῦ Ἰωάννου· κατὰ δὲ τὰς γραφάς, ὅτι καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς καὶ ποτὲ ἐν τῷ μηνὶ τῷ Γορπιαίῳ τῆς σκηνοπηγίας καὶ τῆς νηστείας τῶν Ἰουδαίων· εἰ τοίνυν μετὰ τὸν Γορπιαῖον μῆνα, ὃς λέγεται σεπτέμβριος, ἀρχὴν ἔλαβε συλλαμβάνειν ἡ Ἐλισάβετ, καθὼς ἀποδέδεικται, εὔδηλον, ὅτι τὸν θεῖον καὶ παρθενικὸν τῆς παναχράντου καὶ θεοτόκου Μαρίας τόκον προμηνύει. Γίνεται δὲ ἡ τοιαύτη σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ προφητείῳ(1), τῷ ὄντι ἐν τοῖς Σφωρακίου.


(1) προφητεῖον, τό: church dedicated in honour of a prophet

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Thekla :!:
Σεπτέμβριος κδ´

Ἄθλησις τῆς ἁγίας πρωτομάρτυρος ἐν γυναιξὶ καὶ ἀποστόλου Θέκλας. Αὕτη γέγονεν ἐκ πόλεως Ἰκονίου, μητρὸς Θεοκλείας τῶν εὐγενῶν καὶ ἐνδόξων. Κατηχήθη δὲ τὸν λόγον τῆς πίστεως παρὰ Παύλου τοῦ θείου ἀποστόλου, διδάσκοντος ἐν τῷ τοῦ Ὀνησιφόρου οἴκῳ. Ἦν δέ, ὅτε προσῆλθε τῇ πίστει, ἐτῶν δεκαοκτώ, μνηστευθεῖσα Θαμυρίδι· τῷ δὲ θείῳ ἔρωτι μᾶλλον γενομένη κάτοχος, περιφρονήσασα καὶ μητρὸς καὶ μνηστῆρος, τῷ Παύλῳ ἠκολούθησε· καὶ μετ’ αὐτοῦ γενομένη ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας καὶ τῷ τῆς πόλεως ἡγεμόνι ἐμφανισθεῖσα, θηρίοις ἐκδίδοται· μείνασα δὲ τῆς ἐξ αὐτῶν λύμης ἀλώβητος, ὡς καὶ πρότερον τῆς καμίνου, εἰς ἣν ἀπερρίφη ἐν Ἰκονίῳ, ἐκ νεφέλης ὕδατος καὶ χαλάζης αὐτῇ ἐκχυθέντων καὶ πολλοὺς τῶν ἀπίστων διαφθειράντων, ἐπὶ πλεῖον ἐπέτεινεν ἑαυτὴν τῷ τοῦ Χριστοῦ πόθῳ· ἦν γὰρ αὐτὸς ὁ Χριστὸς ἐν εἴδει Παύλου φανεὶς αὐτῇ. Ταύτης δὲ λεγούσης πρὸ τοῦ ἐπιβῆναι τοῦ πυρός· “Ὡς μικροψύχῳ καὶ ἀγεννεῖ πάντως οὔσῃ ἦλθε Παῦλος ὀφθῆναί μοι,” ὁ Χριστὸς εἰς οὐρανοὺς ἀνῄει ὁρώσης αὐτῆς· καὶ ταῦτα μὲν πρὸ τοῦ ἐπιβῆναι τοῦ πυρός· πρὸ δὲ τοῦ θηρίοις ἐκδοθῆναι ἐν Ἀντιοχείᾳ Φαλκωνίλλαν τὴν θυγατέρα Τρυφαίνης, θανοῦσαν καὶ ἑλληνίδα οὖσαν τῇ πίστει, μετήνεγκε διὰ προσευχῆς ἐπὶ τὸν χορὸν τῶν δικαίων· ἦν γὰρ ἡ Φαλκωνίλλα τοῦτο αἰτησαμένη δι’ ὀνειράτων Τρύφαιναν τὴν οἰκείαν μητέρα· ὡς δὲ τῶν θηρίων, ἄρκτου τε καὶ λεαίνης καὶ λέοντος παραδόξως ἀπηλλάγη, ἰδοῦσα λάκκον μεμεστωμένον ὕδατος καὶ φώκας(1) ἔχοντα ἐν τῷ ὕδατι, καθῆκε τῷ λάκκῳ ἑαυτὴν εἰποῦσα· “Βαπτίζομαι ἐν τῷ ὀνόματί σου, κύριε Ἰησοῦ Χριστέ.” Τῇ ὑστέρᾳ τῇδε ἡμέρᾳ ἀμέλει καὶ θηρίων ἑτέρων τῷ λάκκῳ ἐπιβληθέντων, πυρὸς καὶ ἀστραπῆς φέγγος ταῖς φώκαις ἐπιφανὲν νεκρὰς πάσας ἀναπλεῦσαι (ὡσαύτως καὶ τὰ θηρία) πεποίηκε· τὴν Θέκλαν δὲ νεφέλη πυρὸς ἐπισκιάσασα, οὐ μόνον ἄψαυστον αὐτὴν ἐποίησεν, ἀλλὰ καὶ γυμνὴν θεωρεῖσθαι οὐ παρεῖχέ τινι· ὕστερον δὲ προσδεθεῖσα καὶ ταύροις καὶ ὑπεράνω πάντων γενομένη καὶ πολλοὺς πρὸς τὴν πίστιν ἐπιστρέψασα καὶ ἐν Μύροις τῆς Λυκίας γενομένη πρὸς τὸν ἅγιον Παῦλον καὶ ὑπ’ αὐτοῦ τὴν ἀποστολὴν λαβοῦσα, ἐν τῇ ἰδίᾳ πατρίδι παραγίνεται· καὶ ἔν τινι τῶν ὀρέων τῆς λεγομένης παλαιᾶς Σελευκείας, καλουμένῳ Καλαμεῶνι, ἰδιάσασα τὸν βίον κατέλιπε, πέτρας ῥαγείσης καὶ ὑποδεξαμένης αὐτήν, ὡς μηδεμίαν ὅλως ἁρμονίαν φαίνεσθαι. Ὁ δὲ πᾶς χρόνος αὐτῆς ἐγένετο ἔτη ἐνενήκοντα. Πολλὰ δὲ θαύματα ἰδιάζουσα πεποίηκεν ἡ πρωτόμαρτυς· εἰς τὴν πέτραν δὲ διὰ τοὺς αὐτῇ ἐπιστάντας ἀκολάστους ἄνδρας τοῦ διαφθεῖραι αὐτὴν εὐξαμένη ῥυσθῆναι εἰσῆλθε, θείας φωνῆς αὐτῇ προτρεψάσης. Οἱ δὲ βέβηλοι οὗτοι ἄνδρες τὸ μέγα τοῦτο θεασάμενοι θαῦμα, τοῦ ὠμοφορίου(2) τῆς καλλινίκου ἐπιλαβόμενοι διεσπάσαντό τι μέρος κατὰ θείαν οἰκονομίαν, εἰς πίστιν μὲν τοῦ γενομένου, εἰς εὐλογίαν δὲ καὶ παραμύθιον τῶν εἰς ὕστερον φιλοχρίστων. Τελεῖται δὲ ἡ αὐτῆς σύναξις ἐν τῷ μαραὐτῆς τῷ ὄντι ἐν τοῖς Κριθοπωλίοις.


(1) φώκη, ἡ: seal

(2) ὠμοφόριον, τό: palliolum (little Greek cloak)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Euphrosyne
Σεπτέμβριος κε´

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας καὶ ἀειμνήστου Εὐφροσύνης. Αὕτη γέγονε θυγάτηρ Παφνουτίου τοῦ Αἰγυπτίου, ἀνδρὸς σφόδρα πλουσίου. Ἥτις μόνη αὐτῷ καταλειφθεῖσα, τῆς μητρὸς τὸν βίον ἀπολιπούσης, πρὸς ὥραν ἐλθοῦσα τοῦ γάμου, λάθρα τοῦ πατρὸς κειραμένη τὴν κόμην καὶ ἀνδρὸς σχῆμα ἀναλαβοῦσα, πρός τι μοναστήριον ἔρχεται, Σμάραγδος λεγομένη καὶ τὸν εὐνοῦχον ὑποκρινομένη πᾶσαν δὲ ἄσκησιν διελθοῦσα καὶ ὑπὸ πάντων διαβοωμένη ἐθαυμαστώθη. Μετὰ δὲ τριάκοντα ὀκτὼ ἐτῶν περίοδον ἀρρωστίᾳ περιπεσοῦσα, πολλῶν ἐρχομένων εἰς ἐπίσκεψιν, συνῆλθεν ὡς εἷς τῶν πολλῶν καὶ ὁ ταύτης πατήρ. Ἡ δὲ τοῦτον ἰδοῦσα ἔφη· “Μὴ λυποῦ, πάτερ, μηδὲ ζήτει τὸ τέκνον σου· ἐγὼ γάρ εἰμι.” Καὶ παραυτίκα τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Αὐτὸς δὲ ἀθυμίᾳ τὴν ψυχὴν παραλυθείς, ἐφ’ οἷς εἶδε, μόλις ποτὲ εἰς ἑαυτὸν ἐλθὼν τό· “Κύριε ἐλέησον” ἀνέκραξε καὶ τὸ κελλίον τῆς θυγατρὸς παραλαβὼν καὶ πάντα τὸν λοιπὸν χρόνον ἐν αὐτῷ διανύσας, πρὸς Κύριον ἐξεδήμησε.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

John
Σεπτέμβριος κϲ´

Μνήμην ἐπιτελοῦμεν τῆς μεταστάσεως τοῦ ἁγίου Ἰωάννου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Οὗτος ἦν υἱὸς Ζεβεδαίου καὶ Σαλώμης, ἥτις ἦν θυγάτηρ Ἰωσὴφ τοῦ μνήστορος. Ὁ γὰρ Ἰωσὴφ τέσσαρας υἱοὺς ἔσχε, Ἰάκωβον, Συμεὼν καὶ Ἰούδαν καὶ Ἰωσῆν, καὶ θυγατέρας τρεῖς· τὴν Ἐσθὴρ καὶ τὴν Μάρθαν καὶ τὴν Σαλώμην, ἥτις ἦν γυνὴ Ζεβεδαίου, μήτηρ δὲ Ἰωάννου· ἐντεῦθεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεῖος ἦν Ἰωάννου ὡς ἀδελφὸς Σαλώμης τῆς θυγατρὸς Ἰωσήφ· οὗτός ἐστιν Ἰωάννης ὁ ἐπὶ τῷ στήθει τοῦ Χριστοῦ ἀναπεσὼν διὰ τὸ σφόδρα καὶ φιλεῖν αὐτὸν καὶ φιλεῖσθαι ὑπ’ αὐτοῦ. Μετὰ τὴν ἀνάληψιν οὖν τοῦ Κυρίου καὶ τὴν κοίμησιν τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου, ἐν Ἀσίᾳ τὸν Χριστὸν κηρύξας καὶ ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ ἐξορισθείς, ἔνθα καὶ τὸ πάνσεπτον αὐτοῦ καὶ θεῖον εὐαγγέλιον μετὰ καὶ τῆς ἀποκαλύψεως ἔγραψεν, ἐπί τινα τῶν οὐ πόρρω πόλεων μετὰ τὴν ἀπὸ τῆς Πάτμου κάθοδον παραγίνεται, Δομετιανοῦ τελευτήσαντος καὶ Νερούα βασιλεύσαντος· ἐν ᾗ τὸν νεανίσκον ἐκεῖνον, ὃν δὴ τῷ τῆς πόλεως ἐπισκόπῳ παρέθετο, ἀποδράσαντα ἐξ αὐτοῦ καὶ λῄσταρχον γενόμενον ἀνεκαλέσατο πρὸς μετάνοιαν αὖθις· ἐν αὐτῇ δὴ καί τινα ἕτερον βάρει χρεῶν βαρούμενον οὐκ ὀλίγων καὶ διὰ τοῦτο δὶς μὲν φάρμακον δηλητήριον πεπωκότα, παρά τινος Ἑβραίου τοῦτο λαβόντα, μηδὲν δὲ πεπονθότα δεινόν, τὸ τοῦ θείου σταυροῦ σημεῖον ἐπιβάλλοντα τῷ φαρμάκῳ, τοῦ θανάτου ἐρρύσατο· προσέτι δὲ καὶ τὸν Ἑβραῖον ἐκπλαγέντα τῷ πράγματι, ἐπείπερ κατεῖδεν ὁ θεῖος ἀπόστολος βαπτισθῆναι ζητοῦντα, ὡδήγησε πρὸς Χριστόν· καὶ λύει μὲν τῷ ἐνδεεῖ ἐκείνῳ ἀνδρὶ τὰ τῆς ἀπορίας, χόρτον πολὺν ἀμείψας εἰς χρυσὸν καθαρώτατον καὶ αὐτῷ ἐπιδούς, τὸν δὲ Ἑβραῖον βαπτίσας καὶ υἱὸν φωτὸς ἀναδείξας, ἦλθεν ἐν Ἐφέσῳ καὶ πολλὰ πλήθη προσαγαγὼν τῷ Χριστῷ καὶ θαύματα ἄπειρα ἐργασάμενος, ἃ διεξοδικώτερον ἡ κατ’ αὐτὸν δήλη τοῖς πᾶσιν ἱστορία διέξεισιν, ἐν εἰρήνῃ ἐτελειώθη, ὑπὸ τῶν ἰδίων μαθητῶν τῇ γῇ παραδοθείς· μετ’ ὀλίγον δὲ ψηλαφηθεὶς οὐχ εὑρέθη· μετετέθη γάρ. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ σεπτῷ ἀποστολείῳ, τῷ ὄντι πλησίον τῆς μεγάλης ἐκκλησίας.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Callistratus
Σεπτέμβριος κζ´

Ἄθλησις τοῦ ἁγίου μάρτυρος Καλλιστράτου καὶ τῶν σὺν αὐτῷ μαρτύρων. Ὁ ἅγιος Καλλίστρατος ὑπῆρχε ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως ἐν Ῥώμῃ· κατασχεθεὶς δὲ πρῶτος τῶν ἄλλων παρὰ Περσεντίνου τοῦ στρατηλάτου, τύπτεται ἀφειδῶς, καὶ πλήθους ὀστράκου λεπτοῦ ὑποστρωθέντος, σύρεται ἄνωθεν· καὶ χώνης(1) αὐτοῦ τῷ στόματι τεθείσης, λεκάνη ὕδατος πλήρης τῷ στόματι τοῦ ἁγίου ἐγχέεται, ὡς ἀσκοῦ δίκην πληρωθῆναι αὐτόν· εἶτα σάκκῳ ἐμβάλλεται καὶ κατὰ τοῦ βυθοῦ ῥίπτεται τῆς θαλάσσης· τοῦ σάκκου δὲ θείᾳ προνοίᾳ διαρρηχθέντος, δύο δελφῖνες τὸν ἅγιον τοῖς νώτοις ὑπολαβόντες μετεωρίζουσι καὶ τῇ γῇ ἀποτίθενται· τούτου δὲ γενομένου, σαράκοντα ἐννέα μάρτυρας προσηγάγετο εἰς τὴν τοῦ Χριστοῦ πίστιν, πᾶσαν αὐτοῖς τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίαν ἐκθέμενος. Οἳ καὶ ῥοπάλοις τυφθέντες ἐγκλείονται καὶ πάλιν τυφθέντες εἰς τὴν πλησίον ἀπορρίπτονται κολυμβήθραν, Ὠκεανὸν καλουμένην. Εὐξαμένου δὲ τοῦ ἁγίου βαπτισθῆναι τοὺς τεσσαράκοντα ἐννέα ἐπὶ τῆς κολυμβήθρας, λύονται αὐτῶν τὰ δεσμά, ἃ περιέκειντο, καὶ φαιδραῖς ταῖς στολαῖς καὶ ταῖς ὄψεσιν εὐθὺς ἀνέρχονται ἀπὸ τοῦ ὕδατος. Ὡράθη δὲ καὶ ὁ ἅγιος Καλλίστρατος στέφανον ἐπὶ τῆς κεφαλῆς φορῶν εὐπρεπέστατον καὶ φωνὴ αὐτῷ ἐξηκούσθη οὐρανόθεν λέγουσα· “Θάρσει, Καλλίστρατε, σὺν τῷ ποιμνίῳ σου” καὶ “Δεῦτε ἤδη ταῖς αἰωνίαις σκηναῖς ἐπαναπαυσόμενοι”, ἅμα δὲ τῇ φωνῇ καὶ μέγα ὁ Θεὸς ἔσεισεν, ὥστε τὸ πλησίον ἄγαλμα καταπεσεῖν καὶ εἰς κόνιν διαλυθῆναι. Τούτων οὕτω γενομένων, προσῆλθον τῷ Χριστῷ καὶ ἕτεροι τῶν στρατιωτῶν τριάκοντα καὶ πέντε πρὸς [τοῖς ἑκατὸν] τὸν ἀριθμόν. Ὁ δὲ ἅγιος Καλλίστρατος καὶ οἱ σὺν αὐτῷ σαράκοντα ἐννέα ἐν τῇ φυλακῇ ἀπαχθέντες, ἐν αὐτῇ τὸ τοῦ μαρτυρίου τέλος ἐδέξαντο, ξίφεσι μεληδὸν(2) κατακοπέντες.


(1) χώνη (contr. χοάνη), ἡ: funnel

(2) μεληδόν = μελεϊστί (limb from limb)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

The Synaxarion wrote: τοῦ σάκκου δὲ θείᾳ προνοίᾳ διαρρηχθέντος, δύο δελφῖνες τὸν ἅγιον τοῖς νώτοις ὑπολαβόντες μετεωρίζουσι καὶ τῇ γῇ ἀποτίθενται
ὡς οὖν ὁ Ἀρίων ῥιφεὶς εἰς τὴν θάλατταν ὁ Καλλίστρατος ἐσώθη ὑπὸ τῶν δελφίνων.



Image

Τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην, στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον, τελευτῶντα δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ. Καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον, τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον. (Hdt. 1.24)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Chariton
Σεπτέμβριος κη´

Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ θεοφόρου Χαρίτωνος, καθηγητοῦ τῆς ἐρήμου καὶ ὁμολογητοῦ. Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ τοῦ βασιλέως ἐκ πόλεως Ἰκονίου τῆς Λυκαόνων ἐπαρχίας· προσαχθεὶς δὲ τῷ ὑπατικῷ καὶ δυνάμει λόγων ἐλέγξας αὐτὸν καὶ παρρησίᾳ τὸν Χριστὸν ὁμολογήσας, τανυσθεὶς ἐκ τεσσάρων τύπτεται καὶ πυρὶ φλέγεται. Μετὰ δὲ τὴν καταστροφὴν Αὐρηλιανοῦ ἀπολυθεὶς τῆς φρουρᾶς καὶ ἐπὶ τὴν Ἠλιοῦ καὶ Ἰωάννου ἔρημον ἐπειγόμενος, ζηλωτὴς ὢν τῆς πολιτείας αὐτῶν, περιπίπτει λῃσταῖς καὶ δεσμευθεὶς παρ’ αὐτῶν καὶ τεθεὶς ἐν φρουρᾷ λυτροῦται καὶ αὖθις τῆς χειρὸς αὐτῶν, παραδοξοποιΐας τινὸς γενομένης. Εἰς γὰρ τὸ κεράμιον, ἐν ᾧ τὸν οἶνον εἶχον οἱ λῃσταί, ἔχις προσερπύσασα τὸν ἰὸν ἐξέχεεν· οὗ ἐμφορηθέντες οἱ λῃσταὶ πάντες ἐξέψυξαν. Ὁ οὖν ἅγιος Χαρίτων αὐτό τε τὸ σπήλαιον εἰς ἐκκλησίαν κατέστησεν (ἔνθα νῦν ἐστι λαῦρα ἡ οὕτω Φαρὰν λεγομένη), καὶ ἐν ἑτέροις τόποις λαύρας(1) δειμάμενος καὶ ἐν αὐταῖς πλήθη μοναχῶν συναγαγὼν καὶ πολλοῖς αἴτιος ἀκριβοῦς γενόμενος πολιτείας καὶ παντοίων νόσων φανεὶς ἰατὴρ καὶ ἐξ ἀκροτόμου πέτρας ὕδωρ διαυγὲς ἐξενεγκών, ἐν βαθεῖ γήρᾳ τὸν βίον ἀπέλιπε.


(1) λαύρα, ἡ: alley, passage; monastery (later Greek)

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Greek Synaxarion

Post by dikaiopolis »

Cyriacus
Σεπτέμβριος κθ´

Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυριακοῦ τοῦ ἀναχωρητοῦ τῆς λαύρας τοῦ Σουκᾶ. Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ ἐκ πόλεως Κορίνθου, πατρὸς Ἰωάννου πρεσβυτέρου τῆς τῶν Κορινθίων ἐκκλησίας καὶ μητρὸς Εὐδοξίας, ἀνεψιὸς Πέτρου τοῦ πρὸς μητρὸς μὲν θείου, ἐπισκόπου δὲ τῆς τῶν προειρημένων ἐκκλησίας, ἀναγνώστης τὴν τάξιν· ὀκτωκαιδέκατον δὲ ἔτος τῆς ἡλικίας ἀνύων εἰς τὰ Ἱεροσόλυμα παραγίνεται καὶ τὸ τῶν μοναχῶν λαμβάνει σχῆμα παρὰ τοῦ μεγάλου Εὐθυμίου· πολλὴν δὲ ἐπιδειξάμενος ἄσκησιν καὶ διὰ σκληροτάτης ἀγωγῆς τὸν βίον διενεγκὼν καὶ τοὺς τὰ Ὠριγένους φρονοῦντας ἐλέγξας, πολλὰ θαύματα τῇ συνεργείᾳ τοῦ Χριστοῦ ἐκτελέσας, ἐν βαθυτάτῳ γήρᾳ τὸν βίον ἀμείβει. Ἦν δὲ πρᾶος, εὐπρόσιτος(1) καὶ ἐκ θείας ἀποκαλύψεως περὶ τῶν μελλόντων προλέγων, μέγεθος ἔχων σώματος μετὰ καί τινος εὐπρεπείας καὶ χάριτος, σῶα πάντα τὰ τοῦ σώματος μέρη φυλάττων, μὴ μετασχόντα τῆς ἀπὸ τοῦ χρόνου φθορᾶς, ἐπί τινας χρόνους καθηγησάμενος τῆς λαύρας τοῦ ἁγίου Χαρίτωνος.


(1) εὐπρόσιτος, -ον: accessible, affable; acceptable

Post Reply